34
οὗ δὴ χάριν ὀλίγους αὐτοῦ γεγενῆσθαι τοὺς ἀπογόνους προλέγει· τοῦτο γὰρ δηλοῖ τό " ὡς ὕδωρ μὴ ἐκζέσῃς ", ἀντὶ τοῦ, μὴ θερμανθείης εἰς πολυγονίαν. νεμεσᾷ δὲ καὶ τῷ Συμεὼν καὶ τῷ Λευῒ τῶν σικημιτῶν ἄδικον ὄλεθρον ὀδυ ρόμενος καὶ εὔχεται μηδεμίαν κοινωνίαν εἰς τὴν παρανομίαν ἔχειν ἐκεί νην. ἐπαρᾶται μέντοι οὐκ αὐτοῖς, ἀλλὰ τοῖς πονηροῖς αὐτῶν πάθεσι, τῇ ὀργῇ τῇ μήνιδι· ἐπιθυμίαν δὲ τὴν ὀργὴν ἐκάλεσεν· ἐκ ταύτης γὰρ καὶ ἡ ὀργὴ τὴν ἐτυμολογίαν ἔχει· ὀρέγεται γὰρ ὁ ὀργιζόμενος ἀμύνασθαι τὸν ἐχθρόν· καὶ αὕτη δὲ ἡ τιμωρία πρόρρησις ἦν· " διαμεριῶ γὰρ αὐτούς, φησίν, ἐν Ἰακὼβ καὶ διασπερῶ αὐτοὺς ἐν Ἰσραήλ ". ἀλλ' ἡ τοῦ Λευῒ φυλὴ διὰ τὴν ἄκραν διεσπάρη τιμήν, ὥστε γὰρ ἑκάστῃ φυλῇ συνεῖναι λευΐτας καὶ ἱερέας, καὶ τὴν παρ' αὐτῶν ὠφέλειαν καρποῦσθαι. οὐκ ἔλαβον ἴδιον κλῆρον, ἀλλ' ἐν ἑκάστῃ φυλῇ τινες αὐτοῖς ἀπενεμήθησαν πόλεις, καὶ τῆς προαστείου γῆς ὡρισμένος πήχεων ἀριθμός. καὶ ἡ τοῦ Συμεὼν δὲ φυλὴ οὐκ εἶχε κλῆρον κεχωρισμένον, ἀλλὰ κατὰ τὴν τοῦ πατριάρχου πρόρρησιν, μεταξὺ τῶν ἄλλων διεσπάρη φυλῶν. τοῦ δὲ Ἰούδα πολλοὺς ἐπαίνους διέξεισιν· " Ἰούδα, σὲ 93 αἰνέσαισαν οἱ ἀδελφοί σου· αἱ χεῖρές σου ἐπὶ νώτου τῶν ἐχθρῶν σου· προσκυνήσουσί σοι οἱ υἱοὶ τοῦ πατρός σου· σκύμνος λέοντος Ἰούδα· ἐκ βλαστοῦ, υἱέ μου, ἀνέβης, ἀναπεσὼν ἐκοι μήθης ὡς λέων, καὶ ὡς σκύμνος· τίς ἐγερεῖ αὐ τόν "; ἀλλὰ τούτων οὐδὲν τῷ Ἰούδα ἁρμόττει ἀλλ' ἢ τῇ ἐκ τούτου βλαστησάσῃ φυλῇ. βασιλικὴ γὰρ ἦν αὕτη, πρώτου μὲν τοῦ ∆αβὶδ βασιλεύσαντος εἶτα τῶν ἐξ ἐκείνου· καὶ πασῶν δὲ τῶν ἄλλων φυλῶν ἦν δυνατωτάτη· καὶ γὰρ ἡνίκα ∆αβὶδ ὁ βασιλεὺς ἀριθμηθῆναι προσέταξε τὸν λαόν, τετρακοσίας τοῦ Ἰούδα χιλιάδας εὗρε, τῶν δὲ ἄλλων φυλῶν ἐννακοσίας· καὶ μέντοι κἂν τῇ ἐρήμῳ διαριθμηθέντες πλείους ὤφθησαν τῶν ἄλλων φυλῶν. ἀλλὰ τὸ ἀκριβὲς τῆς προρρήσεως τὴν ἔκβασιν ἔλα βεν ἐπὶ τοῦ δεσπότου Χριστοῦ, ὃς ἐκ βλαστοῦ ἀνέτειλε, κατὰ τὸν πα τριάρχην Ἰακὼβ καὶ κατὰ τὸν προφήτην Ἠσαΐαν· " ἐξῆλθε ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαὶ καὶ ἄνθος ἐκ τῆς ῥίζης ἀνέβη ". αὐτῷ δὲ καὶ τό· " ἀναπεσὼν ἐκοιμήθη ὡς λέων, ἁρμόττει καὶ ὡς σκύμνος λέοντος ". ὥσπερ γὰρ ὁ λέων καὶ καθεύδων ἐστι φοβερός, οὕτως ὁ δεσποτικὸς θάνατος φοβερὸς καὶ τῷ θανάτῳ καὶ διαβόλῳ γεγένηται. λέοντα δὲ αὐτὸν καὶ σκύμνον κέκληκε λέοντος ὡς βασιλέα καὶ βασιλέως υἱὸν καὶ Θεὸν καὶ Θεοῦ υἱόν· καὶ κατὰ τὸ ἀνθρώπινον γὰρ ἐκ τοῦ ∆αβὶδ ἐβλάστησε, καὶ ὡς Θεὸς πρὸ τῶν αἰώνων ἐκ τοῦ πατρὸς ἐγεννήθη. καὶ τό " τίς ἐγερεῖ αὐτόν "; τὴν ἄφατον αὐτοῦ δείκνυσι δύναμιν· αὐτὸς γὰρ ἑαυτὸν ἀνέστησε, κατὰ τὴν αὑτοῦ πρόρρησιν· " λύσατε τὸν ναὸν τοῦ τον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν ". προ αγορεύει καὶ τῆς ἐπιφανείας αὐτοῦ τὸν καιρόν· " οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα καὶ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ ᾧ ἀπόκειται, καὶ αὐτὸς προσ δοκία ἐθνῶν ". τοῦτο τῆς τοῦ Κυρίου παρουσίας σημεῖον σαφέσ 94 τατον· ἐξέλιπον γὰρ τῶν ἰουδαίων οὐχ οἱ βασιλεῖς μόνον, ἀλλὰ καὶ οἱ ἀρχιερεῖς καὶ οἱ προφῆται, ὥστε δειχθῆναι τὸ τῆς προρρήσεως τέλος· τοῦ γὰρ σωτῆρος ἡμῶν τίκτεσθαι μέλλοντος, ἀλλόφυλοι αὐτῶν ἐκρά τησαν βασιλεῖς, ἵνα ὁ αἰώνιος δειχθῇ βασιλεύς, ἡ τῶν ἐθνῶν προσδοκία, κατὰ τὴν δοθεῖσαν παρὰ τοῦ Θεοῦ τῶν ὅλων τοῖς πατριάρχαις ἐπαγ γελίαν. καὶ γὰρ καὶ τῷ Ἀβραὰμ καὶ τῷ Ἰσαὰκ καὶ τῷ Ἰακὼβ ὑπέσχετο ὁτῶν ὅλων Θεὸς ἐν τῷ σπέρματι αὐτῶν εὐλογήσειν πάντα τὰ ἔθνη τῆς γῆς. τοῦτο ἐνταῦθα παρεδήλωσε τὸν Ἰούδαν εὐλογῶν ὁ Ἰακὼβ ὁ πατριάρχης· " οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα καὶ ἡγού μενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ ᾧ ἀπό κειται καὶ αὐτὸς προσδοκία ἐθνῶν ". εἶτα δεικνὺς τὸν ἐξ ἐθνῶν καὶ ἰουδαίων συστάντα λαόν· " δεσμεύων πρὸς ἄμπελον τὸν πῶλον αὐτοῦ καὶ τῇ ἕλικι τῆς ἀμ πέλου τὸν πῶλον τῆς ὄνου αὐτοῦ "· ὅτι δὲ ἄμπελος ὁ Ἰσραὴλ ὠνομάζετο, ἅπαντες οἱ προφῆται διδάσκουσι· καὶ γὰρ ∆αβίδ φησιν· " ἄμπελον ἐξ Αἰγύπτου μετῆρας " καὶ τὰ ἑξῆς. καὶ ὁ Ἠσαΐας, " ἀμπελὼν ἐγενήθη τῷ ἠγαπημένῳ ἐν κέρατι, ἐν τόπῳ πίονι "· καὶ διὰ τοῦ Ἰερεμίου ὁ τῶν ὅλων ἔφη Θεός· " ἐγὼ δὲ ἐφύτευσά σε ἄμπελον καρποφό ρον, πᾶσαν ἀληθινήν "·