1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

28

περιουσίας ἐπανελθών, καὶ αὐτὸς γνῷ, ὅση τοῦ Θεοῦ τῶν ὅλων ἡ 76 προμήθεια, καὶ τοὺς ἄλλους διδάξῃ. ταύτην αὐτῷ τὴν κηδεμονίαν παραυ τίκα διὰ τῆς ἐπιφανείας ἐδήλωσεν· ἐπέδειξε μὲν γὰρ αὐτῷ κλίμακα μέχρις αὐτοῦ διϊκνουμένην τοῦ οὐρανοῦ· τοὺς δὲ ἁγίους ἀγγέλους ἀνιόντας καὶ κατιόντας. αὐτὸς δὲ ἄνωθεν ἐφεστὼς παρεθάρρυνέ τε καὶ τὸ δέος ἐξή λασεν· ἐδήλουν δὲ οἱ ἄγγελοι τὴν θείαν διακονίαν· περὶ τούτων γὰρ καὶ ὁ μακάριος ἔφη Παῦλος, " οὐχὶ πάντες εἰσὶ λειτουργικὰ πνεύματα εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν "; τούτων δὲ ἕκαστον ἱκανὸν ἦν θάρσος ἐνθεῖναι τῷ πατριάρχῃ· διδάσκεται γάρ, ὡς οὐδὲν ἀτημέλητον, οὐδὲ ἀκηδεμόνευτον παρὰ τῷ τῶν ὅλων Θεῷ· ἀλλ' αὐτὸς ἅπαντα πρυτανεύει, διακόνοις χρώμενος τοῖς ἁγίοις ἀγγέλοις. ἔδωκε δὲ αὐτῷ καὶ τὴν εὐλογίαν ἣν καὶ τῷ πατρὶ καὶ τῷ προπάτορι ἐδεδώκει, περί τε τῆς τοῦ σπέρματος πολυγονίας καὶ περὶ τοῦ τῆς οἰκου μένης δεσπότου· " ἐνευλογηθήσονται, γάρ φησιν, ἐν τῷ σπέρματί σου πᾶσαι αἱ φυλαὶ τῆς γῆς "· εἶτα ὑπισχ νεῖται αὐτῷ καὶ τὴν ἐν τοῖς προκειμένοις κηδεμονίαν· " ἰδού, γάρ φησι, μετὰ σοῦ εἰμι διαφυλάσσων σε ἐν τῇ ὁδῷ οὗ ἐὰν πορευθῇς καὶ ἀποστρέψω σε εἰς τὴν γῆν ταύτην, ὅτι οὐ μή σε ἐγκαταλίπω ἕως τοῦ ποιῆ σαί με πάντα ὅσα ἐλάλησα ". LXXXV ∆ιὰ τί τὸν λίθον ἀλείφει ὁ Ἰακώβ; Οἷς εἶχε τὸν μεγαλόδωρον ἠμείψατο Κύριον· ὀρθώσας γὰρ τὸν λίθον ὃν ὑπέθηκε τῇ κεφαλῇ, κατέχεεν αὐτοῦ ἔλαιον· τοῦτο δὲ καὶ νῦν ἔστιν εὑρεῖν παρὰ πολλῶν γυναίων τῷ Κυρίῳ πεπιστευκότων γινόμενον. εἰώθασι γὰρ ἐν τοῖς θείοις σηκοῖς ἐλαίῳ χρίειν τὰς τῶν ἀνακτόρων κιγκλίδας, καὶ τῶν ἁγίων μαρτύρων τὰς θήκας· δηλοῖ δὲ τοῦτο τῆς ψυχῆς τὴν εὐγέ 77 νειαν· δέχεται δὲ καὶ τὰ σμικρὰ ὁ φιλάνθρωπος Κύριος, ἀποδεχόμενος τὸν τοῦ γινομένου σκοπόν. LXXXVI Πολλοὶ πρόφασιν ἀκολασίας ποιοῦνται τὸ τέτταρας ἐσχηκέναι γυναῖκας τὸν Ἰακώβ Τὸν σκοπὸν ἑκάστου τῶν γινομένων ἐξετάζειν προσήκει· οὕτω γὰρ κρί νοντες εὑρήσομεν καὶ Ἰακὼβ τὸν πατριάρχην, τὴν μὲν Ῥαχὴλ μνηστευσάμενον μόνην, παρὰ γνώμην δὲ συναφθέντα τῇ Λείᾳ. παραυτίκα γοῦν τῆς ἀπάτης αἰσθόμενος καὶ ἐδυσχέρανε καὶ τοῦ κηδεστοῦ κατεβόησε· τῇ δὲ Βαλλᾷ, οὐ διὰ φιληδονίαν, ἀλλὰ διὰ τὴν τῆς ὁμοζύγου παραμυθίαν ἐμίγη· τῆς γὰρ Ῥαχὴλ διὰ τὴν ἀπαιδίαν ἀνιωμένης καὶ ἀνοήτως λεγού σης· " δός μοι τέκνα, εἰ δὲ μή γε ἀποθανοῦμαι ", ἐπέπληξε μὲν εὐσεβῶς ὁ πατριάρχης καὶ ἔδειξε τὸν τῆς φύσεως ποιητήν, καὶ ὅτι οὐ γάμος ἐστὶ παίδων δημιουργὸς ἀλλ' ὁ τοῦ γάμου νομοθέτης Θεός· ἔφη γὰρ πρὸς αὐτήν· " μὴ ἀντὶ Θεοῦ σοί εἰμι ἐγώ, ὃς ἐστέρησέ σε καρπὸν κοιλίας "; ψυχαγωγῶν δὲ ὅμως αὐτήν, ἠνέσχετο τῆς αἰτήσεως, ᾔτησε αὐτὸν τῇ παιδίσκῃ μιγῆναι, ἵνα τὸ ἐξ αὐτῆς φυόμενον οἰκεῖον ἀποκαλέσῃ παιδίον. τοῦτο καὶ ἐπὶ τῆς Ζέλ φας ἐγένετο· πάλιν γὰρ ἡ Λεία παυσαμένη τοῦ τίκτειν, ἠντιβόλησεν αὐτὸν εἰς ἐκείνην σπεῖραι τὴν ἄρουραν. ταῦτα φιληδονίαν μὲν οὐδεμίαν αἰνίττεται, τὴν δὲ τοῦ ἀνδρὸς ἐπιείκειαν δείκνυσι καὶ ὅπως τὰς γυναῖκας θεραπεύειν ἐσπούδαζε. πρὸς δὲ τούτῳ κἀκεῖνο σκοπητέον, ὅτι νόμος οὐ δεὶς τηνικαῦτα ἦν τὴν πολυγαμίαν κωλύων, καὶ ὡς τρισολβίους ὑπελάμ βανον τότε τοὺς πολλῶν παίδων γιγνομένους πατέρας· καὶ ὅτι τοῦτό ἐστιν ἀληθές, αἱ θεῖαι μαρτυροῦσιν ἐπαγγελίαι· τῷ γὰρ Ἀβραὰμ ὁ τῶν ὅλων ἔφη Θεός· " ἀνάβλεψον εἰς τὸν οὐρανὸν καὶ ἴδε τοὺς ἀστέρας, εἰ δυνήσῃ ἐξαριθμῆσαι αὐτούς ", καὶ ἐπήγαγεν· " οὕτως ἔσται τὸ σπέρμα σου ". καὶ " ὡς 78 ἡ ἄμμος ἡ παρὰ τὸ χεῖλος τῆς θαλάσσης, ἥτις οὐκ ἐξαριθμηθήσεται ἀπὸ τοῦ πλήθους . οὐκ ἂν δὲ αὐτῷ ταύτην ἔδωκε τὴν ὑπόσχεσιν, εἰ μὴ τὴν πολυγονίαν μέγιστον ἐνόμιζεν ἀγαθόν. LXXXVII Τίνος δὲ χάριν αἱ γυναῖκες ἐζηλοτύπουν ἀλλήλας; Ἀτελεῖς ἦσαν καὶ δυσσεβοῦς ἀνδρὸς θυγατέρες, τὰ ξόανα θεοὺς ὀνομά ζοντος. τούτου ἕνεκεν νομοθετῶν ὁ Θεὸς τὸν τοιοῦτον ἀπαγορεύει γάμον· " οὐ λήψῃ, γάρ φησι, γυναῖκα ἐπ' ἀδελφῇ αὐτῆς ἀντίζηλον αὐτῆς ". LXXXVIII ∆ιὰ τί ἡ γραφὴ μέμνηται τύχης; Ἴδια τῆς γραφῆς, τὰ τοῦ πνεύματος λόγια, αἱ θεῖαι διατάξεις, τῶν εὐσε βῶν ἀνθρώπων τὰ ῥήματα· τὰ δὲ