1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

24

τὴν εὐγένειαν, ἀλλ' εἰς τὸ σημεῖον ὁρῶντες, ἄσβεστον τοῦ δεδωκότος τοῦτο τὴν μνήμην φυλάττωσι· καὶ ὅτι τοῦτό ἐστιν ἀληθές, ἡ ἔρημος μάρτυς· τεσσαράκοντα γὰρ χρόνους ἐν αὐτῇ διατρίψαντες, περιττὴν ἐνόμιζον τὴν περιτομήν, τῶν ἐθνῶν κεχωρισμένοι, καὶ καθ' ἑαυτοὺς πολιτευόμενοι. ἡνίκα δὲ λοιπὸν εἰς τὴν ἐπηγγελμένην εἰσήγοντο γῆν, τηνικαῦτα πάλιν ὁ τῶν ὅλων Θεὸς Ἰησοῦ τῷ τοῦ Ναυῆ προσέταξε περιτεμεῖν ἅπαντας· καὶ οὕτω τῆς γῆς παραδοῦναι τὴν δεσποτείαν. ἔμελλον γὰρ ἔθνεσιν ἀλλοφύ λοις πελάζειν, οὗ δὴ χάριν ἀναγκαίως τῆς σφραγῖδος ἐδέοντο, τῆς ἀπὸ τῶν ἀλλογενῶν αὐτοὺς χωριζούσης ἐθνῶν. εἰ δὲ μέγα φρονοῦσιν ἐπὶ τῇ περιτομῇ ἰουδαῖοι, μαθέτωσαν ὡς οὐ μόνος ὁ πατριάρχης περιετμήθη, ἀλλὰ καὶ Ἰσμαὴλ ὁ ἡμίδουλος, καὶ οἱ οἰκογενεῖς οἰκέται, καὶ οἱ ἀργυρώνη τοι καὶ οἱ ἰδουμαῖοι καὶ οἱ ἀπὸ τῆς Χεττούρας. ἔμαθον δὲ ἐκ τῶν ἰσραηλι τῶν καὶ αἰγύπτιοι περιτέμνεσθαι· οὐ τοίνυν ἡ περιτομὴ δικαίους ἐργά ζεται. οὗτοι γὰρ ἅπαντες ὡς δυσσεβεῖς, ὑπὸ τῆς θείας κατηγοροῦνται γραφῆς· οὐκοῦν οὐδὲ τὸν Ἀβραὰμ ἡ περιτομὴ ἐδικαίωσεν, ἀλλ' ἡ μὲν πίστις ἀπέφηνε δίκαιον· λαμπρότερον δὲ ἡ ἀρετὴ κατεσκεύασεν. ἡ δὲ περιτομὴ σημεῖον ἐδόθη τῆς πίστεως. LXX Ἡ θεία λέγει γραφή, ὅτι ἔφαγον οἱ ἄγγελοι ἐν τῇ σκηνῇ τοῦ Ἀβραάμ 66 Καὶ ἡ αὐτὴ λέγει γραφή, ὅτι ἄνδρας εἶδεν Ἀβραάμ· εἰ τοίνυν γυμνῷ προ σεκτέον τῷ γράμματι, ἄνδρες, οὐκ ἄγγελοι ἔφαγον· εἰ δὲ τὸν νοῦν ἀναπ τύσσωμεν, ὡς ὤφθησαν ἔφαγον. ὥσπερ γὰρ ἀσώματον ἔχοντες φύσιν καὶ αὐτοὶ καὶ ὁ τούτων δεσπότης, σώματα ἔχειν ἔδοξαν· οὕτως γὰρ ἑωράθησαν· οὕτως ἐσθίοντες ὤφθησαν, οὐ στόματι καὶ γαστρὶ τὴν τρο φὴν προσενεγκόντες· οὔτε γὰρ εἶχον σώματα· ἀναλώσαντες δὲ αὐτὴν ὡς ἠθέλησαν. ἀνοίας γὰρ ἐσχάτης τὸ πολυπραγμονῆσαι τῶν ἀρρήτων τὸν τρόπον. LXXI ∆ιὰ τί ὁ Λὼτ οὐκ ἐνεκλήθη ταῖς θυγατράσι μιγείς; Ἐπειδὴ τοῖς ἐξ ἀγνοίας πλημμελουμένοις καὶ οἱ ἄνθρωποι συγγινώσκειν εἰώθασιν· οὐ τοίνυν οὐδὲ τῷ Λὼτ ἐπεμέμψαιτο ἄν τις δικαίως τῆς μίξεως ἕνεκα· ἠγνόει γὰρ τὸ πραττόμενον· τὸ δὲ τῆς μέθης ἔχει τινὰ μέμψιν κεκραμένην συγγνώμῃ. ἀδημονῶν γὰρ κομιδῇ καὶ ἀλύων, ὡς πάντων ὁμοῦ τῶν ὄντων γεγυμνωμένος καὶ πρὸς τοῖς ἄλλοις ἅπασι καὶ αὐτῆς τῆς ὁμοζύγου ἠνέσχετο τῶν θυγατέρων τὸν οἶνον προσφερουσῶν περαι τέρω τῆς χρείας· ἅτε δὴ τὸ μὲν κατασκευαζόμενον ἀγνοῶν, ψυχαγωγίαν δὲ καὶ παραμυθίαν τὸ δρώμενον ὑποπτεύων. ἐκεῖναι δὲ παντάπασίν εἰσιν κατηγορίας ἀθῷοι· θεασάμεναι γὰρ τὰς μὲν τέσσαρας πόλεις καὶ τὰς κώ μας ἁπάσας ἐμπρησθείσας τῷ ὑετῷ τοῦ πυρός, τοὺς δὲ τὴν Σηγὼρ οἰκοῦν τας καταποθέντας-τοῦτο γὰρ σημαίνει καὶ τοὔνομα· κατάποσις γὰρ ἡ Σηγὼρ ἑρμηνεύεται-, ἐνόμισαν ἄρδην ἀπολωλέναι τῶν ἀνθρώπων τὴν φύσιν· καὶ τὴν κατέχουσαν ἐρημίαν ὁρῶσαι καὶ τοῦ γήρως προθεω ρήσασαι τὴν ἀσθένειαν, ἠβουλήθησαν ἐπινοῆσαι καὶ σπέρμα τῷ γένει καὶ ἑαυταῖς ψυγαγωγίαν τινά· τούτῳ χρησάμεναι τῷ λογισμῷ καὶ οὐκ ἐπιθυμίᾳ δουλεύσασαι, τὸν μὲν οἶνον ἔλαβον συνεργόν, ἔκλεψαν δὲ τῇ πλείονι πόσει τοῦ γεγεννηκότος τὴν αἴσθησιν, ἀπέφηναν δὲ τὸν πατέρα σπορέα. 67 LXXII Τί δήποτε ὁ Θεὸς οὐκ ἐκώλυσε τὴν παράνομον μίξιν; Προεώρα τὴν τοῦ γένους ἀσέβειαν· μωαβῖται μὲν γὰρ ἐδούλευον τῷ Χαμῶς, τῷ δὲ Μελχὼμ ἀμμανῖται· ἵνα οὖν μὴ ὡς συγγενέσιν ἐπιμιγνύμε νοι τούτοις οἱ ἰσραηλῖται μετάσχωσι τῆς ἀσεβείας, οὐκ ἐκώλυσε τὸν πα ράνομον γάμον· ὅπως ταύτῃ γοῦν αὐτοὺς μυσαροὺς ἀποφήνῃ καὶ βδε λυκτοὺς ἰουδαίοις· δηλοῖ δὲ τοῦτο καὶ ὁ τῶν ὅλων Θεὸς διὰ Μωϋσέως τοῦ νομοθέτου διαγορεύων· " ἀμμανίτης καὶ μωαβίτης οὐκ εἰσελεύσεται εἰς ἐκκλησίαν Κυρίου ἕως δε κάτης γενεᾶς καὶ ἕως εἰς τὸν αἰῶνα ". LXXIII Ὠμὸν ἄγαν εἶναι δοκεῖ τὸ νέον ὄντα τὸν Ἰσμαὴλ ἐξελαθῆναι τῆς πατρικῆς οἰκίας, μετὰ μόνης τῆς μητρὸς καὶ τοῦ ἀσκοῦ τοῦ ὕδατος Καὶ τοῦτο ἄντικρυς δείκνυσι τὴν τοῦ Ἀβραὰμ ἀρετήν· τῆς μὲν γὰρ Σάρρας εἰρηκυίας, " ἔκβαλε τὴν παιδίσκην καὶ τὸν υἱὸν αὐτῆς ", οὐχ ὑπήκουσε· τοῦ δὲ Θεοῦ κελεύσαντος, εὐθὺς τῷ λόγῳ τὸ ἔργον ἐπέθηκε· καὶ ταῦτα φιλοστόργως περὶ τὸν Ἰσμαὴλ διακείμενος. καὶ