46
ἐδίδαξε φυλάττειν τὴν ἐντολήν. τὸν δὲ τῆς φύσεως οὐκ ἐκώλυσε δρόμον. ἀνίσχει γὰρ ἥλιος καὶ σελήνη ὡσαύτως καὶ τὰ νέφη τὸν ὑετὸν ὠδίνει, καὶ ἄνεμοι πνέουσι, καὶ γυναῖκες τίκτουσι καὶ τῶν ἀλόγων τὰ γένη. XXXIII Ποίοις ὅπλοις ἐχρῶντο τῷ Ἀμαλὴκ πολεμοῦντες; Τῶν αἰγυπτίων ὑποβρυχίων γεγενημένων, ἐξεβράσθη αὐτῶν εἰς τὴν ἠϊόνα μετὰ τῶν ὅπλων τὰ σώματα· ταῦτα σκυλεύσαντες, ἐχρῶντο τού τοις ἐν τοῖς πολέμοις. XXXIV ∆ιὰ τί τῶν Μωϋσέως χειρῶν ἐκτεταμένων ἐνίκα Ἰσραήλ, καθιεμένων δὲ ἡττᾶτο; 125 Τοῦ σταυρωθέντος ὑπὲρ ἡμῶν ἐπλήρου τὸν τύπον ἐκτείνων τὰς χεῖρας. ἐδείχθη τοίνυν καὶ ἐν τῷ τύπῳ τῆς ἀληθείας ἡ δύναμις· ὥσπερ γὰρ τοῦ θεράποντος τὰς χεῖρας ἐκτείνοντος ἔπεσεν Ἀμαλήκ, οὕτως τοῦ δεσπό του τὰς χεῖρας ἐκτείναντος, κατελύθη τοῦ διαβόλου τὸ στῖφος, καὶ ἐν ἐκείνῳ δὲ τῷ πολέμῳ ὁ τοῦ σωτῆρος ἡμῶν ὁμώνυμος τὸ τρόπαιον ἔστησε τότε ταύτην τὴν προσηγορίαν λαβών, καὶ τοῖς λογάσι χρησάμενος συ νεργοῖς, ὡς ὁ δεσπότης Χριστὸς ὑπουργοῖς τοῖς ἱεροῖς ἀποστόλοις. XXXV Τί ἐστιν, " ἔσεσθέ μοι λαὸς περιούσιος ἀπὸ πάν των τῶν ἐθνῶν· ἐμὴ γάρ ἐστι πᾶσα ἡ γῆ "; Πάντων εἰμί, φησί, ποιητὴς καὶ δεσπότης, καὶ πάντων ὡς ποιητὴς προ μηθοῦμαι· ὑμᾶς δὲ οἷόν τινα λαὸν ἐξαίρετον ἐμαυτῷ ἀφιέρωσα. τοῦτο γὰρ ἐπήγαγεν· " ὑμεῖς δὲ ἔσεσθε μοι εἰς βασίλειον ἱεράτευμα, ἔθνος ἅγιον ". ὥσπερ γὰρ τοὺς λευΐτας, ἰσραηλίτας ὄντας, τῶν ἄλλων φυλῶν προτετίμηκε, καὶ εἰς τὴν θείαν ἀφώ ρισε λειτουργίαν, οὐ τῶν ἄλλων ἀμελῶν, ἀλλὰ διὰ τούτων τὴν ἐκείνων ποιούμενος ἐπιμέλειαν· οὕτω τὸ τοῦ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ ἐξελέξατο σπέρμα· πρῶτον ἐπειδὴ ἐξ αὐτῶν ἤμελλε κατὰ σάρκα βλαστάνειν ὁ δεσπότης Χριστός· ἔπειτα διὰ τῶν εἰς τούτους γινομένων τὴν οἰκείαν ἐπιδεικνὺς δύναμιν, καὶ πάντας διδάσκων ἀνθρώπους τὴν τῆς θεογνωσίας ὁδόν, τούτων μέντοι εἰρημένων· " ἀπεκρίθη πᾶς ὁ λαὸς καὶ εἶπε· πάντα ὅσα εἶπεν ὁ Θεὸς ποιήσομεν καὶ ἀκουσόμεθα ". αὕτη δὲ ἡ τοῦ λαοῦ συνθήκη ὑπογραφῇ τινι ἔοικε γραμματίου· ὅθεν τὴν οἰκείαν παραβάντες ὁμολογίαν, ταῖς τῆς νομοθεσίας ἀραῖς ὑπεβλήθησαν, ὧν τοὺς εἰς αὐτὸν πεπιστευκότας ὁ δεσ πότης Χριστὸς ἠλευθέρωσε. " Χριστός, γάρ φησιν, ἐξηγό 126 ρασεν ἡμᾶς ἐκ τῆς κατάρας τοῦ νόμου, γενό μενος ὑπὲρ ἡμῶν κατάρα ". τὸ μέντοι " περιού σιος", "ἐξαίρετος " ὁ Σύμμαχος ἡρμήνευσεν. XXXVI Τί δήποτε οὐ μόνον ἁγνισθῆναι, ἀλλὰ καὶ πλῦναι τὰ ἱμάτια προσετάχ θησαν, ἡνίκα τὸν νόμον ἐδέχοντο; ∆ιὰ τῶν σωματικῶν αὐτοὺς ἐπὶ τὰ πνευματικὰ ποδηγεῖ, καὶ δέος ἐντί θησι, καὶ εὐλαβεστέρους ποιεῖ. ἐλογίζοντο γὰρ ἐκ τούτων ὡς πολλῷ μᾶλλον τὴν διάνοιαν καθαρεύειν προσήκει. διά τοι τοῦτο καὶ σαλπίγγων φωναὶ καὶ κτύποι βροντῶν καὶ γνόφος καὶ θύελλα καὶ πῦρ ἐν τῇ τοῦ ὄρους ἀκρωρείᾳ, καὶ κάπνος ἄφραστος ἐκπεμπόμενος· ἵνα διὰ τούτων ἁπάντων τὴν λιθίνην αὐτῶν καταμαλάξῃ καρδίαν. ἐπειδὴ γὰρ τὰς μὲν τοῖς αἰγυπτίοις ἐπενεχθείσας ἐθεάσαντο τιμωρίας, αὐτοὶ δὲ πεῖραν τῆς παιδείας οὐκ ἔλαβον, διὰ τούτων δεδίττεται οἷα δὴ παῖδας· ὥστε μὴ μόνον ἀγαπᾶν διὰ τὰς ἀρρήτους εὐεργεσίας, ἀλλὰ καὶ δεδιέναι διὰ τὰς τιμωρίας. τούτου χάριν καὶ περὶ τῶν ἱερέων ἔφη· " οἱ ἱερεῖς οἱ ἐγ γίζοντες Κυρίῳ τῷ Θεῷ ἁγιασθήτωσαν, μή ποτε ἀπαλλάξῃ ἀπ' αὐτῶν Κύριος ". ἐπειδὴ γὰρ εἰκὸς ἦν αὐτοὺς θαρρεῖν, ἅτε δὴ τὴν θείαν λειτουργίαν πεπιστευμένους, διδάσκει ὡς διαφερόντως τοὺς λειτουργεῖν τῷ Θεῷ προτεταγμένους ὑπερ τέρους εἶναι τῶν γηΐνων προσήκει. XXXVII Πῶς νοητέον τὸ " οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι πλὴν ἐμοῦ "; Οἱ μίαν οὐσίαν τῆς τριάδος ὁμολογοῦντες φυλάττουσι τὸν νόμον τῆς θείας φωνῆς. ἄλλο γάρ τι παρὰ τὴν θείαν φύσιν θεοποιεῖν οὐκ ἀνέχονται. 127 οἱ δὲ τὴν Ἀρείου καὶ Εὐνομίου περικείμενοι λώβην, τὸν θεῖον νόμον ἄν τικρυς παραβαίνουσιν, Θεὸν μὲν τὸν υἱὸν ὁμολογοῦντες, κτιστὸν δὲ ἀπο καλοῦντες καὶ τῆς θείας οὐσίας ἀλλότριον. τοῦ γὰρ Θεοῦ λέγοντος " οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι πλὴν ἐμοῦ ", οὗ τοι ἕτερον Θεὸν ἐπεισάγουσιν. XXXVIII "Εἴδωλον καὶ ὁμοίωμα" ποίαν ἔχει διαφοράν; Τὸ