1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

41

ἡ μνήμη, μαρτυρεῖ μὲν Ῥαὰβ ἡ πόρνη λέγουσα τοῖς κατασκόποις, ὅτι " ὁ φόβος ὑμῶν καὶ ὁ τρόμος ὑμῶν ἐπέπεσεν ἐφ' ἡμᾶς· ἠκούσαμεν γὰρ ὅπως κατεξήρανε Κύριος ὁ Θεὸς ὑμῶν τὴν ἐρυθρὰν θάλασσαν πρὸ προσώπου ὑμῶν ". μαρτυ ροῦσι δὲ καὶ οἱ ἀλλόφυλοι πόρρωθεν τὴν κιβωτὸν θεασάμενοι, καὶ βοή σαντες· " οὐαὶ ἡμῖν ἀλλόφυλοι, οὗτος ὁ Θεὸς ὁ πα τάξας τὴν Αἴγυπτον ". XIII ∆ιὰ τί δὲ συνεχώρησεν ταῦτα παθεῖν τὸν λαὸν ὁ Θεός; Ἵνα μὴ μόνον τοὺς αἰγυπτίους, ἀλλὰ καὶ τοὺς ἐκείνων μισήσωσι θεοὺς 111 ὡς τοιαῦτα παρ' αὐτῶν πεπονθότες· καὶ ἵνα συντόμως ὑπακούσωσιν ἐξελθεῖν κελευόμενοι. εἰ γὰρ καὶ τούτων οὕτω γεγενημένων ἀνεμιμνῄσ κοντο τῆς ἐν Αἰγύπτῳ τρυφῆς καὶ πολλάκις ἐπειράθησαν ἀναστρέψαι, τίς ἂν αὐτοὺς ἔπεισε καταλιπεῖν τὴν Αἴγυπτον μηδὲν παρ' αὐτῶν πε πονθότας δεινόν; XIV ∆ιὰ τί ἠβουλήθη ὁ ἄγγελος ἀνελεῖν τὸν Μωϋσῆν; Ἡ γυνὴ μὲν ἐτόπασε διὰ τὸ θάτερον τῶν παιδίων μὴ περιτμηθῆναι κατὰ τὸν τῶν ἑβραίων νόμον· παραυτίκα γοῦν αὐτῷ τὴν περιτομὴν προ σενήνοχε. τινὲς δέ φασιν, ἐπειδὴ πεμφθεὶς ἐπ' ἐλευθερίᾳ τῶν ὁμοφύλων κοινωνὸν εἶχε τῆς ὁδοῦ τὴν ὁμόζυγα. οὓς ἐχρῆν συνιδεῖν, ὅτι πεῖσαι τὸν κηδεστὴν βουλόμενος, ὡς οὐ καταφρονήσει τῆς γυναικὸς οὐδὲ ἑτέραν αὐτῆς προτιμήσει, λαβεῖν αὐτὴν ἠναγκάσθη, ἀλλ' οὐ καταφρονητικῶς διακονῶν τῷ θείῳ προστάγματι. αὐτίκα γοῦν λαβὼν τὴν ἀφορμὴν τοῦ ἀγγέλου, τὴν γυναῖκα πρὸς τοὺς οἰκείους ἀναστρέψαι προσέταξε. καὶ ὅτι τοῦτό ἐστιν ἀληθές, ἡ ἱστορία διδάσκει· μετὰ γὰρ τὴν ἔξοδον τὴν ἐξ Αἰγύπτου, διαβάντων αὐτῶν τὴν θάλασσαν, καὶ εἰς τὸ Σίναιον παραγε νομένων ὄρος, ἀφίκετο σὺν τῇ γυναικὶ πρὸς αὐτὸν ὁ κηδεστής. λέγει δὲ οὕτως ἡ ἱστορία· " ἔλαβε δὲ Ἰοθὼρ ὁ γαμβρὸς Μωϋ σῆ Σεπφώραν τὴν γυναῖκα Μωϋσῆ, μετὰ τὴν ἄφεσιν αὐτῆς, καὶ τοὺς δύο υἱοὺς αὐτοῦ, καὶ ἦλθε πρὸς Μωϋσῆν εἰς τὴν ἔρημον ". τοιγάρτοι ἄλλο τι κατασκευάζων ὁ ἄγγελος ἔδειξε τὴν ῥομφαίαν γυμνήν. ἐπειδὴ γὰρ ὁ μέγας Μωϋσῆς ἐδεδίει τὸν Φαραὼ καὶ πολλάκις τοῦτο τὸ δέος ἐδή 112 λωσε, νῦν μὲν λέγων, " τίς εἰμι ἐγώ, ὅτι πορεύσομαι πρὸς Φαραὼ βασιλέα Αἰγύπτου "; νῦν δέ, " προ χείρισαι ἄλλον δυνάμενον ὃν ἐξαποστελεῖς ". καὶ πάλιν, " ἰσχνόφωνος καὶ βραδύγλωσσος ἐγώ εἰμι ". ἀπειλεῖ αὐτῷ τιμωρίαν ὁ ἄγγελος, φόβῳ φόβον ἐξελαύνων, τῷ μείζονι τὸν ἐλάττονα· μονονουχὶ λέγων διὰ τῆς γεγυμνωμένης ῥομ φαίας, εἰ τὸν Φαραὼ δέδοικας, μᾶλλον δεῖσον ἐμὲ τὸν καὶ ἀοράτως σοι τὴν πληγὴν ἐπενεγκεῖν δυνάμενον. XV Τί ἐστι, " τὸ ὄνομά μου Κύριος οὐκ ἐδήλωσα αὐ τοῖς "; ∆ιδάσκει πόσης αὐτὸν καὶ τιμῆς καὶ εὐμενείας ἠξίωσεν. ὃ γὰρ τοῖς πα τριάρχαις οὐκ ἐδήλωσεν ὄνομα, τοῦτο αὐτῷ δῆλον ἐποίησεν· ἔφη γὰρ πρὸς αὐτόν, " ἐγώ εἰμι ὁ ὤν ". τοῦτο δὲ παρ' ἑβραίοις ἄφραστον ὀνομάζεται· ἀπείρηται γὰρ αὐτοῖς τοῦτο διὰ τῆς γλώττης προφέρειν, γράφεται δὲ διὰ τῶν τεσσάρων στοιχείων· διὸ καὶ τετράγραμμον αὐτὸ λέγουσι. τοῦτο καὶ τῷ πετάλῳ ἐπεγέγραπτο τῷ χρυσῷ, ὃ τῷ μετώπῳ τοῦ ἀρχιερέως ἐπετίθετο τῇ ταινίᾳ τῆς κεφαλῆς προσδεσμούμενον. κα λοῦσι δὲ αὐτὸ σαμαρεῖται μὲν Ἰαβέ, ἰουδαῖοι δὲ Ἰά. XVI Τί δήποτε τῆς τοῦ Ἀαρὼν γυναικός, οὐ τὸν πατέρα μόνον, ἀλλὰ καὶ τὸν ἀδελφὸν δῆλον ἡμῖν πεποίηκεν; Τῆς βασιλικῆς καὶ τῆς ἱερατικῆς φυλῆς τὴν ἐπιμιξίαν διδάσκει. ὁ γὰρ Ναασσῶν υἱὸς τοῦ Ἀμιναδάβ· ὁ δὲ Ἀμιναδὰβ τοῦ Ἀράμ· ὁ δὲ Ἀρὰμ 113 τοῦ Ἐσρών· ὁ δὲ Ἐσρὼν τοῦ Φαρές· ὁ δὲ Φαρὲς τοῦ Ἰούδα. αὐτὸς δὲ ὁ Ναασσῶν φύλαρχος ἦν τοῦ Ἰούδα· ἐκ τῆς τούτων συγγενείας ὁ Κύριος κατὰ σάρκα γεγέννηται. οὐ μάτην τοίνυν τῆς βασιλικῆς καὶ τῆς ἱερα τικῆς φυλῆς τὴν ἐπιμιξίαν ἐδίδαξεν, ἀλλὰ δεικνὺς ὡς ὁ δεσπότης Χριστὸς ἐξ ἀμφοτέρων ἐβλάστησεν, ὁ βασιλεὺς καὶ ἱερεὺς κατὰ τὸ ἀνθρώπινον χρηματίσας. XVII Πῶς ἐγένετο τοῦ Ἀαρὼν θεὸς ὁ Μωϋσῆς; Ὥσπερ ὁ Θεὸς προσέταττε τῷ Μωϋσῇ, οὕτως πάλιν ὁ Μωϋσῆς τῷ Ἀαρών· διὸ δὴ καὶ προφήτης ὁ Ἀαρὼν προσηγορεύθη τοῦ Μωϋσέως. XVIII Τί δήποτε συνεχώρησεν ὁ Θεὸς τοῖς φαρμάκοις ταὐτὰ δρᾶσαι τῷ Μωϋσῇ; Εἰσί τινες καὶ νῦν τῶν δυσσεβείᾳ συζώντων, οἵ