1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

30

νεώτερον, τὸ τῆς πίστεως περικείμενον κάλλος. καὶ ὁ Ἰακὼβ δύο γυναῖ κας· τὴν μὲν Λείαν ἀσθενεῖς ἔχουσαν ὀφθαλμούς, τὴν δὲ Ῥαχὴλ καλὴν τῷ εἴδει καὶ ὡραίαν τῇ ὄψει σφόδρα, καὶ πολύπαιδα μὲν τὴν πρεσβυτέ ραν, στερίφην δὲ τὴν νεωτέραν. καὶ γὰρ ἡ ἐξ ἐθνῶν ἐκκλησία στεῖρα ἦν πάλαι, ἀλλ' ἐγένετο μετὰ ταῦτα πολύπαις· " εὐφράνθητι, γάρ φησι, στεῖρα ἡ οὐ τίκτουσα, ῥῆξον καὶ βόησον ἡ οὐκ ὠδίνουσα· ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρή μου, μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα ". ἐπειδὴ τοί νυν ἡ ἐκκλησία τῷ σωτῆρι πεπιστευκυῖα Θεῷ, τὴν προγονικὴν πρόρ ριζον ἀνέσπασε πλάνην, τύπος δὲ ταύτης ἐτύγχανεν οὖσα ἡ Ῥαχήλ, κέκλοφε τὰ εἴδωλα τοῦ πατρὸς ἵνα τὴν ἀλήθειαν κἂν τούτῳ σκιαγραφήσῃ. XCII Τί ἐστιν, " ὤμοσεν Ἰακὼβ κατὰ τοῦ φόβου τοῦ πατρὸς αὐτοῦ Ἰσαάκ "; Φόβον τοῦ Ἰσαὰκ τὴν εὐσέβειαν ἐκάλεσε, τουτέστι τὸν Θεὸν οὗ τὸν φόβον ἐν τῇ ψυχῇ περιέφερεν. XCIII Τίνος ἕνεκα παλαίει τῷ Ἰακὼβ ὁ ἄγγελος; ∆εδιότι τὸν ἀδελφὸν θάρσος ἐντίθησι· διά τοι τοῦτο καὶ τῆς νίκης αὐτῷ παρεχώρησε μονονουχὶ λέγων· ἐμὲ νενίκηκας καὶ ἄνθρωπον δέδοικας; ἵνα δὲ μὴ μέγα φρονῇ δόξας νενικηκέναι Θεόν, τῇ ἁφῇ τοῦ μη ροῦ τὸ ἐθελούσιον τῆς ἥττης ἐδήλωσε· τῇ γὰρ ἁφῇ τὴν νάρκην εἰργάσατο. γνοὺς δὲ τοῦ ἐπιφανέντος τὴν δύναμιν, τὴν εὐλογίαν αἰτεῖ· ὁ δὲ καὶ τὴν αἴ τησιν δίδωσι καὶ τὴν προσηγορίαν ἀμείβει· " οὐκέτι, γάρ φησι, κλη θήσεται τὸ ὄνομά σου Ἰακὼβ ἀλλ' Ἰσραὴλ ἔσται τὸ ὄνομά σου, ὅτι ἐνίσχυσας μετὰ Θεοῦ καὶ μετὰ ἀνθρώπων δυνατὸς ἔσῃ ". ἔδειξε δὲ καὶ 82 τὴν αἰτίαν τῆς νίκης· μὴ δείσῃς γάρ, φησίν, ἄνθρωπον, ἐμοῦ σοι τῆς νί κης παραχωρήσαντος· διέμεινε δὲ καὶ μετὰ τὴν ἐγρήγορσιν ὁ μηρὸς ναρκῶν τε καὶ ὑποσκάζων, ἵνα μὴ φαντασίαν ὑπολάβῃ τὴν ὄψιν, ἀλλ' ἀκριβέστερον γνῷ τοῦ ἐνυπνίου τὸ ἀληθές. διὰ τοῦτο καὶ ἐρωτήσας τίνα προσηγορίαν ἔχει, οὐ μόνον διαμαρτάνει τῆς αἰτήσεως, ἀλλὰ καὶ ἐπι πλήττεται, ὡς ὑπερβὰς τὰ μέτρα τῆς φύσεως· " ἵνα τί, γάρ φησι, ἐρωτᾷς τὸ ὄνομά μου; καὶ τοῦτο θαυμαστόν ". ἐπισημαντέον δὲ κἀνταῦθα, ὡς τὸν αὐτὸν καὶ ἄνθρωπον ἐκάλεσε καὶ Θεόν· " ἐνίσχυσας, γὰρ ἔφη, μετὰ Θεοῦ". καὶ ἐκά λεσε τὸ ὄνομα τοῦ τόπου ἐκείνου Εἶδος Θεοῦ· εἶδον γὰρ Θεὸν πρόσωπον πρὸς πρόσωπον, καὶ ἐσώθη μου ἡ ψυχή ". καὶ πάλιν· " ἀνέτειλεν δὲ αὐτῷ ὁ ἥλιος, ἡνίκα παρῆλθε τὸ Εἶδος τοῦ Θεοῦ ". διὰ τούτων δὲ πάντων μανθάνομεν, ὡς ὁ μονογενὴς υἱὸς καὶ Θεὸς ἐπεφάνη κἀνταῦθα τῷ Ἰακώβ. XCIV Τί ἐστιν " οὗτός ἐστιν ὁ Ἀϊνὰν ὃς εὗρεν τὸν Ἰαμὴνἐν τῇ ἐρήμῳ, ὅτε ἔνεμεν τὰ ὑποζύγια Σεβεγὼν τοῦ πατρὸς αὐτοῦ "; Ὁ Σύρος λέγει πηγὴν αὐτὸν εὑρηκέναι· ἡ γὰρ πηγὴ αἰνὰ καλεῖται τῇ Σύρων φωνῇ. XCV Ὁ Ἰὼβ πόθεν κατάγει τὸ γένος; Ἀπὸ τοῦ Ἡσαῦ· τοῦτο γὰρ καὶ ἡ κατ' αὐτὸν ἱστορία διδάσκει· " ἄν 83 θρωπος γὰρ ἦν, φησίν, ἐν χώρᾳ τῇ Αὐσίτιδι ". δε δήλωκε δὲ τοῦτο καὶ ὁ μακάριος Μωϋσῆς· τῶν γὰρ ἐκ τοῦ Ἡσαῦ βεβασι λευκότων τὰς διαδοχὰς συγγράφων, οὕτως ἔφη· " ἀπέθανε δὲ Βα λὰκ καὶ ἐβασίλευσεν ἀντ' αὐτοῦ Ἰωβὰβ υἱὸς Ζαρὰ ἐκ Βοσόρας "· συμφωνεῖ δὲ ταῦτα τῇ τοῦ Ἰὼβ ἱστορίᾳ. XCVI ∆ιὰ τί ἐφθόνησαν τῷ Ἰωσὴφ οἱ ἀδελφοὶ αὐτοῦ; Ἠγαπᾶτο παρὰ τοῦ πατρὸς καὶ ὡς ὀψίγονος καὶ ὡς τῆς Ῥαχὴλ υἱὸς καὶ ὡς ἀρετῇ διαπρέπων· ἐβάσκαινον τοίνυν ὁρῶντες αὐτὸν προτιμώμενον· καὶ πρῶτον μὲν ἐπειράθησαν κακῶς αὐτὸν παρὰ τῷ πατρὶ διαθεῖναι, πολλαῖς κατ' αὐτοῦ λοιδορίαις χρησάμενοι· τοῦ σκοποῦ δὲ διαμαρτόν τες, ἀνελεῖν ἠβουλήθησαν, εἶτα συμβουλευθέντες ἀπέδοντο. τὸ δὲ τῶν δραγμάτων ὄναρ προσημαίνει τὴν διὰ τῶν πυρῶν γεγενημένην προσ κύνησιν· σιτοδοχίας γὰρ χάριν εἰς τὴν Αἴγυπτον εἰσελθόντες, κατὰ τὴν πρόρρησιν προσεκύνησαν. XCVII Τί δήποτε ἡ Θάμαρ ἑταιρικὸν σχῆμα περιθεμένη τὸν κηδεστὴν ἐξηπά τησεν; Περιφανὲς ἄγαν ἐγεγόνει τοῦ Ἀβραὰμ τὸ γένος δι' ἣν εἶχεν εὐσέβειαν. τοῦτο ἡ Θάμαρ εἰδυῖα, σπουδὴν ἔσχεν ἐξ ἐκείνου παιδοποιῆσαι τοῦ γέ νους· ἐπειδὴ τοίνυν αὐτὴν ὁ κηδεστὴς οὐ κατηγγύησε τῷ νεωτάτῳ παιδί, δείσας μὴ τοῖς ἀδελφοῖς παραπλησίως καὶ αὐτὸς τελευτήσῃ ἠναγκάσθη κλέψαι τῆς