38
ἰουδαίους καὶ τοῦτο τολμῆσαι, εἴπερ ἐν ἄλλῳ ὤφθη φυτῷ. 103 VII ∆ιὰ τί προσετάχθη ὁ Μωϋσῆς τὸ ὑπόδημα λῦσαι; Τινές φασιν, ἵνα τὰς βιωτικὰς ἀπορρίψῃ μερίμνας, τὰς τῷ θνητῷ βίῳ συνεζευγμένας· νεκρὰ γὰρ τῶν ὑποδημάτων τὰ δέρματα. τινὲς δέ, ἵνα γυμνοῖς, φησί, τοῖς ποσὶν ἁγιάσῃ τὴν γῆν. ἐγὼ δὲ οὐδέτερον τούτων προ σίεμαι· πρῶτον μὲν γάρ, οὐδέπω οὔτε ἀρχιερεὺς οὔτε προφήτης ἐκεχει ροτόνητο· ἔπειτα δὲ τοῦ Θεοῦ τὸν τόπον καθιερώσαντος, καὶ τούτου χάριν ἅγιον ὀνομάσαντος, περιττὸν οἶμαι λέγειν Μωϋσέα τοῖς ποσὶν ἁγιάσαι τὸν τόπον. δύο τοίνυν ἡγοῦμαι διὰ τούτου δηλοῦσθαι· πρῶτον μὲν γὰρ εὐλαβέστερον αὐτὸν τῷδε τῷ λόγῳ καθίστησιν, ὥστε μετὰ δέους τῶν προσταττομένων ἀκοῦσαι· ἔπειτα προπαιδεύεται, πῶς χρὴ τοὺς ἱερέας ἐν τῇ σκηνῇ λειτουργεῖν. γυμνοῖς γὰρ κἀκεῖνοι ποσὶ τὰς λειτουρ γίας ἐπετέλουν καὶ τὰς θυσίας. VIII Προειδὼς ὁ Θεὸς τοῦ Φαραὼ τὸ δυσπειθές, τί δήποτε μὴ ἐξ ἀρχῆς αὐτὸν ἐκόλασεν; Ὅτι προῄδει δεδήλωκεν· " οἶδα, γάρ φησιν, ὅτι οὐ προήσεται ὑμᾶς Φαραὼ βασιλεὺς Αἰγύπτου, εἰ μὴ μετὰ χει ρὸς κραταιᾶς. καὶ ἐκτείνας τὴν χεῖρα πατάξω τοὺς αἰγυπτίους ". ἀλλ' ὅμως ἀγαθὸς ὢν καὶ φιλάνθρωπος κολάζειν ἐκ μόνης προγνώσεως οὐκ ἀνέχεται· ἀλλ' ἀναμένει τῶν πραγ μάτων τὸ τέλος καὶ δείκνυσιν ἅπασι τῆς τιμωρίας τὸ δίκαιον. ἄλλως τε καὶ πολλῷ δικαιότερον τὸ τὴν ἐκείνου γυμνωθῆναι πονηρίαν τοῦ τὸν 104 Θεὸν ἀπηνῆ νομισθῆναι. εἰ γὰρ πρὸ τῶν ἐλέγχων ἐκόλασεν, ἔδοξεν ἂν καὶ ὠμὸς εἶναι καὶ ἄδικος· νῦν δὲ καὶ τοῦ Θεοῦ τὸ μακρόθυμον δέδεκται κἀκείνου τὸ δυσσεβὲς καὶ θηριῶδες ἐλήλεγκται. IX ∆ιὰ τί πρῶτον σημεῖον δέδωκε τῆς ῥάβδου τὴν εἰς ὄφιν μεταβολήν; Ἐπειδὴ λογικῆς ὁ Φαραὼ φύσεως ὢν ὠμότητι κατὰ τῶν ἑβραίων ἐχρήσατο, καὶ τὸ θεοειδὲς θηριῶδες ἀπέφηνε, τὴν ῥάβδον δι' ἧς αὐτὸν ἐμαστίγω σεν εἰς ὄφιν μεταβληθῆναι προσέταξεν· εἰς ἔλεγχον μὲν τῆς ἐκείνου θη ριωδίας, ἔμφασιν δὲ τῆς δυσμενείας. καὶ γὰρ τῇ τοῦ ὄφεως ἀρᾷ καὶ τοῦτο προστέθεικεν· " ἔχθραν θήσω ἀναμέσον σοῦ καὶ ἀνα μέσον τῆς γυναικὸς " καὶ τὰ ἑξῆς. X Ἡ λέπρωσις τῆς χειρὸς τί δηλοῖ; Ἐν εὐσεβείᾳ τραφὲν τὸ γένος τοῦ Ἰακὼβ εἰς τὴν Αἴγυπτον εἰσελήλυθεν· ἀλλ' ἐκεῖ τῶν αἰγυπτίων μετέμαθε τὴν ἀσέβειαν. τῆς ἐκείνων δὲ δουλείας ἀπαλλαγείς, τὸν τῶν ὅλων ἐπέγνω Θεόν. δεδήλωκε τοίνυν διὰ τῆς ἀλ λοιώσεως τῆς χειρὸς τὴν λέπρωσιν αὐτῶν, καὶ τὴν κάθαρσιν. πρὸς δὲ τούτοις καὶ ἕτερον ὁ δεσπότης ᾠκονόμει Θεός, ἐπειδὴ γὰρ ἤμελλε τὸν περὶ τῶν λεπρῶν τιθέναι νόμον, καὶ ἀκαθάρτους τούτους προσαγορεύειν· οὐδὲν δὲ τῶν ἀκουσίων ἀκάθαρτον· ἕτερα διὰ τούτων οἰκονομῶν, τούτοις ἐχρήσατο τοῖς νόμοις· ἅπερ ἐν ἐκείνοις γενόμενοι τοῖς χωρίοις σὺν Θεῷ φάναι δηλώσομεν. ἐλέπρωσε τοῦ νομοθέτου τὴν χεῖρα, τοὺς τὰ τέλεια πεπαιδευμένους διδάσκων, ὡς οὐδὲν τῶν τοιούτων ἀκάθαρτον. ἡ γὰρ τὰ θαύματα ἐκεῖνα ἐργασαμένη δεξιά, λεπρὰ πρότερον γενομένη ταῖς θεο 105 σημείαις ὑπούργησε, καὶ τὰ στοιχεῖα μετέβαλεν. τούτου δὲ καὶ τὸν νομο θέτην ἐπαίδευσεν μὴ μέγα φρονεῖν, ἀλλ' εἰδέναι τὴν φύσιν τῆς λεπρω θείσης ἀναμιμνησκόμενον δεξιᾶς. XI Ὑπουργῷ κεχρημένος τῷ Μωϋσῇ τῶν ὅλων ὁ Κύριος, τί δήποτε ἰσχνό φωνον αὐτὸν διέπλασε καὶ βραδύγλωσσον; Ἐπειδὴ τοῦτο μᾶλλον τὴν δύναμιν ἐδείκνυ τὴν θείαν. ὥσπερ γὰρ ἁλιέας καὶ τελώνας καὶ σκυτοτόμους, κήρυκας ἀληθείας καὶ διδασκάλους εὐσε βείας ἐχειροτόνησεν, οὕτω διὰ φωνῆς ἀσθενοῦς καὶ γλώσσης βραδείας, κατῄσχυνε τοὺς αἰγυπτίων σοφούς. XII Πῶς νοητέον τὸ " ἐγὼ σκληρυνῶ τὴν καρδίαν Φαραώ "; Μάλα ῥᾴδιον ἦν τῷ Θεῷ μετὰ τὴν πρώτην ἀπείθειαν πανωλεθρίαν ἐπα γαγεῖν, ἀλλ' ἀφράστῳ κεχρημένος μακροθυμίᾳ μετρίας αὐτῷ παιδείας ἐπήγαγε. ταῦτα δὲ ἀντίτυπον ἐποίει τὴν ἐκείνου καρδίαν· οἰόμενος γὰρ μὴ δύνασθαι τὸν Θεὸν μείζοσι χρήσασθαι τιμωρίαις, τῶν μετρίων κατε φρόνει μαστίγων. καὶ ὅτι ταῦθ' οὕτως ἔχει, ἡ ἱστορία διδάσκει. πρῶτον μὲν γὰρ τῶν θείων ἐκείνων ἀκούσας ῥημάτων, " ἐξαπόστειλον τὸν λαόν μου, ἵνα μοι λατρεύσωσιν ἐν τῇ ἐρή μῳ ", ὑπολαβὼν ἔφη· "