1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

44

εἰς τοὺς πένητας ἔλεον. διὰ τοῦτο παρα κελεύεται καὶ τὰ περιττεύοντα τῶν κρεῶν κατακαίεσθαι καὶ εἰς τὴν ὑστεραίαν μὴ φυλάττεσθαι· ταύτῃ καταναγκάζων αὐτοὺς καλεῖν τοὺς δεομένους εἰς κοινωνίαν τῆς ἑορτῆς. ταῦτα δὲ πάντα τῶν ἡμετέρων ἐστὶ μυστηρίων αἰνίγματα· χρίομεν γὰρ καὶ ἡμεῖς τῷ αἵματι τοῦ ἡμετέρου ἀμνοῦ, οὐ μόνον τὴν φλιὰν ἀλλὰ καὶ τοὺς δύο σταθμούς· κατὰ μὲν τὸ ὁρώμενον τὴν γλῶτταν καὶ τὰ χείλη καθαίροντές τε καὶ ἁγιάζοντες· κατὰ δὲ τὸ νοούμενον, ἀντὶ μὲν φλιᾶς τὸ λογικόν, ἀντὶ δὲ τῶν δύο σταθμῶν τὸ θυμοειδὲς καὶ τὸ ἐπιθυμητικόν. ἁρμόττει δὲ ἡμῖν καὶ τὸ μήτε ὠμὰ μήτε ἑψημένα ἐσθίειν, ἀλλὰ ὀπτὰ πυρί. οὔτε γὰρ μόνῳ τῷ γράμματι προσ βλέπομεν, ἀλλὰ τὴν διάνοιαν ἐρευνῶμεν. οὔτε μὴν ἀνθρωπίνους λογισ μοὺς τοῖς θείοις ἐπεισάγομεν λογίοις· τοῦτο γὰρ καὶ Ἠσαΐας τινῶν κατηγόρησεν, ὡς "ἀναμιγνύντων ὕδατι τὸν οἶνον". ἀλλὰ μόνῳ χρώμεθα τῷ θείῳ πυρί, τῇ τοῦ ἁγίου πνεύματος χάριτι. τὸ δὲ μὴ καταλιπεῖν τῶν κρεῶν εἰς τὴν ὑστεραίαν οὕτω νοοῦμεν, ὅτι ὁ μέλλων βίος τῶν συμβό λων οὐ δεῖται· αὐτὰ γὰρ ὁρῶμεν ἐν ἐκείνῳ τὰ πράγματα. τὰ δὲ ὀστᾶ τοῦ προβάτου συντρίβουσιν οἱ κακῶς τὰ θεῖα νοοῦντες λόγια, καὶ εἰς τὴν οἰκείαν αὐτὰ πειρώμενοι μεταφέρειν ἀσέβειαν. τὸ δὲ μὴ μόνον ἐκ προβάτων, ἀλλὰ καὶ ἐξ ἐρίφων λαμβάνειν, τὴν θείαν πάλιν κηρύττει φιλανθρωπίαν· οὐ γὰρ μόνον ὑπὲρ δικαίων, ἀλλὰ καὶ ὑπὲρ ἁμαρτωλῶν ὁ δεσπότης Χρισ τὸς τὸ σωτήριον ὑπομεμένηκε πάθος. οὕτω δὲ νοεῖν αὐτὸς ἡμᾶς ἐξεπαί δευσεν· ἀμνοῖς μὲν γὰρ τὸν τῶν ἁγίων ἀπείκασε σύλλογον· τὸν δὲ τῶν οὐ τοιούτων, ἐρίφοις· ἔριφον γὰρ ὑπὲρ ἁμαρτίας ὁ νόμος προσφέρειν ἐκέ λευσε. καὶ τῶν θείων δὲ μυστηρίων οἱ μεταλαμβάνοντες, οἱ μὲν ὡς προ βάτου μεταλαμβάνουσιν, ἅτε δὴ τελείαν τὴν ἀρετὴν κεκτημένοι· οἱ δὲ ὡς ἐρίφου, διὰ μετανοίας ἐξαλείφοντες τὰς τῶν ἁμαρτημάτων κηλίδας. οὕτω καὶ ὁ σωτὴρ ἡμῶν, οὐκ ἐκ σιτίνων μόνον, ἀλλὰ καὶ ἐκ κριθίνων 120 ἄρτων τοὺς συνεληλυθότας διέθρεψε. καὶ ἡμῖν δὲ ὁ δεσπότης ἐκέλευσεν ἔχειν τὰς ὀσφύας περιεζωσμένας, καὶ τοὺς πόδας ὑποδεδεμένους, καὶ τοὺς λύχνους καιομένους, ὡς οἰκέτας δεσπότην προσμένοντας. ἀλλ' ἑβραίοι μὲν ὡς αἰγυπτίων ἀπαλλαττόμενοι, καὶ εἰς τὴν χαναναίαν γῆν εἰσαγό μενοι, τοῦτο εἶχον τὸ σχῆμα, ἡμεῖς δέ, ὡς ἐντεῦθεν εἰς ἕτερον μεθιστάμενοι βίον. διὰ τοῦτο καὶ ἡμῖν ὁ θεῖος παρακελεύεται Παῦλος βοῶν, " ἐκκα θάρατε τὴν παλαιὰν ζύμην, ἵνα ἦτε νέον φύρα μα, καθώς ἐστε ἄζυμοι ". καὶ ἐπήγαγε· " καὶ γὰρ τὸ Πάσχα ἡμῶν ὑπὲρ ἡμῶν ἐτύθη Χριστός ", καὶ προσ τέθεικεν· " ὥστε ἑορτάζωμεν, μὴ ἐν ζύμῃ παλαιᾷ, μηδὲ ἐν ζύμῃ κακίας καὶ πονηρίας ἀλλ' ἐν ἀζύ μοις εἰλικρινείας καὶ ἀληθείας ". ἄνωθεν δὲ προμεμή νυκε τὴν τῶν ἐθνῶν σωτηρίαν ὁ τῶν ὅλων Θεός. καὶ γὰρ τοὺς προσηλύ τους μεταλαγχάνειν τοῦ Πάσχα προσέταξε· γειώραν γὰρ τὸν προσήλυτον προσηγόρευσε, καὶ ἰσονομίας αὐτῷ μετέδωκεν· " ἔσται, γάρ φησιν, ὡς ὁ αὐτόχθων τῆς γῆς ". καὶ τὸ " ἐν οἰκίᾳ μιᾷ βρωθήσεται ". φυλάττουσιν οἱ πιστοὶ ἐν μόνῃ τῇ τοῦ Θεοῦ ἐκ κλησίᾳ τῶν θείων μεταλαμβάνοντες μυστηρίων, τὰς δὲ τῶν αἱρετικῶν συναγωγὰς βδελυττόμενοι. τὰ μέντοι πρωτότοκα καὶ τῶν βοῶν καὶ τῶν προβάτων προσφέρεσθαι νενομοθέτηκεν ὁ δεσπότης Θεός, τῆς τῶν πρω τοτόκων αὐτῶν σωτηρίας ἀναμιμνήσκων· οὐδὲ γὰρ αὐτὸς τῶν θυμάτων ἐδεῖτο, ἀλλὰ τὴν ἐκείνων ὠφέλειαν ἐπραγματεύετο. τοῦτο γὰρ καὶ αὐτὸς ὁ νόμος δηλοῖ· " ἐὰν ἐρωτήσῃ σε ὁ υἱός σου λέγων· τί ἐστι τοῦτο; καὶ ἐρεῖς πρὸς αὐτόν, ὅτι ἐν χειρὶ κραταιᾷ ἐξήγαγεν ἡμᾶς Κύριος ἐκ γῆς Αἰγύπτου, ἐξ οἴκου δουλείας. ἡνίκα δὲ ἐσκλή 121 ρυνε Φαραὼ ἐξαποστεῖλαι ἡμᾶς, ἀπέκτεινε Κύ ριος πᾶν πρωτότοκον ἐν γῇ Αἰγύπτῳ ἀπὸ πρω τοτόκου ἀνθρώπου, ἕως πρωτοτόκων κτηνῶν. διὰ τοῦτο ἐγὼ θύω τῷ Κυρίῳ πᾶν διανοῖγον μήτραν, τὰ ἀρσενικά· καὶ πᾶν πρωτότοκον τῶν υἱῶν μου λυτρώσομαι. καὶ ἔσται εἰς ση μεῖον ἐπὶ τῆς χειρός σου, καὶ ἀσάλευτον πρὸ ὀφθαλμῶν σου. ἐν γὰρ χειρὶ κραταιᾷ ἐξήγαγέ σε Κύριος ἐξ Αἰγύπτου ". τοιγάρτοι τούτων ἕκαστον οὐ τῆς τοῦ Θεοῦ χρείας ἕνεκεν, ἀλλὰ τῆς τοῦ λαοῦ ἐγίνετο ὠφελείας. XXV Τινές φασιν, εἰς