1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

35

καὶ διὰ τοῦ νομοθέτου· " ἐκ γὰρ ἀμπέλου Σοδόμων ἡ ἄμπελος αὐτῶν ". καὶ ὁ Κύριος ἐν τοῖς ἱεροῖς εὐαγγελίοις· " ἄνθρωπός τις ἐφύτευσεν ἀμ πελῶνα καὶ ἐξέδοτο αὐτὸν γεωργοῖς καὶ ἀπε δήμησεν ". πῶλον δὲ τὸν ἐξ ἐθνῶν ὀνομάζει λαὸν ὡς ἀδάμαστον ὄντα καὶ πωλοδάμνην οὐκ ἐσχηκότα. τοῦτο γὰρ καὶ ὁ Κύριος ᾐνίξατο τοῖς ἀποστόλοις προστεταχὼς " εἰς τὴν κατέναντι κώμην ἀπελθεῖν καὶ λῦσαι τὴν ὄνον τὴν δεδεμένην, καὶ τὸν ταύτης πῶλον, ἐφ' ὅν φησιν οὐδεὶς ἀνθρώ 95 πων ἐκάθισεν "· οὔτε γὰρ πατριάρχης οὔτε νομοθέτης οὔτε προ φήτης, τῆς τῶν ἐθνῶν ἐφρόντισε σωτηρίας· οἱ δὲ θεῖοι ἀπόστολοι προσ ταχθέντες μαθητεῦσαι πάντα τὰ ἔθνη καὶ βαπτίσαι εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, ἔλυσαν μὲν τὴν ὄνον, τουτέστι τῶν ἀνθρώπων τὴν φύσιν, τὴν δεδεμένην ταῖς τῆς ἁμαρτίας σειραῖς· ἔλυσαν δὲ καὶ τὸν πῶλον, τὸν ἐκ ταύτης βεβλαστηκότα λαόν· καὶ ἐπιθέντες αὐτῷ τὰ ἑαυτῶν ἱμάτια, τουτέστι τὴν χάριν ἧς ἔτυχον· " ὅσοι γὰρ εἰς Χριστὸν ἐβαπτίσθησαν, Χρισ τὸν ἐνεδύσαντο "· καὶ εὐήνιον ἀπέφηναν τὸν ἀδάμαστον πῶ λον, καὶ ἐπεκάθισαν αὐτῷ τὸν δεσπότην καὶ προσέδησαν αὐτὸν τῇ ἀμ πέλῳ, τουτέστιν ἑαυτοῖς· ἐξ ἰουδαίων γὰρ οἱ ἀπόστολοι· καὶ οὐ μόνον αὐτοὶ ἀλλὰ καὶ οἱ ἑβδομήκοντα μαθηταὶ καὶ οἱ τρισχίλιοι οὓς κατὰ ταὐτὸν ἐσαγήνευσε τῶν ἀποστόλων ὁ πρῶτος, καὶ οἱ πεντακισχίλιοι καὶ αἱ πολλαὶ μυριάδες περὶ ὧν ὁ τρισμακάριος Ἰάκωβος τῷ θειοτάτῳ διε λέχθη Παύλῳ. οὐ μόνον τοίνυν τοῖς ἀποστόλοις συνήφθησαν οἱ πεπισ τευκότες ἀλλὰ καὶ τοῖς τῶν ἀποστόλων μαθηταῖς· καὶ τοῦτο προορῶν ὁ πατριάρχης ἔφη· " δεσμεύων πρὸς ἄμπελον τὸν πῶ λον αὐτοῦ καὶ τῇ ἕλικι τῆς ἀμπέλου τὸν πῶ λον τῆς ὄνου αὐτοῦ ". εἶτα καὶ τὸ πάθος προλέγει· " πλυ νεῖ ἐν οἴνῳ τὴν στολὴν αὐτοῦ, καὶ ἐν αἵματι σταφυλῆς τὴν περιβολὴν αὐτοῦ, χαροποιοὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἀπὸ οἴνου καὶ λευκοὶ οἱ ὀδόντες αὐτοῦ ἢ γάλα ". καὶ τὸ μὲν σῶμα αὐτοῦ στο λὴν ὀνομάζει, τὸ δὲ αἷμα οἶνον· ἐπειδὴ καὶ τὸν μυστικὸν οἶνον αἷμα κέ κληκεν ὁ δεσπότης· ἀκούομεν δὲ καὶ τοῦ εὐαγγελιστοῦ Ἰωάννου διδάσ κοντος, ὡς τοῦ στρατιώτου νύξαντος αὐτοῦ τὴν πλευρὰν ἐξῆλθεν αἷμα καὶ ὕδωρ. οὗτοι δὲ οἱ κρουνοὶ διὰ τοῦ σώματος κατερρύησαν· διὰ τοῦτό φησιν ὁ πατριάρχης· " πλυνεῖ ἐν οἴνῳ τὴν στολὴν αὐ τοῦ καὶ ἐν αἵματι σταφυλῆς τὴν περιβολὴν αὐ τοῦ ". εἶτα δείκνυσι τὴν ἀπὸ τοῦ πάθους γενησομένην εὐθυμίαν· 96 " χαροποιοὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἀπὸ οἴνου ". εὐφροσύνη γὰρ τῆς οἰκουμένης τὸ σωτήριον πάθος· ὅτι δὲ οὕτω τὸ πά θος ἐκάλεσε, μάρτυς αὐτὸς ὁ Κύριος λέγων· " πάτερ, εἰ δυνατόν, παρελθέτω τὸ ποτήριον τοῦτο ἀπ' ἐμοῦ ". οὕτω καὶ τοῖς υἱοῖς ἔφη Ζεβεδαίου· " δύνασθε πιεῖν τὸ ποτήριον ὃ ἐγὼ μέλλω πίνειν "; τὸ τοίνυν χαροποιὸν τῶν ὀφθαλμῶν τὴν μετὰ τὸ πάθος εὐφροσύνην δηλοῖ· μετὰ γὰρ τὸ πάθος καὶ τὴν ἀνάσ τασιν, εἰς πᾶσαν ἀπεστάλησαν τὴν οἰκουμένην οἱ μαθηταί, τὴν σωτη ρίαν προσφέροντες τοῖς πιστεύουσι. τῆς δέ γε διδασκαλίας τὸ διειδὲς καὶ τὸ διαφανὲς λευκοτάτοις ὀδοῦσιν ἀπείκασεν· " λευκοί, γάρ φη σιν, οἱ ὀδόντες αὐτοῦ ἢ γάλα ". τοσαῦτα προείρηκεν ὁ πατριάρχης εὐλογῶν τὸν Ἰούδαν· τοῦ δὲ Ζαβουλὼν προεῖπε τὴν παρά λιον οἴκησιν· τοῦ δὲ Ἰσσάχαρ τὴν γηπονίαν· τοῦ δὲ ∆ᾶν, κατὰ μέν τινας, τὰ ὑπὸ τοῦ Σαμψὼν γεγενημένα. ἐκ ταύτης γὰρ ἦν τῆς φυλῆς· συνη ριθμήθη δὲ καὶ τοῖς κριταῖς· καὶ διὰ τοῦτό φησιν, ἔφη· " ∆ὰν κρινεῖ τὸν ἑαυτοῦ λαὸν ὡσεὶ καὶ μία φυλὴ ἐν Ἰσρα ήλ ". ἔνιοι δέ φασι τὰ κατὰ τὴν Λάϊσαν τὴν νῦν Πανεάδα καλουμένην προαγορεῦσαι. ἐξαπίνης γάρ τινες ἀπὸ ταύτης ὁρμώμενοι τῆς φυλῆς ταύτῃ προσβαλόντες τῇ πόλει, εἷλόν τε κατακράτος, καὶ ᾤκησαν καὶ τὴν οἰκείαν αὐτῇ προσηγορίαν ἐπέθηκαν· ∆ὰν γὰρ αὐτὴν ἐκάλεσαν. ἐγὼ δὲ οἶμαι, τὸ θεῖον Πνεῦμα τὰ κατὰ τὸν σωτῆρα τὸν ἡμέτερον διὰ τοῦ πατριάρχου προθεσπίσαν καὶ τὰ κατὰ τὸν Ἀντίχριστον διὰ ταύτης εἰπεῖν τῆς προρρήσεως· σφόδρα δὲ αὐτῷ καὶ τὰ γεγραμμένα ἁρμότ τει· " ∆άν, γάρ φησι, κρινεῖ τὸν ἑαυτοῦ λαὸν ὡσεὶ καὶ μία φυλὴ ἐν Ἰσραήλ ". ὥσπερ γάρ φησιν, ἐκ τῆς Ἰούδα φυλῆς ὁ Σωτὴρ καὶ Κύριος ἡμῶν βλαστήσας