1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

26

ἐξεδήμησεν· ἐκείνην δὲ τὴν εὐχὴν οὐ συμ βολικῶς προσενήνοχεν, ὥς τινες τῶν ἄγαν ἠλιθίων ὑπέλαβον, ἀλλ' ἐπειδὴ τὸν Θεὸν συνεργὸν ἔλαβε τῆς μνηστείας σημεῖά τινα αὐτῷ δειχθῆναι παρεκάλει δι' ὧν ἠβούλετο γνῶναι, εἰ ἀρέσκουσα τῷ Θεῷ ἡ μνηστεία. τὸ δὲ σημεῖον ἦν οὐχ ὥρα σώματος οὐδὲ περιφάνεια γένους οὐδὲ ἄλλο τι τῶν δοκούντων λαμπρῶν, ἀλλὰ φιλοξενία καὶ φιλοφροσύνη καὶ ἠπιό της φρονήματος· " ἔσται, γάρ φησιν, ἡ παρθένος ᾗ ἂν ἐγὼ εἴπω, ἐπίκλινόν μοι τὴν ὑδρίαν σου ἵνα πίω, καὶ εἴπῃ μοι, πίε, κύριε, καὶ τὰς καμήλους σου ποτιῶ ἕως ἂν παύσωνται πίνουσαι, ταύτην ἡτοίμασας τῷ παιδί σου Ἰσαάκ· καὶ ἐν τούτῳ γνώσομαι, ὅτι ἐποίησας ἔλεον μετὰ τοῦ κυ ρίου μου Ἀβραάμ ". ἐπειδὴ γὰρ τούτοις ἐκοσμεῖτο τοῖς πλεονεκτήμασι διαφερόντως ὁ πατριάρχης ἠβουλήθη καὶ τὴν νύμφην συμβαίνειν τῷ τρόπῳ τοῦ κηδεστοῦ, ἵνα μὴ ἔριν τινὰ καὶ φιλονεικίαν ὁ σκοπὸς ὁ ἐναντίος ἐργάσηται. ὅτι δὲ οὐ συμβολικὰ ταῦτα ἦν, ἀλλὰ πίστεως καὶ εὐσεβείας δηλωτικά, πρῶτον διδάσκει τὸ σπουδαῖον τῆς προσευχῆς· ἔπειτα τὸ προσμένειν αὐτὸν τὴν βουλὴν τοῦ Θεοῦ· τοῦτο 71 γὰρ ἡ θεία διδάσκει γραφή· " ὁ δὲ ἄνθρωπος κατεμάνθα νεν αὐτὴν καὶ παρεσιώπα τοῦ γνῶναι εἰ εὐώ δωκε Κύριος τὴν ὁδὸν αὐτοῦ, ἢ οὔ ". ἐκείνης γὰρ τὸ ὕδωρ ἀρυομένης, καὶ ταῖς καμήλοις προσφερούσης τὸ νᾶμα, ἀνέμενεν οὗτος ἰδεῖν εἰ πάσαις παρέχει τὴν χρείαν κατὰ τὴν αἴτησιν· πιουσῶν δὲ τῶν καμήλων, εὐθὺς προσενήνοχε τῆς μνηστείας τὰ σύμβολα· γνοὺς δὲ τὸ γένος καὶ τὴν δεσποτικὴν συγγένειαν, εὐδοκήσας, φησίν, ὁ ἄνθρω πος προσεκύνησε τῷ Κυρίῳ καὶ εἶπεν· " εὐλογητὸς Κύριος ὁ Θεὸς τοῦ κυρίου μου Ἀβραάμ, ὃς οὐκ ἐγκατέ λιπε τὴν δικαιοσύνην αὐτοῦ καὶ τὸν ἔλεον αὐ τοῦ ἀπὸ τοῦ κυρίου μου. κἀμὲ ἐν ὁδῷ ἤγαγε Κύ ριος εἰς τὸν οἶκον τοῦ ἀδελφοῦ τοῦ κυρίου μου ". καὶ πᾶσα δὲ αὐτοῦ ἡ διάλεξις τὸ εὐσεβὲς κηρύττει τῆς γνώμης καὶ μέντοι καὶ μετὰ τὴν διάλεξιν, τὸν αὐτὸν σημαίνει σκοπόν· συνθεμένων γὰρ τῶν τὴν κόρην γεγεννηκότων τῷ γάμῳ εὐθὺς αὐτὸς " προσεκύνησε τῷ Κυρίῳ ". καὶ τὰ ἑξῆς δὲ τῆς αὐτῆς ἔχεται διανοίας· " μὴ κα τέχετε γάρ με, φησί, καὶ Κύριος εὐώδωσε τὴν ὁδόν μου ". LXXVI ∆ιὰ τί τῶν πατριαρχῶν αἱ γυναῖκες στεῖραι; καὶ γὰρ Σάρρα στεῖρα, καὶ Ῥεβέκκα ὡσαύτως, καὶ ἡ Ῥαχὴλ καὶ μέντοι καὶ ἡ Λεία. " ἰδών, γάρ φησι, Κύριος, ὅτι μισεῖται ἡ Λεία ἀνέῳξε τὴν μή τραν αὐτῆς " Τὸ ἰσραηλιτικὸν συστῆσαι γένος βουληθεὶς ὁ Θεός, δείκνυσιν οὐ κατὰ 72 φύσεως ἀκολουθίαν, ἀλλὰ κατὰ τὴν τῆς χάριτος φιλοτιμίαν τὴν πολυγο νίαν δεξάμενον· ταύτης δὲ τῆς κηδεμονίας ἐκεῖνο τὸ γένος τετύχηκεν, ἐπειδήπερ ὁ δεσπότης Χριστός, ὁ μονογενὴς τοῦ Θεοῦ υἱός, ἐκεῖθεν ἔμελ λε κατὰ σάρκα βλαστήσειν. LXXVII ∆ιὰ τίνος μαθεῖν ἠθέλησεν ἡ Ῥεβέκκα τὰ περὶ τῶν κυοφορουμένων παιδίων; Τινές φασι πρὸς τὸν Μελχισεδὲκ αὐτὴν ἀπεληλυθέναι, ἅτε δὴ καὶ ἀρχι ερέα ὄντα τοῦ Θεοῦ τοῦ ὑψίστου καὶ ἐπίσημον ἐν εὐσεβείᾳ καὶ λίαν περι φανῆ· ἐπειδὴ δὲ εἰώθεισαν οἱ πατριάρχαι καὶ θυσιαστήρια τῷ Θεῷ κατασ κευάζειν ἐν οἷς ἐσκήνουν χωρίοις, εἰκὸς παρ' ἓν τούτων αὐτὴν ἀπελθοῦ σαν ἱκετεῦσαι τὸν ὅλων Θεόν, καὶ γνωρίσαι τὰ συμβησόμενα. LXXVIII ∆ιὰ τί κωλύει τὸν Ἰσαὰκ ὁ Θεὸς εἰς τὴν Αἴγυπτον ἐκδημῆσαι, τοῦ λιμοῦ τοῦτο πρᾶξαι καταναγκάζοντος; Τὴν οἰκείαν σοφίαν τε καὶ κηδεμονίαν διὰ πάντων δηλοῖ ὁ δεσπότης Θεός· καὶ γὰρ τὸν πατριάρχην Ἀβραάμ, οὐχ ὡς ἀπορῶν ἐν τῇ Παλαιστίνῃ διαθρέψαι συνεχώρησεν εἰς τὴν Αἴγυπτον ἀπελθεῖν· ἀλλ' ἵνα τοῖς αἰγυπ τίοις ἐπιδείξῃ τοῦ ἀνδρὸς τὴν εὐσέβειαν, καὶ ζηλῶσαι προτρέψῃ τοῦ πατριάρχου τὴν ἀρετήν. τὸν δὲ Ἰσαὰκ αὐτοῦ μεῖναι προσέταξε, καὶ τῇ τῶν ἀναγκαίων αὐτὸν περιέκλυσεν ἀφθονίᾳ, δεικνὺς ὡς καὶ τῷ πατρὶ ταῦτα παρασχεῖν οἷός τε ἦν, ἃ καὶ αὐτῷ ἔδωκε φιλοτίμως. πάντων γὰρ ἐν ἐνδείᾳ ὄντων καὶ σπάνει τῶν ἀναγκαίων καὶ τῆς γῆς ἀγόνου γεγενη μένης, αὐτὸς σπείρας πολύχουν ἔλαβε τὸν καρπόν. 73 LXXIX Τίνος ἕνεκεν ὁ Ἰσαὰκ τῷ Ἡσαῦ δοῦναι τὴν εὐλογίαν ἠβούλετο; Κατὰ τὸν νόμον τῆς φύσεως· πρωτότοκος γὰρ ἦν· οἱ δὲ πρωτότοκοι καὶ πρῶτοι, καὶ διπλῆν ἐλάμβανον μοῖραν. ηὔξησε δὲ καὶ ἡ θεραπεία