1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

37

λαὸν αὐτοῦ ". τοῦτο δὲ καὶ πρὸς τὸν Ἀβραὰμ αὐτὸς ὁ τῶν ὅλων ἔφη Θεός· " σὺ δὲ ἀπελεύσῃ πρὸς τοὺς πατέρας σου ἐν εἰρήνῃ τραφεὶς ἐν γήρει καλῷ ". ἐντεῦθεν καὶ ὁ Κύ ριος τὴν τῶν σαδδουκαίων ἀπιστίαν διήλεγξεν εἰρηκώς· " ὅτι δὲ ἐγείρονται οἱ νεκροὶ οὐκ ἀνέγνωτε· ἐγὼ ὁ Θεὸς Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ; οὐκ ἔστιν ὁ Θεὸς Θεὸς νεκρῶν, ἀλλὰ ζώντων ".

QUAESTIONES IN EXODUM I

Πῶς νοητέον τὸ " χυδαῖοι ἐγένοντο "; Οὐχ ὥς τινες νενοήκασιν ὑβριστικῶς αὐτὸ τέθεικεν, ἀλλὰ τὸ πλῆθος δε δήλωκεν. οὕτως γάρ φησιν, ηὐξήθησαν, ὡς κατὰ πάσης ἐκείνης ἐκχεθῆναι τῆς γῆς. οὕτω καὶ οἱ περὶ τὸν Ἀκύλαν ἡρμήνευσαν. τοῦτο δὲ καὶ τὰ ἑξῆς δηλοῖ· " ἐπλήθυνε, γάρ φησιν, ἡ γῆ αὐτούς ". καὶ μετ' ὀλί γα· " καθότι δὲ αὐτοὺς ἐταπείνουν, τοσοῦτον πλείους ἐγίνοντο καὶ ἴσχυον σφόδρα σφόδρα ". II Τί ἐστιν, " ἐπειδὴ ἐφοβοῦντο αἱ μαῖαι τὸν Θεόν, ἐποίησαν ἑαυταῖς οἰκίας "; Τοῦ Φαραὼ κελεύσαντος διαφθείρειν τὰ ἄρρενα, ἐκεῖναι δι' εὐλάβειαν ὑπουργῆσαι τῷ τῆς παιδοκτονίας οὐκ ἠνέσχοντο νόμῳ, οὗ δὴ χάριν αὐτὰς ὁ Θεὸς ἀμειβόμενος ἀφθονίαν αὐταῖς ἀγαθῶν ἐδωρήσατο. 101 III Πόθεν ἔγνω τοῦ Φαραὼ ἡ θυγάτηρ, ὅτι ἑβραῖον ἦν τὸ παιδίον; Ἡ περιτομὴ τοῦτο δεδήλωκεν. ἐντεῦθεν δῆλον, ὡς αἰγύπτιοι κατ' ἐκεῖνον οὐ περιετέμνοντο τὸν καιρόν· ὕστερον δὲ τοὺς ἑβραίους ζηλώσαντες τὸν τῆς περιτομῆς ἠσπάσαντο νόμον. ὅθεν καὶ διὰ Ἱερεμίου ἔφη ὁ τῶν ὅλων Θεός· " ἐπισκέψομαι ἐπὶ πάντας περιτεμνομέ νους ἀκροβυστίαν αὐτῶν, ἐπ' Αἴγυπτον καὶ ἐπὶ υἱοὺς Ἐδώμ ", καὶ τὰ ἑξῆς. IV ∆ιὰ τί ἀλλόφυλον γυναῖκα ἔγημεν ὁ Μωϋσῆς; Τύπος ἦν τοῦ δεσπότου Χριστοῦ, ὃς ἐξ ἰουδαίων κατὰ σάρκα βεβλαστη κώς, τὴν ἐξ ἐθνῶν ἐκκλησίαν νύμφην ἑαυτοῦ προσηγόρευσεν. V Τινές φασιν ἄγγελον ὀφθῆναι τῷ Μωϋσῇ ἐν τῷ βάτῳ Ἡ ἀνάγνωσις τοῦ χωρίου τὸν ὀφθέντα δηλοῖ· " ὤφθη, γάρ φησιν, αὐτῷ ἄγγελος Κυρίου ἐν φλογὶ πυρὸς βατοῦ ". καὶ μετ' ὀλίγα· " ὡς δὲ εἶδε Κύριος ὅτι προσάγει ἰδεῖν, ἐκάλεσεν αὐτὸν Κύριος ἐκ τοῦ βάτου ". καὶ πάλιν μετὰ βραχέα· " καὶ εἶπεν αὐτῷ· ἐγώ εἰμι ὁ Θεὸς Ἀβραάμ, καὶ ὁ Θεὸς Ἰσαάκ, καὶ ὁ Θεὸς Ἰακώβ ".καὶ εὐθὺς ἐπήγαγεν· " ἀπέστρεψε δὲ Μωϋσῆς τὸ πρό σωπον αὐτοῦ· ηὐλαβεῖτο γὰρ καταβλέψαι ἐνώ 102 πιον τοῦ Θεοῦ ". καὶ ἐπισυνῆψεν· " ἰδὼν εἶδον τὴν κά κωσιν τοῦ λαοῦ μου τοῦ ἐν Αἰγύπτῳ, καὶ τῆς κραυγῆς αὐτῶν ἤκουσα ", καὶ τὰ ἑξῆς. καὶ αὖθις· " ἐγώ εἰμι ὁ ὤν· τάδε ἐρεῖς τοῖς υἱοῖς Ἰσραήλ· ὁ ὢν ἀπέσταλκέ με πρὸς ὑμᾶς ". καὶ ὅλον δὲ τὸ χωρίον δείκ νυσι Θεὸν ὄντα τὸν ὀφθέντα. κέκληκε δὲ αὐτὸν καὶ ἄγγελον, ἵνα γνῶμεν ὡς ὁ ὀφθεὶς οὐκ ἔστιν ὁ Θεὸς καὶ πατήρ· τίνος γὰρ ἄγγελος ὁ πατήρ; ἀλλ' ὁ μονογενὴς υἱός, ὁ " μεγάλης βουλῆς ἄγγελος ", ὁ τοῖς ἱεροῖς μαθηταῖς εἰρηκώς· " πάντα ὅσα ἤκουσα παρὰ τοῦ πατρός μου δεδήλωκα ὑμῖν ". ὥσπερ δὲ τὸ ἄγγελος ὄνομα τέθεικεν, οὐχ ὑπουργίαν τινὰ σημαίνων, ἀλλὰ τοῦ μονογενοῦς ἐμφαίνων τὸ πρόσωπον· οὕτω πάλιν αὐτοῦ καὶ τὴν φύσιν καὶ τὴν ἐξουσίαν κηρύττει, λέγων αὐτὸν εἰρηκέναι· " ἐγώ εἰμι ὁ ὤν, καὶ ἐγὼ ὁ Θεὸς Ἀβραάμ, καὶ ὁ Θεὸς Ἰσαάκ, καὶ ὁ Θεὸς Ἰακώβ· τοῦτό μοι ὄνομα αἰώνιον, καὶ μνημόσυ νον γενεῶν γενεαῖς ". ταῦτα δὲ καὶ τὴν θείαν οὐσίαν δηλοῖ, καὶ τὸ αἰώνιον καὶ τὸ ἀΐδιον δείκνυσιν. VI Τί δηλοῖ τὸ " τὸν βάτον καίεσθαι, καὶ μὴ κατακαίεσθαι "; Τὴν τοῦ Θεοῦ δύναμιν καὶ φιλανθρωπίαν κηρύττει, ὅτι δὴ φρυγανώδη ὄντα τὸ ἄσβεστον οὐκ ἀνήλισκε πῦρ. οἶμαι δὲ καὶ ἕτερα διὰ τούτου πα ραδηλοῦσθαι. καὶ ὅτι ὁ Ἰσραὴλ ὑπὸ τῶν Αἰγυπτίων ἐπιβουλευόμενος οὐκ ἀναλωθήσεται, ἀλλὰ κρείττων ἔσται τῶν πολεμούντων. καὶ ὡς ὁ μονογενὴς ἐνανθρωπήσας, καὶ παρθενικὴν οἰκήσας νηδύν, φυλάξει τὴν παρθενίαν ἀκήρατον. φασὶ δέ τινες, ἐν βάτῳ φανῆναι τὸν Θεὸν καὶ οὐκ ἐν ἄλλῳ φυτῷ, διὰ τὸ μὴ δύνασθαί τινα ἐκ βάτου γλύψαι Θεόν. εἰκὸς γὰρ ἦν