1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

54

ἀπαιτεῖ τὸν ἱερέα· κά λυμμα γὰρ τὸ στηθύνιον τῆς καρδίας. διὰ δὲ τοῦ δεξιοῦ βραχίονος, τὴν πρᾶξιν τὴν δεξιάν. οὐκ ἀρκεῖ γὰρ ἡ πίστις εἰς σωτηρίαν, ἀλλὰ δεῖται τῶν ἔργων εἰς τελειότητα. LXIV Τί ἐστι τὸ εἵν; Μέτρον ἑβραϊκὸν οἴνου καὶ ἐλαίου. δέχεται δὲ ὥς φησιν Ἰώσηπος δύο χόας ἀττικούς. πιστευτέον δὲ ἐν τούτοις αὐτῷ, ἀκριβῶς τοῦ ἔθνους τὰ μέτρα ἐπισταμένῳ. LXV Περὶ τῶν σαββάτων νομοθετῶν ἔφη· " ἔστι γὰρ σημεῖον ἐμοὶ 147 καὶ τοῖς υἱοῖς Ἰσραὴλ εἰς τὰς γενεὰς ὑμῶν ". πῶς οὖν τοῦτο νοήσομεν; Ὥσπερ τῷ Ἀβραὰμ τὴν περιτομὴν διδοὺς ἔφη· " καὶ ἔσται εἰς σημεῖον ἀνὰ μέσον ἐμοῦ καὶ ὑμῶν ", οὕτω καὶ περὶ τοῦ σαββάτου νομοθετῶν ἔφη· " ἔστι γὰρ σημεῖον ἐν ἐμοὶ καὶ ἐν τοῖς υἱοῖς Ἰσραὴλ εἰς τὰς γενεὰς ὑμῶν ". τὸ γὰρ καινὸν τῆς πολιτείας ἀεὶ τοῦ νομοθέτου τὴν μνήμην ἀνθεῖν παρεσ κεύαζε, καὶ τῶν ἐθνῶν τῶν ἄλλων ἐχώριζε. καθάπερ γὰρ τὰς ποίμνας καὶ τὰς ἀγέλας αἱ σφραγίδες δηλοῦσι, οὕτω τὰ τῆς τῶν ἑβραίων πολι τείας ἐξαίρετα καὶ τῶν ἄλλων αὐτοὺς διεῖργε καὶ τῷ νομοθέτῃ προσεδρε ύειν ἐδίδασκεν. LXVI Τί δήποτε ὁ Ἀαρὼν τῷ λαῷ τὸν μόσχον διέγλυφεν; Τὸν σκοπὸν τοῦ γινομένου προσήκει ζητεῖν. οὕτω γὰρ ἐξετάζοντες, εὑ ρήσομεν αὐτὸν οὐ παντάπασι συγγνώμης ἐστερημένον. τοῦ γὰρ ἀδελφοῦ τεσσαράκοντα ἡμέρας διατρίψαντος ἐν τῇ τοῦ ὄρους ἀκρονυχίᾳ καὶ τοῦ λαοῦ λυττήσαντος καὶ εἰς τὴν Αἴγυπτον ἀναστρέψαι ὁρμήσαντος. πρῶτον μὲν ἐπειράθη λόγοις αὐτῶν τὴν ὁρμὴν χαλινῶσαι. ἐπειδὴ δὲ ἀπειθοῦντας εἶδεν, ᾔτησε τῶν γυναικῶν τὰ χρυσία, πάθει πάθος ἀντιστρατεύσας, τὸ φιλόκοσμον καὶ φιλοχρήματον τῇ τῆς δεισιδαιμονίας μανίᾳ. ἀλλ' οὐδὲ τοῦτο τὸ μηχάνημα τὴν ἐκείνων ἔσβεσε λύτταν. ὅθεν ἠναγκάσθη δια γλύψαι τὸν μόσχον καὶ τοιούτῳ δὲ σκοπῷ χρησάμενος, τῆς θείας ἐδεήθη φιλανθρωπίας, ὥστε τὴν τιμωρίαν διαφυγεῖν. καὶ τοῦτο Μωϋσῆς ὁ θειό τατος ἐν τῷ ∆ευτερονομίῳ δεδήλωκεν· " ἐδεήθην, γάρ φησι, τοῦ Κυρίου περὶ Ἀαρὼν τοῦ ἀδελφοῦ μου καὶ οὐκ ἀπέθανεν ". 148 LXVII Πῶς νοητέον τό· " καὶ νῦν ἔασόν με καὶ θυμωθεὶς ὀργῇ εἰς αὐτούς, ἐκτρίψω αὐτοὺς καὶ ποιήσω σε εἰς ἔθνος μέγα "; Καὶ τὸ ἀπαθὲς τοῦ Θεοῦ καὶ τὸ φιλάνθρωπον ὁ λόγος δηλοῖ, ὁ γὰρ θυμῷ τι πράττων, καὶ τοὺς παρακαλοῦντας δυσχεραίνει· ὁ δὲ Θεὸς ἔφη· " ἔασόν με καὶ θυμωθεὶς ὀργῇ εἰς αὐτοὺς ἐκτρί ψω αὐτούς ". οὐδεὶς δὲ ἀναμένει τοὺς παρακαλοῦντας ἵνα ὀρ γισθῇ, ἀλλ' ἵνα παρακληθῇ. τὸ οὖν· " ἔασόν με ", ἀντὶ τοῦ, κώ λυσόν με, εἴρηκεν. ἐπειδὴ γὰρ ἠγνόει Μωϋσῆς ὁ μέγας τὴν τοῦ λαοῦ πα ρανομίαν, καὶ ταύτην αὐτῷ δεδήλωκεν ὁ Θεὸς, καὶ εἰς πρεσβείαν διήγειρε· τὸ δὲ " ποιήσω σε εἰς ἔθνος μέγα ", τὰ ἡμέτερα προση μαίνει. ὅπερ γὰρ τότε οὐ γέγονε, μετὰ τὴν τοῦ σωτῆρος ἡμῶν ἐπιφά νειαν γέγονεν. ὁ μέντοι νομοθέτης, καὶ ταῦτα τοῦ Θεοῦ ἀρκεῖν αὐτὸν εἰς τὴν ὑπὲρ τοῦ λαοῦ πρεσβείαν εἰρηκότος, οὐχ ὑπέλαβεν ἱκανὸς εἶναι παῦσαι τοῦ Θεοῦ τὴν ὀργήν· ὅθεν τῶν πατριαρχῶν τὰς προσηγορίας ἀνθ' ἱκε τηρίας προσήνεγκεν καὶ τῶν πρὸς ἐκείνους ὅρκων ἀνέμνησε καὶ τὰς γεγε νημένας συνθήκας ἐμπεδωθῆναι ἱκέτευσεν. LXVIII ∆ιὰ τί τὰς πλάκας συνέτριψεν; Ἀνάξιον κρίνας τὸν λαὸν τῆς θείας νομοθεσίας. ἐπειδὴ γὰρ προικῴων γραμματείων τύπον εἶχον αἱ πλάκες, ἡ δὲ νύμφη πρὸ τῆς παστάδος εἰς μοιχείαν ἀπέκλινε, μάλα εἰκότως τὸ προικῷον διέρρηξε γραμματεῖον. ἐπισημήνασθαι δὲ προσήκει, ὡς τότε μὲν δεξάμενος τὴν ἱκετείαν ὁ τῶν 149 ὅλων Θεὸς ἀνεβάλετο τὴν τιμωρίαν. προστέθεικε δέ, " ᾗ δ' ἂν ἡμέρᾳ ἐπισκέπτωμαι, ἐπάξω ἐπ' αὐτοὺς πᾶσαν τὴν ἁμαρτίαν αὐτῶν ". ἔοικε δὲ τοῦτο τοῖς ὑπὸ τοῦ ἀποσ τόλου εἰρημένοις· " ἀγνοῶν ὅτι τὸ χρηστὸν τοῦ Θεοῦ εἰς μετάνοιάν σε ἄγει· κατὰ δὲ τὴν σκληρό τητα σου καὶ ἀμετανόητον καρδίαν, θησαυρί ζεις σεαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς καὶ ἀποκα λύψεως καὶ δικαιοκρισίας τοῦ Θεοῦ, ὃς ἀπο δώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ ". ὁ μέντοι νομοθέτης ἀκούσας, ὡς οὐκ ἀνέξεται συνεῖναι αὐτοῖς ὁ τῶν ὅλων Θεὸς διὰ τὸ σκληρὸν αὐτῶν καὶ ἀντίτυπον, ἀλλ' ἄγγελον αὐτοῖς ἐπιστήσει, ᾔτησε μὲν γνῶναι, τίς ὁ τὴν κηδεμονίαν