1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

33

τῷ βασιλεῖ; Οὔτε τὰ κτήνη θρέψαι οἷον τε ἦσαν ἐν σιτοδείᾳ καὶ σπανοσιτίᾳ, οὔτε σπεῖραι τὴν γῆν· ταῦτα τοίνυν λαβὼν ἐν τῷ καιρῷ τοῦ λιμοῦ ὕστερον ἀποδέδωκε, τῆς προσόδου τὸ πέμπτον εἰσφέρειν νομοθετήσας, ἵνα ἐν ταῖς ἐνδείαις ἀποκειμένας ἔχωσι τὰς τῆς ζωῆς ἀφορμάς· εἰς θεραπείαν δὲ τοῦ βασιλέως τὴν ἱερατικὴν γῆν ἀτελῆ καταλέλοιπε μόνην· ταύτης δὲ τῆς τιμῆς οἱ τοῦ Θεοῦ τοῦ ὄντος οὐκ ἀπολαύουσιν ἱερεῖς. τοσοῦτον οἱ δυσσεβεῖς τοῖς οὐκ οὖσι θεοῖς ἀπένεμον σέβας. 90 CX ∆ιὰ τί ὁ Ἰακὼβ εἰς τὴν Χεβρὼν τὸ σῶμα αὐτοῦ ταφῆναι κελεύει; Οὐ τάφου φροντίζων, ὥς τινες ὑπειλήφασιν, ἀλλὰ τὸ γένος ψυχαγωγῶν καὶ διδάσκων ὡς ἅπαντας αὐτοὺς ὁ δεσπότης Θεὸς μεταστήσει τῆς Αἰ γύπτου καὶ τὴν ἐπηγγελμένην αὐτοῖς ἀποδώσει γῆν· τοῦτον δὲ σαφέσ τερον ὁ Ἰωσὴφ τὸν λόγον ἀπέφηνε· τελευτῶν γὰρ οὕτως ἔφη· " ἐγὼ ἀποθνῄσκω, ἐπισκοπῇ δὲ ἐπισκέψεται ὑμᾶς ὁ Θεός, καὶ ἀνάξει ὑμᾶς ἐκ τῆς γῆς ταύτης εἰς τὴν γῆν ἣν ὤμοσεν ὁ Θεὸς τοῖς πατράσιν ἡμῶν, τῷ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ ". καὶ ὥρκισεν Ἰωσὴτοὺς υἱοὺς Ἰσραὴλ λέγων· " ἐν τῇ ἐπισκοπῇ ᾗ ἐπισκέψε ται ὑμᾶς ὁ Θεὸς καὶ συνανοίσετε τὰ ὀστᾶ μου ἐντεῦθεν μεθ' ὑμῶν ", ὡς εἶναι δῆλον, ὅτι κἀκεῖνος καὶ οὗτος τὴν ἐπάνοδον προαγορεύοντες τὰ περὶ τῆς ταφῆς ἐνετείλαντο. CXI Τί ἐστι " προσεκύνησεν Ἰσραὴλ ἐπὶ τὸ ἄκρον τῆς ῥάβδου αὐτοῦ "; Καὶ πρεσβύτης ὢν καὶ ἀσθενῶς διακείμενος ἐπὶ τῆς κλίνης κατέκειτο· γνοὺς δὲ τοῦ παιδὸς τὴν παρουσίαν, ἐξαναστὰς ἐκαθέσθη· βακτηρίᾳ δὲ κεχρημένος ἐπεστηρίζετο αὐτῇ, τοῦ μὲν ἄκρου ταύτης ἐπειλημμένος τῇ δεξιᾷ, ἐπικείμενον δὲ τὸ πρόσωπον ἔχων. ἡσθεὶς τοίνυν ἐπ' αὐτῷ, καὶ τῇ τῆς ταφῆς ἐπαγγελίᾳ προσεκύνησεν ἐπικλίνας τῇ ῥάβδῳ τὴν κεφα λήν· καὶ πρῶτον μὲν τὸ τοῦ Ἰωσὴφ ἐνύπνιον τὸ πέρας ἐδέξατο· " εἶδε γὰρ τὸν ἥλιον καὶ τὴν σελήνην καὶ ἕνδεκα ἀστέ ρας προσκυνοῦντας αὐτῷ. " πρὸς δὲ τούτοις προαγο ρεύει καὶ τῆς Ἐφραῒμ φυλῆς τὴν βασιλείαν καὶ τῶν δέκα φυλῶν τὴν ὑπο ταγήν· ταῦτα γὰρ καὶ ὁ θεῖος ἀπόστολος ἔφη· " πίστει Ἰακὼβ 91 ἕκαστον τῶν υἱῶν Ἰωσὴφ εὐλόγησε καὶ προ σεκύνησεν ἐπὶ τὸ ἄκρον τῆς ῥάβδου αὐτοῦ ". δέδωκε δὲ αὐτῷ καὶ κλῆρον διπλοῦν· " Ἐφραΐμ, γάρ φησι, καὶ Μανασσῆς ὡς Ῥουβὴν καὶ Συμεὼν ἔσονταί μοι ". προφητικῶς δὲ προτέταχε τοῦ Μανασσῆ τὸν Ἐφραΐμ· καὶ γὰρ τοῦ Ἰωσὴφ ὡς πρωτοτόκῳ τῷ Μανασσῇ τὰ πρεσβεῖα φυλάξαντος καὶ κατὰ τάξιν ἑκάτερον στήσαντος, ἐναλλάξας ὁ πατριάρχης τὰς χεῖρας ἐπιτέ θεικε τῷ νεωτέρῳ τὴν δεξιάν, τὴν εὐώνυμον δὲ τῷ πρεσβυτέρῳ. εἶτα νομίσας ὁ Ἰωσὴφ ἐξ ἀγνοίας δεδρακέναι τοῦτο τὸν Ἰακὼβ καὶ τοπάσας τοῦ πάθους εἶναι τῶν ὀφθαλμῶν τὴν αἰτίαν, καὶ εἰρηκώς· " οὐχ οὕ τως, πάτερ, οὗτος γάρ ἐστιν ὁ πρεσβύτερος ", ἤκουσεν· " οἶδα, τέκνον, οἶδα· καὶ οὗτος ἔσται εἰς λαόν, καὶ οὗτος ὑψωθήσεται, ἀλλ' ὁ ἀδελφὸς αὐτοῦ ὁ νεώτερος μείζων αὐτοῦ ἔσται ". ἐπιση μαντέον δὲ ὅτι πανταχοῦ τῶν πρωτοτόκων οἱ μετ' αὐτοὺς προτιμῶνται· καὶ γὰρ τοῦ Κάϊν προεκρίθη ὁ Ἄβελ, καὶ τοῦ Ἰάφεθ ὁ Σὴμ δεύτερος ὤν· " ἀδελφός, γάρ φησιν, Ἰάφεθ τοῦ μείζονος ". καὶ τοῦ Ἰσμαὴλ ὁ Ἰσαὰκ καὶ τοῦ Ἡσαῦ ὁ Ἰακὼβ καὶ τοῦ Ῥουβὴν καὶ Ἰδα ὁ Ἰωσὴφ καὶ τοῦ Μανασσῆ ὁ Ἐφραΐμ. τοῦτο καὶ ἐν τοῖς μετὰ ταῦτα εὕροι τις ἄν. καὶ γὰρ τοῦ Ἀαρὼν ὁ Μωϋσῆς προετάχθη, καὶ ∆αβὶδ νεώ τατος ὢν τῶν ἑπτὰ ἀδελφῶν. ὁ μέντοι πατριάρχης Ἰακὼβ ἐδίδαξε διὰ τῆς προρρήσεως τῆς ταφῆς τὴν αἰτίαν· " ἰδού, γάρ φησιν, ἐγὼ ἀποθνῄσκω, καὶ ἔσται ὁ Θεὸς μεθ' ὑμῶν καὶ ἀποσ τρέψει ὑμᾶς εἰς τὴν γῆν τῶν πατέρων ἡμῶν ". CXII Πῶς εὐλογῆσαι λέγεται τοὺς παῖδας ὁ Ἰακὼβ ἐνίοις ἐπαρασάμενος; 92 Οὔτε ἀραί εἰσιν, οὔτε εὐλογίαι, ἀλλὰ προρρήσεις οἱ τελευταῖοι τοῦ πα τριάρχου λόγοι· " συνάχθητε, γάρ φησιν, ἵνα ἀπαγγείλω ὑμῖν τί ἀπαντήσεται ὑμῖν ἐπ' ἐσχάτων τῶν ἡμερῶν ". ἐμνήσθη δὲ καὶ τῶν παρ' ἐνίων γεγενημένων· οὐκ ἐπει δὴ δίκας οἱ παῖδες εἰσεπράττοντο τῶν πατρικῶν ἁμαρτημάτων, ἀλλὰ σχηματίζων εἰς ἀρὰν καὶ εὐλογίαν τοὺς λόγους, εἰς κοινὴν τῶν ἐντευ ξομένων ὠφέλειαν. καὶ τῷ μὲν Ῥουβὴν αὐθάδειαν ἐπιμέμφεται καὶ θρασύ τητα καὶ τὴν εἰς τὴν πατρῴαν εὐνὴν παροινίαν·