1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

31

παιδοποιΐας τὰς ἀφορμάς, ἐπειδὴ προφανῶς λαβεῖν αὐτὰς ἐκωλύετο. πρὸς δὲ τούτῳ καὶ ἐλέγχει τὸν κηδεστήν, ὡς αὐτὸν μὲν οὐ σωφρονοῦντα, αὐτὴν δὲ σωφρονεῖν ἀναγκάζοντα. τοῦτο δὲ κἀκεῖνος κρί νων ἐδήλωσε· κύουσαν μὲν γὰρ αὐτὴν μεμαθηκώς, κατεψηφίσατο θάνα 84 τον· γνοὺς δὲ ὅθεν ἐκύησε, τὴν μὲν ἀθῷον ἀπέφηνεν, ἑαυτὸν δὲ κατέκρινε· " δεδικαίωται, γὰρ ἔφη, Θάμαρ ἢ ἐγώ, οὗ εἵνε κεν οὐ δέδωκα αὐτὴν Σηλὼμ τῷ υἱῷ μου "· ὅτι δὲ παιδοποιΐας χάριν, καὶ οὐ φιληδονίας, τοῦτο ἡ Θάμαρ ἐμηχανήσατο, τὰ μετὰ ταῦτα δηλοῖ· οὐκ ἔτι γάρ, οὔτε τῷ Ἰούδᾳ, οὔτε ἄλλῳ συνήφθη τινί, ἠρκέσθη δὲ μήτηρ κληθῆναι τῶν ἐξ ἐκείνου βεβλαστηκότων τοῦ σπέρματος. XCVIII Τίνος ἦν μήνυμα τὰ κατὰ τὸν Ζαρὰ καὶ τὸν Φαρές; Τῶν δύο λαῶν, ὁ Φαρὲς τῶν ἰουδαίων, καὶ ὁ Ζαρὰ τῶν ἐξ ἐθνῶν πεπιστευ κότων· καὶ γὰρ πρὸ τοῦ νόμου ἦσαν πολλοὶ τῆς εὐσεβείας τρόφιμοι, κατὰ πίστιν, οὐ κατὰ νόμον πολιτευόμενοι· διὰ τοῦτο ὁ Ζαρὰ προεξήνεγκε τὴν χεῖρα, τὴν πρὸ τοῦ νόμου πολιτείαν δεικνύς· τὸ δὲ κόκκινον σπαρ τίον μήνυμα ἦν τῶν παλαιῶν θυσιῶν· καὶ γὰρ ἐκεῖνοι θυσίαις τὸν Θεὸν ἱλεύοντο καὶ Ἄβελ καὶ Ἐνὼχ καὶ Νῶε καὶ Μελχισεδὲκ καὶ Ἀβραὰμ καὶἸσαὰκ καὶ Ἰακώβ· εἶτα ἐκείνου τὴν χεῖρα συστείλαντος, ἐξῆλθεν ὁ Φαρές· μέσος γὰρ ὁ νόμος τῶν πρὸ νόμου καὶ μετὰ νόμον. διὸ καὶ ὁ μακάριος λέγει Παῦλος· " νόμος δὲ παρεισῆλθε ", διδάσκων, ὅτι καὶ πρὸ τοῦ νόμου κατὰ πίστιν ἐδικαιοῦντο, καὶ μετὰ τὸν νόμον ἡ χάρις διέ λαμψε. καὶ ὁ Κύριος δὲ κατὰ σάρκα ἐκ τοῦ Φαρὲς ἐβλάστησεν· " ὧν, γάρ φησιν, οἱ πατέρες καὶ ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα ὁ ὢν ἐπὶ πάντων Θεός "· καὶ ἐν τῇ πρὸς ἑβραίους· " πρόδηλον γὰρ ὅτι ἐξ Ἰούδα ἀνα τέταλκεν ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός ". τοῦ το καὶ ὁ μακάριος Ματθαῖος τὴν γενεαλογίαν συγγράφων ἐδίδαξε. τοῦτο μέντοι τὸ διήγημα τέθεικεν ὁ μακάριος Μωϋσῆς διδάσκων ἰουδαίους, ὡς τοῦ ∆αβὶδ τὸ πολυθρύλλητον γένος, ἐκ γυναικῶν ἀλλοφύλων συνέσ 85 τη· ἵνα μὴ κατὰ τῶν ἐξ ἐθνῶν πεπιστευκότων ἀλαζονεύωνται, ὡς ἀκή ρατον φυλάξαντες τὴν εὐγένειαν. XCIX Θῶμεν τὴν Λείαν, ὡς ἀτελῆ κατὰ τὴν εὐσέβειαν, εἰρηκέναι τό " ηὐ τύχηκα ", πῶς ὁ ἱστοριογράφος τὰ κατὰ τὸν Ἰωσὴφ συγγράφων εἶπε τό, " ἦν ἀνὴρ ἐπιτυγχάνων "; Ἀνάγνωθι τὸ προτεταγμένον ῥητὸν καὶ εὑρήσεις τὴν λύσιν· εἰπὼν γάρ, " ἦν Κύριος μετὰ Ἰωσήφ ", ἐπήγαγε, " καὶ ἦν ἀνὴρ ἐπιτυγχάνων "· καὶ προστέθεικε, " καὶ ἐγένετο ἐν τῷ οἴκῳ παρὰ τῷ κυρίῳ τῷ αἰγυπτίῳ. ᾔδει δὲ ὁ κύ ριος αὐτοῦ, ὅτι Κύριος μετ' αὐτοῦ, καὶ ὅσα ἂν ποιεῖ Κύριος εὐοδοῖ ". οὐκοῦν εἰς ἅπαντα ἐπετύγχανεν ἐπει δὴ Κύριος ἦν μετ' αὐτοῦ· αὐτὸς γὰρ εὐώδου τὰ παρ' αὐτοῦ γιγνόμενα. τοῦτο καὶ τὰ κατὰ δεσμωτήριον διηγούμενος ἔφη· " πάντα γὰρ ἦν, φησί, διὰ χειρὸς Ἰωσήφ, διὰ τὸ τὸν Κύριον μετ' αὐτοῦ εἶναι, καὶ ὅσα αὐτὸς ἐποίει, Κύριος εὐώ δου ἐν ταῖς χερσὶν αὐτοῦ. C Πῶς εὐνοῦχος ὢν ὁ ἀρχιμάγειρος γυναῖκα εἶχεν; Μάλιστα μὲν οὖν καὶ τοὺς εὐνούχους καὶ τοὺς ἐκτομίας ὁμωνύμως καλοῦ σιν· οὐδὲν δὲ ἦν ἀπεικὸς καὶ εὐνοῦχον ὄντα γυναῖκα ἔχειν ἐν τῇ οἰκίᾳ, τῶν ἔνδον ἐπιμελουμένην πραγμάτων. CI Τίνος ἕνεκεν, χρόνου τοσούτου παρεληλυθότος, οὔτε Ἰωσὴφ τῷ πατρὶ τὴν δουλείαν ἐγνώρισεν, οὔτε ὁ Θεὸς δι' ἀποκαλύψεως ἐδήλωσε τοῦτο τῷ Ἰακώβ; 86 Ἔδει κατὰ τὴν πρόρρησιν τὴν πρὸς τὸν Ἀβραὰμ γεγενημένην, τὸν Ἰακὼβ μετὰ τῶν παίδων καὶ τῶν ἐκγόνων εἰς τὴν Αἴγυπτον κατελθεῖν. εἰ δὲ τὰ κατὰ τὸν Ἰωσὴφ ἐγνώκει, πάντως ἂν αὐτὸν λύτρα πεπομφὼς ἐπανήγαγε. τούτου χάριν αὐτὸν ἀθυμοῦντα παρεῖδεν, ἵνα καὶ τὴν οἰκο νομίαν πληρώσῃ καὶ θυμηρεστέραν αὐτῷ μετὰ ταῦτα τὴν ζωὴν κατασ τήσῃ· καὶ αὐτὸς δὲ ὁ Ἰωσὴφ τοῦ Θεοῦ τὴν οἰκονομίαν διδάσκει τοὺς ἀδελφούς· " εἰς γὰρ ζωήν, φησίν, ἀπέσταλκέ με ὁ Θεὸς ἔμπροσθεν ὑμῶν, τοῦ διαθρέψαι λαὸν πολύν ". καὶ ὁ ∆αβὶδ ταῦτά φησι· " καὶ ἐκάλεσε λιμὸν ἐπὶ τὴν γῆν, πᾶν στήριγμα ἄρτου συνέτριψεν, ἀπέστειλεν ἔμπροσθεν αὐτῶν ἄνθρωπον, εἰς δοῦλον ἐπρά θη Ἰωσήφ ", καὶ τὰ ἑξῆς. εἰ δὲ ὁ πατριάρχης τοῦ παιδὸς τὴν δου λείαν ἐγνώκει, πάντως ἂν αὐτὸν ἐλυτρώσατο· λυτρωθεὶς δὲ οὐκ ἂν δεσ μωτήριον ᾤκησεν· εἰ δὲ μὴ τοῦτο ἐγεγόνει, οὐκ ἂν τοὺς