1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

29

ἄλλα ἱστορικῶς λέγει. χρὴ τοίνυν μὴ μόνον προσέχειν τῷ λόγῳ, ἀλλὰ καὶ τῷ προσώπῳ τοῦ λέγοντος· τὸ τοίνυν " εὐτύχηκα " οὐ τοῦ Ἰακώβ ἐστι ῥῆμα, ἀλλὰ τῆς Λείας γυναικός, ὡς ἔφην, ἐν δυσσεβείᾳ τραφείσης καὶ κατὰ βραχὺ τὰ θεῖα παιδευομένης· οὕτω καὶ ὁ ταύτης πατὴρ ἔφη τὸ " οἰωνισάμην ", ἀλλ' ὁ θεῖος ἀπαγορεύει νόμος τοῖς οἰωνοῖς κεχρῆσθαι. μηδεὶς τοίνυν τοὺς τοιούτους λόγους τῆς θείας εἶναι νομιζέτω γραφῆς· τὰ γὰρ παρὰ τῶν οὐκ εὐσεβῶν εἰρημένα τίθησιν ὁ συγγραφεύς, ἅτε δὴ ἱστορίαν συγγράφων· οὕτω τέ θεικεν ὁ θειότατος Μωϋσῆς καὶ τοῦ Φαραὼ τὸν βλάσφημον λόγον· " οὐκ οἶδα τὸν Κύριον καὶ τὸν Ἰσραὴλ οὐκ ἐξαποσ τέλλω ". ἀλλ' οὐ τοῦ θείου πνεύματος οὗτος ὁ λόγος, ἀλλὰ τοῦ δυσσεβοῦς βασιλέως. οὕτω πάλιν ἀκούομεν τοῦ Σεναχηρεὶμ λέγοντος· " μή σε ἀπατάτω ὁ Θεός σου ἐφ' ᾧ σὺ πέποιθας 79 ἐπ' αὐτῷ λέγων ὅτι ῥύσεται Κύριος τὴν Ἰερου σαλὴμ ἐκ χειρός μου ", ἀλλ' οὐ βλασφημεῖν ἐντεῦθεν μανθά νομεν ἀλλὰ βλασφημίας κατηγορεῖν. LXXXIX Ἀλλὰ καὶ αὐτὸς ὁ Ἰακὼβ ἔφη τῷ Λάβαν· " εὐλόγησέ σε Κύριος ἐπὶ τῷ ποδί μου " ∆ήλη τοῦ ῥητοῦ διάνοια· πόδα γὰρ τὴν παρουσίαν ἐκάλεσεν· ἀντὶ τοῦ διὰ τῆς ἐμῆς παρουσίας, καὶ τῆς ἐμῆς κηδεμονίας, τῶν θεοσδότων ἀπή λαυσας ἀγαθῶν· εἰς γὰρ τὴν ἐμὴν εὐσέβειαν ἀφορῶν ὁ Θεός, τὰ ἐγχει ρισθέντα μοι παρὰ σοῦ πάσης εὐλογίας ἠξίωσεν. XC Τίνος ἕνεκεν τὰς ῥάβδους λεπίσας πίνουσιν παρέθηκε τοῖς προβάτοις; Ὥσπερ ἠγάγετο μὲν παιδοποιῆσαι ποθῶν, οὐκ ἐν τῷ γάμῳ δὲ εἶχε τὴν ἐλπίδα τῆς παιδοποιΐας, ἀλλ' ἐν τῷ τοῦ γάμου νομοθέτῃ θεῷ· οὕτω καὶ τὰς ῥάβδους ἐλέπισεν, οὐ ταύταις θαρρῶν, ἀλλὰ τὴν θείαν ἐπικουρίαν προσμένων. ὅθεν καὶ τῆς θείας ἐπιφανείας τετύχηκε, καὶ λέγοντος ἤκου σεν· " ἀνάβλεψον τοῖς ὀφθαλμοῖς σου καὶ ἴδε τοὺς τράγους καὶ τοὺς κριοὺς ἀναβαίνοντας ἐπὶ τὰς αἶγας, διαλεύκους καὶ ποικίλους καὶ σπο δοειδεῖς ῥαντούς· ἑώρακα γὰρ ὅσα σοι Λάβαν ποιεῖ. ἐγώ εἰμι ὁ Θεὸς ὁ ὀφθείς σοι ἐν τόπῳ Θεοῦ οὗ ἤλειψάς μοι ἐκεῖ στήλην, καὶ ηὔξω μοι ἐκεῖ εὐχήν ". ἐπειδὴ γὰρ τὰ φαιὰ καὶ τὰ ποικίλα τοῖς υἱέσι τοῦ Λάβαν ἐνεχειρίσθη καὶ τριῶν ἡμερῶν ὁδὸν ἀφεστήκεσαν ἐκεῖναι τούτων αἱ ποίμναι· δείκνυσιν αὐτῷ τῶν ἀδικουμένων ὁ πρόμαχος ποι κίλους κριοὺς καὶ τράγους ὀχεύοντας, ἵνα τῇ πείρᾳ μάθῃ πόσης ἀπο λαύουσι προμηθείας οἱ τεθαρρηκότες τῷ τῶν ὅλων Θεῷ. ἐπισημήνασθαι δὲ προσήκει, ὡς ἄγγελον εἰρηκὼς τὸν ἄνω ὀφθέντα, ἔδειξεν τὸν αὐτὸν 80 καὶ Θεόν· " ἐγὼ γάρ εἰμι, φησίν, ὁ Θεὸς ὁ ὀφθείς σοι ἐν τῇ ὁδῷ ". εἶδε δὲ ἀγγέλους μὲν ἀνιόντας καὶ κατιόντας διὰ τῆς κλίμακος, τὸν δὲ Κύριον ἄνω ἐστηριγμένον· τοῦτον ἐνταῦθα καὶ ἄγγελον ὠνόμασε καὶ Θεόν· Θεὸν μὲν ὡς τοῦτο τὴν φύσιν ὄντα, ἄγγελον δὲ ἵνα γνῶμεν ὡς οὐχ ὁ πατήρ ἐστιν ὁ ὀφθείς, ἀλλ' ὁ μονογενὴς υἱός. τίνος γὰρ ἄγγελος ὁ πατήρ; ὁ δὲ υἱὸς καὶ Θεὸς καὶ " μεγάλης βουλῆς ἄγ γελος "· αὐτὸς γὰρ ἡμῖν ἀπήγγειλε τοῦ πατρὸς τὰ μυστήρια· " ἃ γὰρ ἤκουσα, φησί, παρὰ τοῦ πατρός μου, ἐγνώ ρισα ὑμῖν ". οὕτω τὸν κεκληκότα τὸν Ἀβραὰμ καὶ ἄγγελον ὠνό μασε καὶ Θεόν. XCI Τίς ὁ σκοπὸς τῆς τῶν εἰδώλων κλοπῆς; Τινὲς ἔφασαν ἔτι διακειμένην περὶ αὐτὰ τὴν Ῥαχὴλ κεκλοφέναι αὐτά· ἐγὼ δὲ τοὐναντίον ὑπολαμβάνω, ὅτι καὶ τὸν πατέρα τῆς δεισιδαιμονίας ἐλευθερῶσαι βουλομένη σεσύληκεν αὐτά· τὸ γὰρ εὐσεβὲς αὐτῆς ἡ θεία διδάσκει γραφή· " ἐμνήσθη, γάρ φησιν, ὁ Θεὸς Ῥαχήλ, καὶ ἐπήκουσεν αὐτῆς ὁ Θεός, καὶ ἀνέῳξεν αὐτῆς τὴν μήτραν ". ἀκούσασα γὰρ παρὰ τοῦ Ἰακὼβ " μὴ ἀντὶ Θεοῦ σοι ἐγώ εἰμι ὃς ἐστέρησέν σε καρπὸν κοι λίας "; δῆλον ὅτι σπουδαιοτέραν τῷ Θεῷ προσενήνοχε προσευχὴν καὶ ἐτετυχήκει τῆς αἰτήσεως. καὶ μέντοι καὶ τεκοῦσα δεδήλωκε τὴν εὐσέ βειαν· " εἶπε, γάρ φησι, Ῥαχήλ· ἀφεῖλε μου ὁ Θεὸς τὸ ὄνειδος· καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Ἰωσὴφ λέ γουσα· προσθήτω μοι ὁ Θεὸς υἱὸν ἕτερον ". πῶς τοίνυν ταύτην ἔχουσα περὶ τὸν Θεὸν τὴν διάθεσιν, τοῖς οὐκ οὖσι θεοῖς δουλεύειν ἠνείχετο; ἐγὼ δὲ οἶμαι καὶ ἕτερον ἐντεῦθεν προδηλοῦσθαι· τύπον γὰρ εἶχεν ὁ Ἰακὼβ τοῦ τῶν ὅλων Θεοῦ· δύο γὰρ καὶ ὁ Θεὸς ἔσχε 81 λαούς, τὸν μὲν πρεσβύτερον, κάλυμμα ἔχοντα ἐπὶ τὴν καρδίαν· τὸν δὲ