1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

47

εἴδωλον οὐδεμίαν ὑπόστασιν ἔχει· τὸ δὲ ὁμοίωμα, τινός ἐστιν ἴνδαλμα καὶ ἀπείκασμα. ἐπειδὴ τοίνυν ἕλληνες ἀναπλάττουσι τὰς οὐχ ὑφεστώσας μορφάς, σφίγγας καὶ τρίτωνας καὶ κενταύρους· καὶ αἰγύπτιοι κυνοπρο σώπους καὶ βουκεφάλους, εἴδωλα καλεῖ τὰ τῶν οὐχ ὑφεστώτων μιμή ματα· ὁμοιώματα δὲ τὰ τῶν ὑφεστώτων εἰκάσματα, οἷον ἡλίου καὶ σελή νης, ἀστέρων, ἀνθρώπων, θηρίων, ἑρπετῶν, καὶ τῶν τούτοις παραπλη σίων. τούτοις κελεύει μήτε προσκυνεῖν, μήτε λατρεύειν. οὐχ ἁπλῶς δὲ ἀπαγορεύει ἀμφότερα· ἀλλ' ἐπειδὴ συμβαίνει τινὰς προσκυνῆσαι μὲν διὰ φόβον ἀνθρώπινον, οὐ μὴν καὶ λατρεῦσαι κατὰ ψυχήν, ἐδίδαξεν ὡς ἑκάτερον ἀσεβές. XXXIX Τὸ " Θεὸς ζηλωτὴς " τί ἐστιν; Ὁ νόμος τάξιν ἐπέχει ἀνδρός, ὁ δὲ λαὸς γυναικός. καὶ τοῦτο ἡμᾶς ἐδίδα ξεν ὁ δεσπότης Θεὸς διὰ μὲν Ἠσαΐου λέγων· " ποῖον τοῦτο τὸ βιβλίον τοῦ ἀποστασίου τῆς μητρὸς ὑμῶν "; διὰ δὲ Ἱερεμίου· " καθὼς ἀθετεῖ γυνὴ εἰς τὸν συνόν τα αὐτῇ, οὕτως ἠθέτησεν εἰς ἐμὲ ὁ οἶκος Ἰσ 128 ραὴλ καὶ ὁ οἶκος Ἰούδα, λέγει Κύριος ". καὶ πάλιν· " ἐὰν ἀποστείλῃ ἀνὴρ τὴν γυναῖκα αὐτοῦ, καὶ πορευθεῖσα γένηται ἀνδρὶ ἑτέρῳ, μὴ ἀνα κάμπτουσα ἀνακάμψει πρὸς αὐτὸν ἔτι; οὐ μιαι νομένη μιανθήσεται ἡ γυνὴ ἐκείνη; σὺ δὲ ἐξε πόρνευσας εἰς ποιμένας πολλοὺς καὶ ἀνέκαμπ τες πρός με, λέγει Κύριος ". καὶ ὁ ἀπόστολος δέ φησιν, ὅτι " ὁ νόμος κυριεύει τοῦ ἀνθρώπου ἐφ' ὅσον χρόνον ζῇ. ἡ γὰρ ὕπανδρος γυνὴ τῷ ζῶντι ἀνδρὶ δέδεται νόμῳ· ἐὰν δὲ ἀποθάνῃ ὁ ἀνὴρ κατήργηται ἀπὸ τοῦ νόμου τοῦ ἀνδρός, τοῦ μὴ εἶναι αὐτὴν μοιχαλίδα γενομένην ἀνδρὶ ἑτέ ρῳ. οὕτως καὶ ὑμεῖς ἐθανατώθητε τῷ νόμῳ διὰ τοῦ σώματος τοῦ Χριστοῦ, εἰς τὸ γενέσθαι ὑμᾶς ἑτέρῳ τῷ ἐκ νεκρῶν ἐγερθέντι ". τούτου χάριν Θεὸν ζηλωτὴν ἑαυτὸν ὀνομάζει· τοῖς ἀνθρωπίνοις μὲν κεχρημένος ὀνό μασι, δεδιττόμενος δὲ αὐτοὺς καὶ σωφρονεῖν ἀναγκάζων, ὥσπερ γὰρ ἀνὴρ ῥάθυμον ἔχων γυναῖκα παραινῶν αὐτῇ λέγει· ζηλότυπός εἰμι, οὐ δύναμαι βλέπειν σε ἄλλῳ προσδιαλεγομένην ἀνδρί· οὕτως ὁ δεσπότης Θεὸς τῆς δεισιδαιμονίας αὐτοὺς ἀπαλλάξαι βουλόμενος, οὐ μόνον ζηλω τὴν ἑαυτὸν ἀλλὰ καὶ " πῦρ καταναλίσκον " ἐκάλεσεν. ὅτι δὲ φιλοσ τοργίας ὁ τοιοῦτος ζῆλος, αὐτὸς τοῦτο δεδήλωκεν ὁ Θεὸς διὰ τοῦ Ἰεζεκιὴλ εἰπών· " διὰ τοῦτο ἀποστήσεται ὁ ζῆλός μου ἀπὸ σοῦ "· τουτέστιν, ὅτε ἠγάπων, ἐχρώμην τῷ ζήλῳ· ἀπωσάμενος δέ σε καὶ τὸν ζῆλον ἔσβεσα. τοῦτο καὶ δι' ἑτέρου προφήτου δεδήλωκεν· " οὐκ ἐπισκέψομαι ἐπὶ τὰς θυγατέρας ὑμῶν ὅταν πορ 129 νεύσωσι, καὶ ἐπὶ τὰς νύμφας ὑμῶν ὅταν μοι χεύσωσιν ". ἀγάπης τοίνυν ὁ ζῆλος δηλωτικός. XL Πῶς τὸ δίκαιον σώζεται, τῶν παίδων ὑπὲρ τῶν πατέρων κολαζομένων; Μείζους αἱ ἀπειλαὶ τῶν κολάσεων παρὰ τῷ δεσπότῃ Θεῷ. καὶ τοῦτο ῥᾴ διον μαθεῖν παρὰ τῆς θείας γραφῆς· " πᾶς, γάρ φησιν, ἀπερίτ μητος ἄρσην, ὃς οὐ περιτμηθήσεται τῇ ἡμέρᾳ τῇ ὀγδόῃ ἐξολοθρευθήσεται ". ἀλλ' ἔστιν εὑρεῖν τοὺς μὲν περιτετμημένους ἐν τῇ ἐρήμῳ διαφόρως ἀναιρεθέντας· τοὺς δὲ ἀπεριτ μήτους μεμενηκότας τῆς τῶν προγόνων ἐπαγγελίας τετυχηκότας· τού τους γὰρ ἐν Γαλγάλοις Ἰησοῦς περιέτεμεν, οὕτω ταῖς ἐχούσαις ζύμην οἰκίαις πανωλεθρίαν ἠπείλησεν· ἀλλ' οὐκ ἐπήγαγε τὴν τιμωρίαν κατὰ τὴν ἀπειλήν. καὶ ἐνταῦθα τοίνυν, ὡς φιλόπαιδας καὶ φιλοπαιδίας πε φροντικότας δεδίττεται ταῖς ἀπειλαῖς, καί φησιν· " ἀποδιδοὺς ἁμαρτίας πατέρων ἐπὶ τέκνα ἐπὶ τρίτην καὶ τετάρτην γενεὰν τοῖς μισοῦσί με ". ὅτι γὰρ γυμ νῷ προσέχειν τῷ γράμματι δυσσεβὲς αὐτὸς ὁ Θεὸς διδάσκει τἀναντία νομοθετῶν· " οὐκ ἀποθανοῦνται, γάρ φησι, παῖδες ὑπὲρ πατέρων, οὐδὲ πατέρες ὑπὲρ παίδων· ἀλλ' ἕκαστος ἐν τῇ ἁμαρτίᾳ αὐτοῦ ἀποθανεῖ ται ". καὶ διὰ τοῦ προφήτου Ἰεζεκιήλ φησι· " τίς ὑμῖν ἡ παραβολὴ αὕτη λεγόντων· οἱ πατέρες ἔφαγον ὄμφακα, καὶ οἱ ὀδόντες τῶν τέκνων ἠμωδία σαν; ζῶ ἐγώ, λέγει Κύριος, εἰ ἔσται ἡ παρα βολὴ αὕτη, ἀλλὰ τῶν φαγόντων τὸν ὄμφακα αἱμωδιάσουσιν οἱ ὀδόντες· ὅτι πᾶσαι αἱ ψυ χαὶ ἐμαί εἰσι ". καὶ τὰ ἑξῆς δὲ τὴν αὐτὴν ἔχει διάνοιαν. 130 ἐγὼ δὲ οἶμαι μᾶλλον τὴν θείαν φιλανθρωπίαν ἐμφαίνειν τὴν ἀπειλήν. πρόσκειται γάρ· " τοῖς μισοῦσί με ", τουτέστι, μακροθυμῶ