1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

43

αὐτοὺς διὰ τοῦ ποταμοῦ καὶ τῆς γῆς ἀλλὰ καὶ διὰ τοῦ ἀέρος καὶ τῆς θαλάσσης ἐπαίδευσε· καὶ οὐρανόθεν αὐτοῖς κεραυνοὺς ἐπαφῆκε, διδάσκων ὡς αὐτός ἐστι τῶν ὅλων ποιητὴς καὶ δεσπότης. τοῦτο γὰρ καὶ ὁ μακάριος εἴρηκε Μωϋσῆς πρὸς αὐτόν· " ἵνα γνῷς ὅτι τοῦ Κυρίου ἡ γῆ καὶ σὺ καὶ οἱ θεράπον τές σου ". XXII ∆ιὰ τί τὰ τῶν αἰγυπτίων ἀνεῖλε πρωτότοκα; Ἐπειδὴ πρωτόγονον ὄντα τοῦ Θεοῦ τὸν Ἰσραήλ, ἄγαν σκληρῶς ἐκεῖνος ἐδουλαγώγει· τοῦτο γὰρ καὶ αὐτὸς εἴρηκεν ὁ δεσπότης Θεός· " υἱὸς πρωτόγονός μου Ἰσραήλ ", μάλα δικαίως τὰ τῶν αἰ γυπτίων πρωτότοκα θανάτῳ παρέπεμψεν. ἰστέον μέντοι, ὡς ὁ πρω τόγονος καὶ ἀδελφοὺς ἔχει· ὁ γὰρ πρωτόγονος ἢ πρωτότοκος, πολλῶν ἐστι πρῶτος. γινωσκέτω τοίνυν ὁ Ἰσραήλ, ὡς πρῶτος μὲν τοῦ Θεοῦ λαὸς ἐχρημάτισε. πεπιστευκότα δὲ τὰ ἔθνη οὐ μόνον τῆς σωτηρίας τετύχηκεν, ἀλλὰ καὶ τῶν πρωτοτοκίων ἀπήλαυσε· " λαός, γάρ φησι, λαοῦ ὑπερέξει· καὶ ὁ μείζων δουλεύσει τῷ ἐλάσσονι ". 117 XXIII Αἰτιῶνταί τινες τὸ προστεταχέναι τὸν Θεὸν τοῖς ἑβραίοις αἰτῆσαι τοὺς αἰγυπτίους σκεύη χρυσᾶ καὶ ἀργυρᾶ καὶ ἐσθῆτα καὶ σκυλεῦσαι τοὺς αἰγυπτίους· οὕτω γὰρ ὁ Σύμμαχος τὸ " σκευάσασθαι " ἡρμήνευσεν. Πολὺν ἐν Αἰγύπτῳ χρόνον ὑπέμεινεν ὁ λαὸς πλινθουργῶν καὶ τειχοπο ιῶν καὶ πόλεις οἰκοδομῶν. ἠβουλήθη τοίνυν μισθὸν αὐτοὺς τῶν πόνων λαβεῖν ὁ δεσπότης Θεός. διὸ δὴ καὶ ταῦτα δρᾶσαι προσέταξε. καὶ μηδεὶς ἄδικον νομιζέτω, τοῦ Φαραὼ τὸν λαὸν ἠδικηκότος, τοὺς αἰγυπτίους τὸν μισθὸν εἰσπραχθῆναι. ἐκοινώνουν γὰρ κἀκεῖνοι τῆς ἀδικίας μιμούμενοι τὴν τοῦ βασιλέως ὠμότητα. XXIV ∆ιὰ τί φεύγουσιν ἐπιτελέσαι προσέταξε τὴν τοῦ Πάσχα ἑορτήν; Ἀείμνηστον ἠβουλήθη φυλαχθῆναι τῆς σωτηρίας τὴν μνήμην. διάτοι τοῦτο καὶ νομοθετῶν ἔλεγεν· " ἐὰν ἐρωτήσῃ σε ὁ υἱός σου λέγων· τί ἐστιν τὸ Πάσχα; ἐρεῖς ὅτι· ἐν τῇ σήμερον ἡμέρᾳ ἐξήγαγε τοὺς πατέρας ἡμῶν Κύριος ὁ Θεὸς ἐκ γῆς Αἰγύπτου, καὶ ἐρρύσατο τὰ πρωτότοκα ἡμῶν, ἡνίκα ὁ ὀλοθρεύων ἐπά ταξε τὰ πρωτότοκα τῶν αἰγυπτίων ". τούτου χάριν παρακελεύεται ταύτην ἐπιτελοῦντας τὴν ἑορτὴν τῆς ὁδοιπορίας περικεῖσθαι τὸ σχῆμα· " ἔστωσαν, γάρ φησιν, αἱ ὀσφύες ὑμῶν περιεζωσμέναι, καὶ τὰ ὑποδήματα ὑμῶν ἐν τοῖς ποσὶν ὑμῶν, καὶ αἱ βακτηρίαι ὑμῶν ἐν ταῖς χερσὶν ὑμῶν καὶ ἔδεσθε αὐτὸ μετὰ σπουδῆς. Πάσχα ἐστὶ Κυρίου ". τὸ δὲ Πάσχα ὁ μὲν 118 Φίλων ἡρμήνευσε " διαβατήρια "· ὁ δὲ Ἰώσηπος " ὑπερβασία "· ὁ δὲ Σύμμαχος " ὑπερβάσεις "· ὁ δὲ Θεοδοτίων " φασὲχ " αὐτὴν τὴν ἑβραίαν φωνὴν τεθεικώς. σημαίνει δὲ τὸ ὄνομα τῶν ἑβραίων πρωτοτό κων τὴν σωτηρίαν. παρεκελεύσατο γὰρ δέσμην ὑσσώπου λαβεῖν καὶ τῷ αἵματι τοῦ θυομένου προβάτου ἐμβάψαντας τοὺς σταθμοὺς ἐπιχρίσαι καὶ τὴν φλιάν, ἵν' ὅταν εἰσέλθῃ ὁ ὀλοθρεύων πατάξαι τὰ πρωτότοκα τῶν αἰγυπτίων, ἰδὼν τὸ αἷμα ὑπερβῇ τῶν ἑβραίων τὰς οἰκίας. οὐκ ἐπει δὴ τοιούτων ἐδεῖτο σημείων ἡ ἀσώματος φύσις, ἀλλ' ὅτι διὰ τοῦ συμβό λου κἀκείνους ἔδει μαθεῖν τὴν τοῦ Θεοῦ κηδεμονίαν, καὶ ἡμᾶς τοὺς τὸν ἄμωμον ἀμνὸν θύοντας γνῶναι προδιαγραφέντα τὸν τύπον. κελεύει τοί νυν αὐτοῖς λαβεῖν οὐ μόνον ἐκ τῶν προβάτων ἄρνας ἐνιαυσίους, ἀλλὰ καὶ ἐκ τῶν αἰγῶν ἐρίφους· οὐχ ἵνα κατὰ ταὐτὸν τοῦτον κἀκεῖνον θύσωσιν· ἀλλ' ἵνα ὁ μὲν πρόβατον ἔχων, τοῦτο θύσῃ· ὁ δὲ σπανίζων προβάτου, τὸν ἔριφον. παρεγγυᾷ δὲ τοῦτο λαβεῖν τῇ δεκάτῃ τοῦ πρώτου μηνός, ἵν' εὐτρεπίσῃ πρὸ τῆς ἑορτῆς· τῇ δὲ τεσσαρεσκαιδεκάτῃ πρὸς ἑσπέραν τυθῆναι. κατὰ ταύτην γὰρ τὴν ἑσπέραν καὶ ὁ δεσπότης Χριστὸς παρε δόθη τοῖς ἰουδαίοις. μετὰ πικρίδων δὲ αὐτὸ βρωθῆναι προσέταξεν, εἰς ἀνάμνησιν τῆς ἐν Αἰγύπτῳ πικροτάτης ζωῆς καὶ τῆς χαλεπωτάτης δου λείας. διὰ δὲ τῶν ἀζύμων ἐμφαίνει οὐ μόνον τῆς ὁδοιπορίας τὸ σύντονον, καὶ τὸ τῆς τροφῆς αὐτοσχέδιον, ἀλλὰ καὶ ὅτι προσήκει μηδὲ ἴχνος τῆς αἰγυπτιακῆς ἐπιφέρεσθαι πολιτείας. οὕτω γὰρ καὶ ὁ Κύριος ἐν τοῖς εὐαγ γελίοις ἡρμήνευσε, " προσέχετε, λέγων, ἀπὸ τῆς ζύμης τῶν γραμματέων καὶ φαρισαίων ". ἐκέλευσε δὲ καὶ τοὺς ἀρ 119 κοῦντας εἰς ἐδωδὴν προβάτου κατὰ ταὐτὸν θῦσαι τὸ Πάσχα, φιλαδελ φίαν αὐτοὺς ἐκπαιδεύων καὶ τὸν