42
φασι γοητείᾳ τεθαυμα τουργηκέναι τὸν θεσπέσιον Μωϋσῆν. τούτου χάριν ἐνδέδωκε ὁ Θεὸς τοῖς φαρμάκοις ἔνια δρᾶσαι, ἵνα δειχθῇ τὸ διάφορον. μετέβαλον μὲν γὰρ αὐτοὶ τὰς ῥάβδους εἰς ὄφεις· ἀλλ' ἡ Μωϋσέως ῥάβδος τὰς ἐκείνων κατέπιεν· καὶ μετέβαλον εἰς αἷμα τὸ ὕδωρ κἀκεῖνοι, ἀλλ' εἰς τὴν προτέραν ἐπανα γαγεῖν τὸ ὕδωρ οὐκ ἴσχυσαν φύσιν. καὶ τοὺς βατράχους ἐξήγαγον, οὐ μὴν καὶ ἀπαλλάξαι αὐτῶν τὰς τῶν αἰγυπτίων ἠδυνήθησαν οἰκίας. καὶ εἰς μὲν τὸ παιδεύειν τοὺς αἰγυπτίους, καὶ τοῖς φαρμάκοις ἐνεργεῖν ἐνεδί δου· εἰς δὲ τὸ παύειν τὴν τιμωρίαν οὐκέτι. ἐπειδὴ γὰρ ὑπὸ τοῦ Θεοῦ κολα 114 ζόμενος τῶν αἰγυπτίων ὁ βασιλεὺς οὐκ ἠρκεῖτο ταῖς θεηλάτοις πληγαῖς, ἀλλὰ καὶ τοῖς φαρμάκοις αὔξειν τὴν τιμωρίαν ἐκέλευσεν· καὶ διὰ τούτων αὐτὸν ἐκόλαζεν ὁ Θεὸς μονονουχὶ λέγων· ἐπειδὴ τέρπῃ κολαζόμενος καὶ διὰ τῶν ἐμῶν θεραπόντων παιδεύω, καὶ διὰ τῶν σῶν σε κολάζω· ἰδὼν δὲ αὐτὸν πλέον σκληρυνόμενον, ἐκώλυσε τὴν ἐκείνων ἐνέργειαν· καὶ οἱ τὸ μεῖζον ζῷον ἐξαγαγόντες τὸν βάτραχον, τὸν σκνῖπα τὸν σμικρότατον ἐξαγαγεῖν οὐκ ἴσχυσαν, ἀλλὰ δάκτυλον Θεοῦ τὴν πληγὴν προσηγόρευ σαν. τὰς μέντοι φλυκταίνας καὶ τοῖς ἐκείνων ἐπήνεγκε σώμασιν, ἵνα καὶ αὐτοὶ μάθωσι καὶ ὁ ἀνόητος αὐτῶν βασιλεύς, ὡς οὐ μόνον ἐπέχειν οὐ δύνανται τὰς θεηλάτους πληγάς, ἀλλὰ καὶ αὐτοὶ συντιμωροῦνται τοῖς ἄλλοις. ἀναιδείας τοίνυν τὸ λέγειν μαγγανείᾳ τινὶ τεθαυματουργηκέναι τὸν Μωϋσῆν, τῶν μάγων βοώντων ὅτι θείας ἦν δυνάμεως τὰ σημεῖα. εἰ γὰρ φαντασία ἦν τὸ παρ' αὐτοῦ δρώμενον, ἔδει κἀκείνους φαντάσαι, καὶ τὸν ὁμότεχνον διελέγξαι· νῦν δὲ διαρρήδην βοῶσι " δάκτυλος Θεοῦ ἐστι τοῦτο ". XIX Τί δήποτε πρώτην αὐτοῖς τὴν τοῦ ὕδατος ἐπάγει πληγήν; Πρῶτον ἐπειδὴ μέγα ἐφρόνουν ἐπὶ τῷ ποταμῷ, καὶ θεὸν τοῦτον ἐνόμιζον, τὴν τῶν νεφῶν αὐτοῖς παρέχοντα χρείαν· ἔπειτα καὶ διὰ τὰ βρέφη τῶν ἰουδαίων τὰ τούτῳ παραπεμφθέντα. μεταβληθεὶς γὰρ εἰς αἷμα, τῆς γεγε νημένης κατηγορεῖ παιδοκτονίας. τούτου χάριν καὶ τοὺς βατράχους ἀνέβλυσε τὰ ὕδατα, ἀντὶ τῶν ἐν ἐκείνοις ἀποπνιγέντων ἀναδοθέντας παιδίων. μιμεῖται γάρ πως τὰ βρέφη τοὺς βατράχους βαδίζοντα· μηδέ πω γὰρ τοῖς ποσὶ μόνοις κεχρῆσθαι δυνάμενα, ταῖς χερσὶν ἐπαμύνει τῇ τῶν ποδῶν ἀσθενείᾳ. προσώζεσε δὲ ἐκ τῶν βατράχων ἡ γῆ· ἐπειδὴ "προ 115 σώζεσαν καὶ ἐσάπησαν τῶν αἰγυπτίων οἱ μώλωπες "ἐκ τῆς παμπόλλης πονηρίας. XX Εἰ ὅλον τὸ ὕδωρ εἰς αἷμα μετεβλήθη, πῶς ἐποίησαν οἱ ἐπαοιδοὶ τῶν αἰ γυπτίων ταῖς φαρμακείαις αὐτῶν ὡσαύτως; Ἐπέλαζεν αὐτοῖς καὶ ἡ θάλαττα, τὸ δὲ πότιμον ὕδωρ εἰς αἷμα μετεβλήθη μόνον. ἠδύναντο τοίνυν μετακομίσαι θαλάττιον ὕδωρ εἰς τὰ βασίλεια, καὶ μεταβαλεῖν εἰς τὴν τοῦ αἵματος χροιάν, τοῦ Θεοῦ δηλονότι συγχω ροῦντος αὐτοῖς ἐνεργεῖν δι' ἃς εἰρήκαμεν αἰτίας· ἐπισημήνασθαι μέντοι καὶ τοῦτο δεῖ, ὡς τοὺς μὲν βατράχους ἐκ τῶν ὑδάτων ἐξήγαγε, τοὺς δὲ σκνῖπας ἐκ τοῦ χώματος, τὴν δὲ κυνόμυιαν ὅθεν ἠθέλησεν, ἵνα μάθωσιν, ὡς ῥᾴδιον τῷ Θεῷ, καὶ δίχα γῆς, καὶ δίχα ὑδάτων παράγειν ἃ βούλεται. τούτου χάριν καὶ προλέγει τὰς τιμωρίας, ἵνα μὴ ἀπὸ ταὐτομάτου ταῦτα συμβαίνειν τοπάσωσιν, ἀλλὰ γνῶσιν θεηλάτους εἶναι πληγάς. XXI Τί δήποτε μέλλων ἐπιφέρειν τὴν χάλαζαν παρηγγύησεν αὐτοῖς εἰς τοὺς οἴκους τὰ κτήνη συναγαγεῖν; Φιλάνθρωπος ὢν ὁ δεσπότης, ἐλέῳ τὰς τιμωρίας κεράννυσιν. ἄλλως τε καὶ ᾔδει τινὰς ἀξίους φειδοῦς· τοῦτο γὰρ καὶ ἡ θεία διδάσκει γραφή· " ὁ φοβούμενος, γάρ φησι, τὸ ῥῆμα Κυρίου τῶν θε ραπόντων Φαραὼ συνήγαγε τὰ κτήνη αὐτοῦ εἰς τοὺς οἴκους· ὃς δὲ οὐ προσέσχε τῇ διανοίᾳ εἰς τὸ ῥῆμα Κυρίου, ἀφῆκε τὰ κτήνη ἐν τοῖς 116 πεδίοις ". τὴν δὲ χάλαζαν καὶ τοὺς σκηπτοὺς αὐτοῖς ἐπενή νοχε δεικνύς, ὡς αὐτός ἐστι τῶν στοιχείων ἁπάντων δεσπότης. ἐπειδὴ γὰρ καὶ αἰγύπτιοι καὶ ἕλληνες ἐνόμιζον τοὺς μὲν οὐρανίους, τοὺς δὲ ἐπι γείους, τοὺς δὲ ὑποχθονίους εἶναι θεούς· καὶ τοὺς μὲν τῆς γῆς, τοὺς δὲ τῆς θαλάσσης δεσπόζειν· καὶ τοὺς μὲν τῶν ὀρέων, τοὺς δὲ τῶν πεδίων ἔχειν τὴν ἐξουσίαν-διὸ καὶ οἱ σύροι ἔλεγον " Θεὸς ὀρέων ὁ Θεὸς Ἰσραὴλ καὶ οὐ Θεὸς κοιλάδων "-· ἀναγκαίως ἄγαν ὁ τῶν ὅλων Θεὸς οὐ μόνον