1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

45

δώδεκα διαιρέσεις διαιρεθῆναι τὴν θάλασσαν, καὶ ἑκάσ την φυλὴν καθ' ἑαυτὴν διαβῆναι· καὶ τοῦτο νομίζουσι τὸν μακάριον εἰρηκέναι ∆αβίδ, " τῷ καταδιελόντι τὴν ἐρυθρὰν θά λασσαν εἰς διαιρέσεις ". Ἐγὼ δὲ διχῆ νομίζω τμηθῆναι τὸ πέλαγος· τοῦτο γὰρ καὶ ἡ θεία διδάσκει γραφή· " τὸ δὲ ὕδωρ αὐτοῖς τεῖχος ἐκ δεξιῶν, καὶ τεῖχος ἐξ εὐωνύμων ". τὴν δὲ ὁδὸν εὐρεῖαν γενέσθαι, σύμμε τρον τῷ πλήθει τῶν παριόντων· " ὡδήγησε, γάρ φησιν, αὐτοὺς ἐν ἀβύσσῳ, ὡς ἐν ἐρήμῳ ". τοῦτο δὲ τῆς ὁδοῦ τὴν εὐρυχω ρίαν δηλοῖ. οὐδὲ ἐκεῖνος μέντοι ὁ λόγος τῷ τῆς εὐσεβείας λυμαίνεται λόγῳ. καὶ τοῦτο γὰρ κἀκεῖνο τῆς θείας ἔργον θαυματουργίας· χρὴ μέντοι ἀκολουθεῖν τῇ τῆς θείας γραφῆς ἀληθείᾳ. τῇ δὲ δι' ὕδατος πανωλεθρίᾳ τὸν Φαραὼ πανστρατιᾷ παραδέδωκεν ὁ δικαιότατος δικαστής, ἐπειδή περ δι' ὕδατος ἀνεῖλε τῶν ἑβραίων τὰ βρέφη. 122 XXVI Ὁποῖον ἦν τὸ ξύλον τὸ γλυκᾶναν ἐν τῇ Μερρᾷ τὸ ὕδωρ; Περιττὸν καὶ ἀνόητον τὸ τὰ σεσιγημένα ζητεῖν. ἀρκεῖ δὲ ἡμῖν μαθεῖν, ὡς διὰ τοῦ ξύλου τὸ πικρὸν ὕδωρ εἰς γλυκεῖαν μετεβλήθη ποιότητα. καὶ τοῦτο γὰρ τὴν ἡμετέραν προδηλοῖ σωτηρίαν. τὸ γὰρ σωτήριον τοῦ σταυροῦ ξύλον τὴν πικρὰν τῶν ἐθνῶν ἐγλύκανε θάλατταν. XXVII Πῶς νοητέον τὸ ὑπὸ τοῦ ἀποστόλου εἰρημένον, " πάντες εἰς τὸν Μωϋσῆν ἐβαπτίσθησαν ἐν τῇ νεφέλῃ καὶ ἐν τῇ θαλάσσῃ· καὶ πάντες τὸ αὐτὸ πόμα πνευματικὸν ἔπιον· ἔπινον γὰρ ἐκ πνευματικῆς ἀκολουθού σης πέτρας· ἡ δὲ πέτρα ἦν ὁ Χριστός "; Τύπος ἦν τῶν νέων τὰ παλαιά, καὶ σκιὰ μὲν ὁ νόμος Μωϋσέως, σῶμα δὲ ἡ χάρις. ἐπειδὴ τοίνυν ἐδίωκον τοὺς ἑβραίους αἰγύπτιοι, διαβάντες δὲ τὴν ἐρυθρὰν θάλατταν οἱ ἑβραῖοι τῆς πικρᾶς τῶν αἰγυπτίων ἀπηλ λάγησαν δεσποτείας· τύπον ἔχει τῆς κολυμβήθρας ἡ θάλαττα· ἡ δὲ νε φέλη, τοῦ πνεύματος· ὁ δὲ Μωϋσῆς, τοῦ σωτῆρος Χριστοῦ· τοῦ σταυροῦ δὲ, ἡ ῥάβδος· τοῦ διαβόλου, ὁ Φαραώ· τῶν δαιμόνων, οἱ αἰγύπτιοι· τὸ δὲ μάννα, τῆς θείας τροφῆς· τὸ δὲ τῆς πέτρας ὕδωρ, τοῦ σωτηρίου αἵμα τος. ὥσπερ γὰρ ἐκεῖνοι μετὰ τὸ διαβῆναι τὴν ἐρυθρὰν θάλασσαν, καὶ τῆς ξένης τροφῆς, καὶ τοῦ παραδόξου ἀπήλαυσαν νάματος· οὕτως ἡμεῖς μετὰ τὸ σωτήριον βάπτισμα τῶν θείων μεταλαμβάνομεν μυστηρίων. 123 XXVIII ∆ιὰ τί ἡ πέτρα Χριστὸς ὠνομάσθη; Ὡς τύπος γενομένη τοῦ δεσπότου Χριστοῦ. οὕτω καὶ ἡ θάλαττα βάπ τισμα προσηγορεύθη, καίτοι οὐδενὸς ἐν αὐτῇ βαπτισθέντος· κεκονιαμένος γὰρ μᾶλλον αὐτὴν ἢ διάβροχος διῆλθεν ὁ Ἰσραήλ. XXIX ∆ιὰ τί " ἄρτον ἀγγέλων " τὸ μάννα προσηγόρευσεν ὁ προφή της ∆αβίδ; Ὡς ἀγγέλων τῇ τούτου δωρεᾷ διακεκονηκότων. ἡ γὰρ ἀσώματος φύσις οὐ δεῖται τροφῆς. οὕτως " ἄρτος οὐρανοῦ " προσηγορεύθη, ἐπει δὴ ἄνωθεν κατηνέχθη· οὐκ ἐξ αὐτοῦ τοῦ οὐρανοῦ, ἀλλ' ἐκ τοῦ ἀέρος. οὕτω καὶ πετεινὰ οὐρανοῦ προσηγόρευται τὰ τὸν ἀέρα διαπερῶντα. XXX ∆ιὰ τί μάννα ἐκλήθη; Εὐθὺς αὐτὸ θεασάμενοι ἀλλήλους ἠρώτων " τί τοῦτο "; ἐπέθεσαν τοίνυν αὐτῷ προσηγορίαν " τί τοῦτο ". τοῦτο γὰρ ἑρμηνεύει τὸ μάννα. τοῦτο δὲ καὶ ἡ ἱστορία διδάσκει· " ἰδόντες, γάρ φησιν, οἱ υἱοὶ Ἰσραὴλ εἶπον ἕτερος τῷ ἑτέρῳ τί ἐστι τοῦ το; οὐ γὰρ ᾔδεσαν τί ἦν ". ἐγένετο τοίνυν ἡ ἐρώτησις ὄνομα. τὸ δὲ " ὡς ἐγκρὶς ἐν μέλιτι " ὁ Σύμμαχος οὕτως ἡρμήνευσεν, " ὡς ἄμυλος ἐν μέλιτι ". τὸ δὲ γόμορ μέτρον ἦν ἑβραϊκόν. διδάσκει δὲ ὁ νομοθέτης, ὅτι " τὸ δέκατον ἦν τῶν τριῶν μέτρων "· ὡς δὲ Ἰώσηππος ἔφη, " τρεῖς ἥμισυ κο τύλας ἀττικὰς ἔχει ". 124 XXXI ∆ιὰ τί τὸ καταλειφθὲν εἰς τὴν ὑστεραίαν τοῦ μάννα διεφθάρη; Ἐπειδὴ νόμου παράβασις ἦν. διδάσκων γὰρ αὐτοὺς τῶν φροντίδων ἐλεύ θερον βίον, ὑπέσχετο καθ' ἑκάστην αὐτοῖς ἡμέραν παρέχειν τὴν ἀναγ καίαν τροφήν· ἐκεῖνοι δὲ ἀπιστήσαντες, μέρος τι τοῦ συλλεγέντος εἰς τὴν ὑστεραίαν ἐφύλαξαν· διὰ τοῦτο ἐπώζεσεν. ὅτι γὰρ οὐ τῆς τοῦ μάννα φύσεως ἦν τὸ πάθος μαρτυρεῖ τὸ σάββατον ἐν ᾧ ἀλώβητον διετηρήθη τὸ τῇ παρασκευῇ συλλεγέν· μαρτυρεῖ δὲ καὶ τὸ ἐν τῇ κιβωτῷ ἐπὶ πολλαῖς διαφυλαχθὲν γενεαῖς. XXXII ∆ιὰ τί ἐν τοῖς σάββασιν οὐ παρέσχε τὸ μάννα; Ἐπειδὴ μόνοις αὐτοῖς τοῦ σαββάτου τὴν ἀργίαν ἐνομοθέτησεν, ἔργῳ αὐ τοὺς