32
ὀνείρους τοῖς οἰκέταις ἐκείνοις ἡρμήνευσεν· μὴ ἑρμηνεύσας δὲ γνώριμος οὐκ ἂν ἐγεγόνει τῷ Φαραώ· γνώριμος δὲ μὴ γενόμενος, οὐκ ἂν τὴν διὰ τῶν ὀνείρων ἐσα φήνισε πρόρρησιν. τοῦτο δὲ μὴ δεδρακώς, οὐκ ἂν ἐπιστεύθη τῆς Αἰγύπ του τὰς ἡνίας· τῆς Αἰγύπτου δὲ μὴ παραλαβὼν τὴν ἀρχήν, οὐκ ἂν τὸν πατριάρχην μετὰ τοῦ γένους ἤγαγεν εἰς τὴν Αἴγυπτον. ἐκ τοῦ τέλους οὖν γίνεται δῆλος τῆς θείας οἰκονομίας ὁ σκοπός. CII Οὐκοῦν οὐκ ἐξήμαρτον οἱ ἀδελφοὶ οἰκονομίᾳ ὑπουργήσαντες θείᾳ; Τὸ μὲν ἐκείνων ἔργον βασκανίας καὶ φθόνου, σοφὸς δὲ ὢν ὁ Θεός, τῇ πο 87 νηρίᾳ τῇ ἐκείνων εἰς τοὐναντίον ἐχρήσατο· δι' ὧν γὰρ ἐπειράθησαν κωλῦσαι τῶν ὀνείρων τὴν ἔκβασιν, διὰ τούτων ἐπιτέθεικε τοῖς ὀνείροις τὸ τέλος. CIII Τίνος χάριν εὐθὺς ὀφθεῖσι τοῖς ἀδελφοῖς ὠμότερον προσηνέχθη; Μεμνημένος τῶν εἰς αὐτὸν γεγενημένων, καὶ τὸν Βενιαμὶν οὐκ ἰδών, ὑπε τόπασε κἀκεῖνον ταὐτὰ παρ' αὐτῶν πεπονθέναι· ἐπειδὴ δὲ ζῶντα τὸν ἀδελφὸν εἶδε, καὶ συγγνώμης καὶ παντοδαποῦς κηδεμονίας ἠξίωσε. CIV Τίνα ἑρμηνείαν ἔχει τό " ψομιθὸμ φανέχ "; Τῶν ἀπορρήτων ἑρμηνευτὴν αὐτὸν κέκληκεν, ὡς τοὺς ὀνείρους διασα φήσαντα. CV Τίνος ἕνεκεν τὸν δεύτερον, καὶ οὐ τὸν πρῶτον, τῶν ἀδελφῶν καθειρχθῆ ναι προσέταξεν; Ἐγνώκει τοῦ Ῥουβὴν τὸν σκοπὸν καὶ ᾔδει σαφῶς ὁπόσους ὑπὲρ αὐτοῦ πρὸς τοὺς ἀδελφοὺς ἐποιήσατο λόγους, καὶ ὅσην ὑπὲρ τῆς αὐτοῦ σωτη ρίας εἰσενηνόχει σπουδήν. ἐπειδὴ τοίνυν οὐ συνήργησεν ὁ Συμεὼν τῷ Ῥουβὴν μάλα δικαίως αὐτὸν καθειρχθῆναι προσέταξεν· ἀλλ' ἐκδεδη μηκότων τῶν ἀδελφῶν, πάσης αὐτὸν θεραπείας ἠξίωσε. τούτων μέντοι γινομένων ἡσυχίαν ἄγειν τὸ συνειδὸς οὐκ ἠνείχετο, ἀλλὰ τῆς γεγενη μένης εἰς τὸν ἀδελφὸν παρανομίας ἀνέμνησεν· " εἶπε, γάρ φησιν, ἕκασ τος πρὸς τὸν ἀδελφὸν αὐτοῦ· ναί, ἐν ἁμαρτίαις 88 γάρ ἐσμεν περὶ τοῦ ἀδελφοῦ ἡμῶν, ὅτι ὑπερεί δομεν τὴν θλῖψιν τῆς ψυχῆς αὐτοῦ, ὅτε κατε δέετο ἡμῶν, καὶ οὐκ εἰσηκούσαμεν αὐτοῦ. ἕνε κεν τούτου ἐπῆλθεν ἐφ' ἡμᾶς ἡ θλῖψις αὕτη ". καὶ ὁ Ῥουβὴν δὲ εἰς καιρὸν ἐπάγει τὸν ἔλεγχον· " εἶπε, γάρ φησιν, αὐ τοῖς· οὐκ ἐλάλησα ὑμῖν, λέγων, μὴ ἀδικήσητε τὸ παιδάριον, καὶ οὐκ εἰσηκούσατέ μου; καὶ ἰδοὺ τὸ αἷμα αὐτοῦ ἐκζητεῖται ". ἐντεῦθεν ἐστι γνῶ ναι σαφῶς τὸ ἀκλινὲς τοῦ συνειδότος κριτήριον· τῆς γὰρ πρὸ δύο καὶ εἴκοσι ἐτῶν γεγενημένης ἀναμιμνῄσκει παρανομίας. CVI ∆ιὰ τί τῷ Ῥουβὴν οὐκ ἐθάρρησε δοῦναι τὸν Βενιαμὶν ὁ πατήρ; Ὕποπτος ἦν αὐτῷ διὰ τὴν παράνομον συνουσίαν καὶ τῆς εὐνῆς παροι νίαν· ἠγνόει δὲ καὶ ὅσην ὑπὲρ τοῦ Ἰωσὴφ εἰσενηνόχει σπουδήν. CVII Τί ἐστιν " οἰωνισμῷ οἰωνίζεται ἐν αὐτῷ "; Αὐξῆσαι τῆς δοκούσης κλοπῆς τὸ ἔγκλημα βουληθέντες, μαντείας ὄργα νον τὸ ποτήριον ὀνομάζουσι· τοῦτο δὲ καὶ αὐτὸς ἔφη Ἰωσήφ· " οὐκ οἴδατε ὅτι οἰωνισμῷ οἰωνιεῖται ἄνθρωπος οἷος ἐγώ "; ταῦτα δὲ ἔλεγεν, οὐ μαντείᾳ καὶ οἰωνοῖς κεχρημένος, ἀλλὰ πρὸς τὴν προκειμένην ὑπόθεσιν σχηματίζων τοὺς λόγους· ἄξιον δὲ αὐτοῦ θαυ μάσαι τῶν λόγων τὸ ἀκριβές. οὐδὲ ἀδελφοὺς γὰρ ὑποκρινόμενος ἠνέσχετο ἑαυτῷ τὸν οἰωνισμὸν περιθεῖναι, ἀλλ' ἄλλῳ τινὶ τὴν αὐτὴν πεπιστευ μένῳ ἀρχήν· οὐ γὰρ εἶπεν οἰωνίζομαι, ἀλλ' " οἰωνισμῷ οἰω νιεῖται ἄνθρωπος οἷος ἐγώ ". 89 CVIII Τί δήποτε τὸ κατὰ τὸ κόνδυ κατεσκεύασε δρᾶμα; Βασανίσαι τῶν ἀδελφῶν ἠβουλήθη τὴν γνώμην, καὶ γνῶναι σαφῶς, εἰ τῷ Βενιαμὶν συκοφαντουμένῳ συναγωνίζονται· διά τοι τοῦτο καὶ εἰς τὸν ἐκείνου σάκκον τὸ κόνδυ κατέκρυψεν. ἐπειδὴ δὲ οὐχ ἁπλῶς συνηγο ροῦντας, ἀλλὰ καὶ ὑπερμαχοῦντας ἐθεάσατο, ῥίψας τὸ προσωπεῖον τὸ ἀδελφικὸν ἐπέδειξε πρόσωπον· ἐκείνων δὲ καταπτηξάντων, καὶ μονονουχὶ χάναι αὐτοῖς βουληθέντων τὴν γῆν, αὐτὸς παραθαρρύνει λέγων· " νῦν οὖν μὴ φοβεῖσθε, μηδὲ σκληρὸν ὑμῖν φανήτω ὅτι ἀπέδοσθέ με ὧδε. εἰς γὰρ ζωὴν ἀπέσταλκέ με ὁ Θεὸς ἔμπροσθεν ὑμῶν ". μάλα δὲ χαριέντως καὶ προπέμπων αὐτοὺς παρῄνεσεν· " μὴ ὀργίζεσθε, γάρ φησιν, ἐν τῇ ὁδῷ ", ἀντὶ τοῦ μὴ τοιαῦτα δράσητε οἷα εἰς ἐμὲ τετολμήκατε. CIX Τί δήποτε καὶ τὴν γῆν τῶν αἰγυπτίων καὶ τὰ κτήνη προσεπόρισε