1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

55

αὐτῶν πιστευθείς· ἠντιβόλησε δὲ μὴ δοῦναι αὐτοῖς ὁμόδουλον ἡγεμόνα, ἀλλ' αὐτὸν αὐτῶν ἡγήσασθαι τὸν δεσπότην. ἐπειδὴ δὲ καὶ ταύτην ὑπέσχετο δώσειν αὐτῷ τὴν χάριν ὁ ἀγαθὸς Θεός, ἔρωτι μεθύων ἐπαινουμένῳ, τῶν ὑπὲρ ἄνθρωπον ἠράσθη, καὶ τὴν ἀθέατον φύσιν ἰδεῖν ἐπεθύμησεν· ἀλλὰ μεμάθηκεν, ὡς ἐκείνην ἰδεῖν τὴν οὐσίαν ἀδύνατον. " Θεὸν γὰρ οὐδεὶς ἑώρακε πώπο τε ", κατὰ τὴν τοῦ Κυρίου φωνήν, τὰς δὲ θείας οἰκονομίας τε καὶ ἐνερ γείας. οὕτω γὰρ προσήκει νοεῖν τοῦ Θεοῦ τὰ ὀπίσθια· θεωρῆσαι δυνατὸν τοῖς κατὰ Μωϋσέα τελείοις τὴν ἀρετήν· καὶ οὐδὲ τούτοις ὡς ἔτυχεν, ἀλλ' εἰς τὴν πέτραν ὑπ' αὐτοῦ τοῦ Θεοῦ τεθειμένοις. σημαίνει δὲ αὕτη τῆς πίσ τεως τὸ στερρὸν καὶ ἀκράδαντον· καὶ διὰ τῆς ὀπῆς τῆς πέτρας, δηλοῖ δὲ αὕτη τὸν τῆς πίστεως ὀφθαλμὸν θεωροῦντα τὰ τοῖς αἰσθητοῖς ὀφθαλ μοῖς ἀνέφικτα καὶ ἀθέατα. LXIX Τί σημαίνει τὸ κάλυμμα τὸ ἐπιτεθὲν τῷ προσώπῳ τοῦ νομοθέτου; 150 Ἔχομεν τοῦ ἀποστόλου τὴν ἑρμηνείαν· " μέχρι, γάρ φησι, τῆς σή μερον, ἡνίκα ἀναγινώσκηται Μωϋσῆς κάλυμ μα ἐπὶ τὴν καρδίαν αὐτῶν κεῖται μὴ ἀνακα λυπτόμενον, ὅ τι ἐν Χριστῷ καταργεῖται. ἡνί κα δ' ἂν ἐπιστρέψῃ πρὸς Κύριον, περιαιρεῖται τὸ κάλυμμα ". ὥσπερ γὰρ τότε θείας ἐνεπλήσθη δόξης τοῦ νομοθέτου τὸ πρόσωπον καὶ σέλας ἐκεῖθεν ὑπὲρ ἀστραπὴν ἐκπεμπόμενον, ἀντι βλέπειν οὐκ εἴα τοὺς ἐντυγχάνοντας, ἀλλ' ἢ ἑτέρωσε τὰ πρόσωπα τρέπειν ἢ τοὺς ὀφθαλμοὺς μύειν ἠνάγκαζε. καὶ τούτου χάριν ἐχρῆτο τῷ προκαλύμματι τῷ λαῷ διαλεγόμενος· πρὸς δὲ τὸν Θεὸν ἐπιστρέ φων, γυμνὸν εἶχε τὸ πρόσωπον· οὕτως ἰουδαῖοι τῷ τοῦ νόμου προ σέχοντες γράμματι, τὴν μὲν δόξαν οὐχ ὁρῶσι, μόνον δὲ τὸ κάλυμμα βλέπουσι. τῇ δὲ τοῦ παναγίου πνεύματος χάριτι προσιόντες, ἀπαλλά σσονται μὲν τοῦ προκαλύμματος, θεωροῦσι δὲ τὴν δόξαν ἧς Μωϋ σῆς ἐνεπλήσθη. τοῦτο γὰρ καὶ ὁ μακάριος λέγει Παῦλος· " ἡμεῖς δὲ πάντες ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτριζόμενοι, τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα ἀπὸ δόξης εἰς δόξαν, καθάπερ ἀπὸ Κυρίου πνεύματος ". ὥσπερ γὰρ τὰ διειδῆ κάτοπτρα τῶν εἰσορώντων τοὺς τύπους ἐκμάττεται, οὕτως αἱ καθαραὶ καρδίαι τοῦ Θεοῦ τὴν δόξαν εἰσδέχονται. διὸ δὴ καὶ ὁ Κύριος ἔφη· " μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψον ται ", καὶ ὥσπερ ὁ Ἰούδας τὸν διάβολον εἰσδεξάμενος, τὴν ἐκείνου πονηρίαν ἐτύπωσεν ἐν ἑαυτῷ, οὕτως ὁ τῇ θείᾳ χάριτι προσιών, ταῖς ἐκεῖ θεν φερομέναις μαρμαρυγαῖς καταυγάζεται, οὕτως ὁ ἐν σκότῳ καθήμενος 151 σκοτοειδὴς γίνεται, ὁ δὲ ἐν ἡλίῳ ἡλιοειδὴς καὶ φωτοειδής, οὕτως ὁ τῷ Θεῷ προσεδρεύων θεοειδεῖς δέχεται χαρακτῆρας. LXX Πόθεν εἶχον " τὰ ξύλα τὰ ἄσηπτα "; Σανίδες ἦσαν δεκαπήχεις· εἰκὸς τοίνυν ταύτας ἐσχηκέναι τοὺς εὐπορω τέρους ἐξ Αἰγύπτου μετενεγκόντας, ἡνίκα ἐκεῖθεν ἐξῆλθον. τοὺς δὲ πολυ τιμήτους λίθους καὶ τὸν χρυσὸν καὶ τὸν ἄργυρον καὶ τὸν χαλκόν, παρ' αἰγυπτίων λαβόντες ἀπῆραν, κατὰ γὰρ τὴν θείαν ἐντολήν· " ᾔτησε γυνὴ παρὰ γείτονος καὶ συσκήνου αὐτῆς σκεύη ἀργυρᾶ καὶ χρυσᾶ καὶ ἱματισμόν, καὶ ἐσκύλευ σαν τοὺς αἰγυπτίους ". διὸ δὴ καὶ τὰ προσφερόμενα ἀπαρ χὰς προσηγόρευσεν ὁ τῶν ὅλων Θεὸς ὡς ἀκροθίνια σκύλων. LXXI Ποίου χαρίσματος οἱ περὶ τὸν Βεσελεὴλ ἔτυχον; Σοφίας ἀρχιτεκτονικῆς. ἔστι γὰρ σοφία ὑφαντικὴ καὶ σοφία γεωργικὴ καὶ σοφία ἰατρική. ἕκαστον δὲ τούτων δῶρον Θεοῦ, εἰς χρῆσιν τοῖς ἀν θρώποις δεδωρημένον. LXXII ∆ιὰ τί τῇ νουμηνίᾳ τοῦ πρώτου μηνὸς στῆσαι τὴν σκηνὴν προσέταξεν ὁ Θεός; Ἐπειδὴ κατὰ τοῦτον τὸν καιρὸν τὴν κτίσιν ἐδημιούργησε, καὶ μαρτυρεῖ 152 τῷδε τῷ λόγῳ τῶν δένδρων ἡ βλάστησις· " βλαστησάτω, γάρ φησιν, ἡ γῆ βοτάνην χόρτου, σπεῖρον σπέρμα κατὰ γένος καὶ καθ' ὁμοιότητα, καὶ ξύλον κάρ πιμον ποιοῦν καρπόν, οὗ τὸ σπέρμα αὐτοῦ ἐν αὐτῷ εἰς ὁμοιότητα κατὰ γένος ἐπὶ τῆς γῆς ". ἀρχομένου δὲ τοῦ ἔαρος, καὶ οἱ λειμῶνες ἀνθοῦσι καὶ κυμαίνει τὰ λήϊα καὶ τὰ δένδρα φύει καρπόν. διά τοι τοῦτο καὶ τὸν Ἰσραὴλ κατὰ τουτονὶ τὸν καιρὸν ἠλευθέρωσε τῆς αἰγυπτίων δουλείας· καὶ τῇ ἁγίᾳ παρθένῳ Γαβριὴλ ὁ ἀρχάγγελος ἐκόμισε τῶν παραδόξων ὠδίνων τὰ εὐαγγέλια.