1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

52

ἦν βατά. εἶχε δὲ ταῦτα λυχνίαν μὲν ἐν τῷ νοτίῳ μέρει κειμένην ἑπτάκαυλον, ἰσαρίθμους ἔχουσαν λύχνους ἐπικει μένους. ἐδήλουν δὲ οὗτοι τῶν ἡμέρων τῆς ἑβδομάδος τὸν ἀριθμόν. τρά πεζαν δὲ ἐν τῷ βορείῳ χρυσῆν, ἐφ' ἧς ἄρτους προκεῖσθαι προσέταξε δυο καίδεκα, καὶ φιάλας χρυσᾶς, πλήρεις λιβανωτοῦ καὶ ἁλῶν. ἐν δὲ τῷ μέσῳ 142 τῆς τε λυχνίας καὶ τῆς τραπέζης, χρυσοῦν ἔκειτο θυμιατήριον. ταῦτα δὲ ἦν αἰνίγματα τῶν ἀπὸ γῆς τοῖς ἀνθρώποις δεδωρημένων καρπῶν. πρὸ δὲ τῆς σκηνῆς ἔξω τὸ χαλκοῦν ἦν θυσιαστήριον, τὸ τὰ προσφερόμενα δεχόμενον θύματα. δηλοῖ δὲ τοῦτο, περιττὰ εἶναι ταῦτα καὶ μὴ ἀρεστὰ τῷ τῶν ὅλων Θεῷ. ὅθεν ἐπιτελεῖσθαι μὲν αὐτὰ συνεχώρησε, διὰ τὴν ἰου δαίων ἀσθένειαν· ἔξω δὲ τῆς σκηνῆς ἱερουργεῖσθαι προσέταξεν, ὡς τοῖς ἔνδον οὐκ ἀναγκαῖα. ἡμεῖς δὲ τὴν τοῖς ἔνδον ἀπονεμηθεῖσαν λειτουργίαν ἐπιτελοῦμεν. θυμίαμα γὰρ καὶ λυχνιαῖον φῶς προσφέρομεν τῷ Θεῷ καὶ τὴν μυστικὴν τῆς ἁγίας τραπέζης ἱερουργίαν· ὅτι δὲ τριάκοντα πήχεων ἦν τὸ μῆκος τῆς σκηνῆς, καὶ δέκα τὸ εὖρος, καταμαθεῖν εὐπετές, εἴκοσι γὰρ σανίδας εἶχε τὸ νότιον μέρος, καὶ τοσαύτας τὸ βόρειον. " σανίδας " γὰρ τοὺς στύλους ὠνόμασαν οἱ ἄλλοι ἑρμηνευταί. ἑκάστης δὲ σανίδος πῆχυν ἐχούσης καὶ ἥμισυ πήχεως, τριάκοντα πήχεις αἱ εἴκοσι σανίδες ἐπλήρουν. οὕτω πάλιν τὸ πρὸς δυσμὰς ἀποβλέπον ἓξ εἶχε σανίδας τὸ αὐτὸ μέτρον ἐχούσας, καὶ δύο γωνίαις. δώδεκα οὖν πήχεις ἐκ τούτων συναγόμενοι, οἱ μὲν δέκα τὸ ἔνδον εὖρος ἐπλήρουν, οἱ δὲ ἄλλοι δύο, τῶν ἑκατέρωθεν πλευρῶν τὰς ἁρμονίας ἐδέχοντο. ἐκ μέντοι τοῦ ἑῴου μέρους τὴν θύραν γενέσθαι προσέταξεν, ἵνα καὶ αὐτὸς ἀνίσχων ὁ ἥλιος οἷόν τινα προσκύ νησιν προσφέρῃ τοῖς προπυλαίοις εὐθὺς ἐκεῖσε τὰς ἀκτῖνας ἐκπέμπων· καὶ οἱ τῷ θεῷ μόνῳ λατρεύειν προστεταγμένοι ὄπισθεν τὸν ἥλιον ἔχωσι πρὸς τὴν σκηνὴν τετραμμένοι καὶ μὴ τοῦτον, ἀλλὰ τὸν τούτου ποιητὴν προσκυνῶσι. δρυφάκτῳ τοίνυν ἡ σκηνὴ προσεῴκει, σανίδας ἔχουσα πάντοθεν συνηρμοσμένας ἀλλήλαις. εἶχον δὲ καὶ τὰς βάσεις ἀργυρᾶς καὶ τὰς κεφαλίδας ὡσαύτως· καὶ αὐταὶ δὲ καὶ ἔνδοθεν καὶ ἔξωθεν ἦσαν ἠλειμ μέναι χρυσῷ· τὸν δὲ ὄροφον εἶχεν ἐξ ὑφασμάτων ποικίλων, ἐκδιαφόρων κατεσκευασμένων χρωμάτων. τὸ μὲν γὰρ ἦν ἁλουργόν, τὸ δὲ ῥοδοειδὲς 143 ἢ κοκκοβαφές, τὸ δὲ ὑακίνθῳ προσεοικός· ἡ δὲ βύσσος τὴν λευκὴν εἶχε χροιάν. καὶ ταῦτα δὲ τῶν τεσσάρων ἦν στοιχείων αἰνίγματα· ὁ μὲν γὰρ ὑάκινθος τῷ ἀέρι προσέοικε· τὸ δὲ ῥοδοειδὲς ἢ κοκκοβαφὲς τῷ πυρί· τὸ δὲ ἁλουργὸν μηνύει τὴν θάλατταν· ἐκείνη γὰρ τρέφει τὸν κόχλον ἐξ ἧς τὸ τοιοῦτον γίνεται χρῶμα· ἡ δὲ βύσσος, τὴν γῆν· ἐκ ταύτης γὰρ φύεσ θαι λέγεται. καὶ δέρρεις δὲ εἶχε τριχίνας ἐπικειμένας καὶ μέντοι καὶ διφθέ ρας ποικίλας, ὥστε καὶ τὸν ὑετὸν ἀπείργειν καὶ τὸν φλογμόν. καὶ τοῖς ἱερεῦσι δὲ παντοδαπὸν περιτέθεικε κόσμον· τὸν μὲν λαὸν καταπλήττοντα τῷ διαφόρῳ τοῦ σχήματος, αὐτοὺς δὲ τοὺς ἱερέας διδάσκοντα ὅπως χρὴ τὴν ψυχὴν ὡραΐζειν, καὶ τὸν τῆς ἀρετῆς αὐτῇ κόσμον περιτιθέναι. " ὑπο δύτην " δὲ καλεῖ τὸν ἐνδότερον χιτωνίσκον· " ἐπενδύτην " δὲ τὸν χι τῶνα τὸν ἔξωθεν· ὑακίνθινον δὲ τοῦτον γενέσθαι προσέταξε, καὶ " πο δήρη " προσηγόρευσεν, ὡς μέχρις ἄκρων διήκοντα τῶν ποδῶν. ἀπήρτη σε δὲ τούτου καὶ κώδωνας χρυσοῦς καὶ ῥοΐσκους, ἵνα εἰς τὸ ἄδυτον καὶ ἀνάκ τορον τῆς σκηνῆς εἰσιὼν καὶ τὴν ἐκ τούτων ἀποτελουμένην ἠχὴν εἰσ δεχόμενος, μετὰ δέους τὴν λειτουργίαν ἐπιτελῇ, εἰς μνήμην λαμβάνων τὸν ταῦτα προστεταχότα, καὶ τὴν προσφερομένην ἱερουργίαν δεχό μενον. διά τοι τοῦτο καὶ τοῦ ἀέρος ὁ ποδήρης εἶχε τὸ χρῶμα· ὑακίνθινος γὰρ ἦν ὡς ἂν καὶ εἰς τοῦτον ἀφορῶν μετάρσιος γένηται. ἐπέκειτο δὲ τῇ κεφαλῇ κίδαρις τὸν οὐρανὸν μιμουμένη. ἐκάλυπτε δὲ καὶ ταινία τὸ μέτω πον, ἣν " μίτραν " εἶπον οἱ ἑβδομήκοντα. εἶχε δὲ ἐν μέσῳ πέταλον αὕτη χρυσοῦν, ἐγγεγραμμένον ἔχον τοῦ Θεοῦ τὸ ἄφραστον ὄνομα ὃ καλοῦσιν ἑβραῖοι τετράγραμμον. εὐλάβειαν δὲ τὸν λαὸν ἐκπαιδεύων ὁ δεσπότης Θεὸς δι' αἰνίγματος τοῦτο δεδήλωκεν· " ἐπιγράψεις γὰρ αὐτῷ, φησίν, ἁγίασμα Κυρίου ". ἐκέλευσε δὲ αὐτῷ καὶ ἐφεστρίδα γενέσθαι, ἣν οἱ