1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

56

κατὰ τοῦτον τὸν καιρὸν καὶ ὁ δεσπότης Χριστὸς τὸ σωτήριον ὑπέμεινε πάθος. μάλα τοίνυν εἰκότως τῇ μίᾳ τοῦ πρώτου μηνὸς στῆναι τὴν σκηνὴν ὁ τῶν ὅλων δεσπότης Θεὸς προσέταξε· καὶ ὅτι τοῦ κόσμου παντὸς ἐκτύ πωμα ἦν· καὶ ἵνα εὐτρεπίσῃ πρὸς τὴν τοῦ Πάσχα ἑορτήν, ἣν πρώτην ἐπιτελεῖν νόμος ἦν ἰουδαίοις. τότε δὲ καὶ πρῶτον ταύτην ἔμελλον ἑορτά ζειν τὴν ἑορτὴν ἐν τῇ ἐρήμῳ. δεύτερον γὰρ ἦν ἔτος μετὰ τὴν τῆς δουλείας ἀπαλλαγήν.

153 QUAESTIONES IN LEVITICUM

I Τίνος ἕνεκα τὰς θυσίας προσφέρεσθαι προσέταξεν ὁ Θεός; Πολλαχοῦ μὲν ἡμῖν εἴρεται περὶ τούτων, κἀν τοῖς πρὸς ἕλληνας συγγε γραμμένοις κἀν τοῖς πρὸς τὰς αἱρέσεις, καὶ μέντοι κἀν τοῖς πρὸς τοὺς μά γους. πρὸς δὲ τούτοις κἀν ταῖς τῶν προφητῶν ἑρμηνείαις, καὶ τοῖς τῶν ἀποστόλων ὑπομνήμασιν. ἐρῶ δὲ ὅμως κἀνταῦθα ἐν κεφαλαίῳ, ὅτι μὲν ἀνενδεὴς ὁ Θεός, οὐκ οἶμαι οὐδὲ τοὺς ἄγαν ἀντερεῖν ἀνοήτους. ὅτι δὲ καὶ τὰς τοιαύτας οὐ προσίεται θυσίας, διὰ τῶν πλείστων ἐδίδαξε προφη τῶν. ἐπειδὴ δὲ χρόνον συχνὸν ἐν Αἰγύπτῳ διατετελεκὼς ὁ λαὸς θύειν δαίμοσιν ἐδιδάχθη, συνεχώρησε τὰς θυσίας, ἵνα τῆς δεισιδαιμονίας ἐλευ θερώσῃ. ὅτι γὰρ ταύταις ἔχαιρον, μαρτυρεῖ τὰ περὶ τὸν μόσχον γεγε νημένα· τοῦτο καὶ διὰ Ἰεζεκιὴλ τοῦ προφήτου δεδήλωκεν· " εἶδόν σε, γάρ φησι, πεφυρμένην ἐν τῷ αἵματί σου καὶ εἶπόν σοι· ἐν τῷ αἵματί σου ζωή, πληθύνου ". λέγει δὲ ὅτι θεασάμενός σε τῷ τῶν θυσίων αἵματι χαίρουσαν, συνεχώρησά σοι τῆς τοιαύτης ἀπολαύειν ἐπιθυμίας. πρὸς δὲ τούτοις καὶ ἕτερον αὐ τοῖς ἀλεξίκακον διὰ τούτου κατεσκεύασε φάρμακον· θύεσθαι γὰρ αὐτῷ 154 προσέταξε τὰ παρ' αἰγυπτίων θεοποιούμενα· ἀπὸ μὲν τῶν τετραπόδων, μόσχον καὶ τράγον καὶ πρόβατον· ἀπὸ δὲ τῶν πτηνῶν, τρυγόνα καὶ περιστερῶν νεοττούς. οὐκ ἀγνοοῦμεν οὖν, ὅτι καὶ ἄλλα πάμπολλα ἐθεο ποίουν αἰγύπτιοι, ἀλλὰ τῶν θεοποιουμένων τὰ ἡμερώτερα ταῖς θυσίαις ἀπένειμε· τὰ ἄλλα δὲ ἀκάθαρτα προσηγόρευσεν, ἵνα τὰ μὲν ὡς ἀκάθαρτα βδελυττόμενοι μὴ θεοποιήσωσι, τὰ δὲ ὡς θύοντες μὴ θεοὺς ὑπολάβωσιν· ἀλλὰ μόνον προσκυνῶσι τὸν ᾧ ταῦτα προσφέρεται. ἐπειδὴ δὲ οἱ μὲν ἦσαν ἐν εὐπορίᾳ χρημάτων, οἱ δὲ πενίᾳ συζῶντες τοῖς μὲν μόσχον προσ φέρειν ἢ ἀρνίον ἢ αἶγα προσέταξε· τοῖς δὲ δύο τρυγόνας ἢ δύο νεοττοὺς περιστερῶν· τοῖς δέ γε πενεστάτοις, σεμίδαλιν ὀλίγην ἀναμεμιγμένην ἐλαίῳ. σύμμετρα γὰρ τῇ δυνάμει νομοθετεῖ, τούτων τὰ μὲν δῶρα προση γόρευσεν, ὡς οὐκ ἐκ νομικῆς ἀνάγκης, ἀλλ' ἐκ φιλοθέου προσφερόμενα γνώμης, τὰς δὲ θυσίας σωτηρίου· δηλοῖ δὲ τοὔνομα ἀρρωστίας ἢ χαλεπῶν τινων ἑτέρων ἀπαλλαγήν. προσεφέροντο δὲ καὶ ὑπὲρ ἁμαρτίας καὶ πλημ μελείας καὶ ἀγνοίας ἱερουργίαι. δηλοῖ δὲ ἡ μὲν ἁμαρτία νόμου τινὸς παρά βασιν ἐθελούσιον· ἡ δὲ πλημμέλεια, τὴν ἐκ περιστάσεώς τινος γεγενη μένην παρανομίαν. συνέβαινε γάρ τινα παρὰ γνώμην ἢ λεπρῷ πελάσαι ἢ νεκρῷ ἢ γονορρύει, ἡ δὲ ἄγνοια σαφῆ τὴν ἑρμηνείαν ἔχει· οὐ γὰρ πάντες ἅπαντας τοὺς νόμους ἠπίσταντο. τὰ μὲν γὰρ τῆς ψυχῆς ἁμαρτήματα καὶ ἡ φύσις ἐδίδασκε. ταῦτα δέ γε, ἃ μόνοις ἥρμοττεν ἰουδαίοις, διδασκά λων ἐδεῖτο. καὶ τούτων δὲ τῶν θυμάτων τὰ μὲν ὁλοτελῆ κατεκαίετο· τῶν δὲ σμικρά τινα μόρια, ὁ τῆς κοιλίας ἐπίπλους καὶ οἱ νεφροὶ καὶ τὸ ἐπικεί μενον αὐτοῖς στέαρ καὶ τοῦ ἥπατος ὁ λοβός. εἴρηται δὲ ἡμῖν τίνων ταῦτα δηλωτικά. ἡ δὲ ὑπὲρ ἁμαρτίας προσφερομένη θυσία, δίχα ἐλαίου καὶ λιβανωτοῦ προσεφέρετο. οὐ γὰρ ἔχουσι τοῦ φωτὸς τὴν τροφὴν οἱ ἐν σκότει τῆς ἁμαρτίας καθήμενοι· οὐδὲ τὸ ἱλαρόν, οἱ στένειν ὀφείλοντες· κατὰ γὰρ τὸν προφήτην " τὸ πρόσωπον ἱλαρύνει τὸ ἔλαιον "· 155 οὐδὲ τὸ εὐῶδες, οἱ τῆς πονηρίας <μὴ> ἀφιέντες τὴν δυσοσμίαν. ἐπειδὴ δὲ " σκιὰν εἶχε τῶν μελλόντων " ὁ νόμος, καὶ οὐκ αὐτὴν τὴν εἰκό να τῶν πραγμάτων, κατὰ τὸν