57
θεῖον ἀπόστολον καὶ ὑποδείγματι καὶ σκιᾷ τῶν ἐπουρανίων λατρεύειν ἔφη τοὺς ἐν τῷ νόμῳ· οὐκ ἀπὸ τρόπου νομίζω τι δρᾶν, ταῖς τῶν ἀλόγων ἱερείων διαφοραῖς ἐοικέναι λέγων τοὺς ἑαυτοὺς τῷ Θεῷ προσφέροντας, οἱ μὲν γὰρ τὸν ἀκτήμονα καὶ ἀφρόντιδα ἀσπαζό μενοι βίον, ὅλους ἑαυτοὺς ἀφιεροῦσι τῷ τῶν ὅλων Θεῷ, καὶ σφᾶς αὐτοὺς ἀποφαίνουσιν ὁλοκαύτωμα τε καὶ ὁλοκάρπωμα· οὐδὲν τῷ παρόντι κατα λείποντες βίῳ, ἀλλ' εἰς τὴν ἀγήρω πάντα μετατιθέντες ζωήν. οἱ δὲ τούτων ἐλάττους, τὰ μὲν τῷ θυσιαστηρίῳ, τὰ δὲ τοῖς ἱερεῦσι, τὰ δὲ λοιπὰ τῇ τοῦ σώματος ἀπονέμουσι χρείᾳ. καὶ οἱ μὲν προσφέρουσι τῶν προβάτων τὴν ἐπιείκειαν· οἱ δὲ τοῖς εὐπειθέσι μόσχοις παραπλησίως, φέρουσιν ἀσ πασίως τὸν χρηστὸν τοῦ Κυρίου ζυγόν· ἄλλοι δέ τινες τὰς αἶγας μιμού μενοι, οἷόν τι γάλα, τοῖς δεομένοις παρέχουσι τῆς χρείας τὰ περιττὰ κατὰ τὴν ἀποστολικὴν νομοθεσίαν τὴν λέγουσαν· " τὸ ὑμῶν περίσ σευμα εἰς τὸ ἐκείνων ὑστέρημα ". οἱ δὲ προσκομί ζουσι τῶν τρυγόνων τὸ σῶφρον, καὶ φεύγουσιν ὡσαύτως τοῦ δευτέρου γάμου τὴν ζεύγλην· οἱ δὲ ἁπλότητι καὶ ἀκακίᾳ κοσμοῦσι τὴν γνώμην, μιμούμενοι τοὺς τῶν περιστερῶν νεοττούς. οὐδὲ γὰρ τελείας θύεσθαι ταύτας ἐνομοθέτησεν· ἐπειδὴ τόδε τὸ ζῷον περὶ τὰς μίξεις θερμότατον· ἀλλὰ τού των τοὺς νεοττοὺς ἀκακίᾳ μὲν χρωμένους, συμπλοκῆς δὲ οὐ γεγευμένους. τὰ μέντοι πτηνὰ οὔτε ὁ πατριάρχης διεῖλεν, οὔτε ὁ νομοθέτης διαιρεθῆναι κελεύει, οἱ γὰρ πτηνοὶ τὴν διάνοιαν ἐξ ὅλης καρδίας ἀγαπῶντες τὸν Θεόν, οὐ διαιροῦσιν αὐτὴν εἰς τὰ γήϊνα καὶ οὐράνια, ἀλλ' ὅλην ἀναπέμπουσιν ἄνω. οὕτω τὰ περὶ τῶν θυσιῶν νοοῦντες, εὑρήσομεν καὶ τῇ τῶν ἰουδαίων ἀσθενείᾳ τὸν περὶ τούτων νόμον ἁρμόδιον· καὶ τῇ εὐαγγελικῇ τελειότητι 156 τὴν τοιαύτην νομοθεσίαν οὐ περιττήν. οὕτω δὲ ταῦτα νοεῖν καὶ ὁ θεῖος ἡμᾶς ἐξεπαίδευσε Παῦλος· τεθεικὼς γὰρ τὸν περὶ τῶν βοῶν νόμον, ὃς ἀπαγορεύει τοὺς βοῦς ἀλοῶντας κημοῦν, ἐπήγαγε· " μὴ τῶν βοῶν μέλει τῷ Θεῷ; ἢ δι' ἡμᾶς πάντως λέγει· δι' ἡμᾶς γὰρ ἐγράφη, ὅτι ἐπ' ἐλπίδι ὀφείλει ὁ ἀρο τριῶν ἀροτριᾶν καὶ ὁ ἀλοῶν τῆς ἐλπίδος αὐτοῦ μετέχειν ἐπ' ἐλπίδι ". οὐκοῦν τοῦ νόμου τὸ μὲν αἰσθη τὸν καὶ ἐπιπόλαιον, ἰουδαίοις κατάλληλον, τὸ δὲ πνευματικὸν τοῖς τὴν εὐαγγελικὴν πολιτείαν ἀσπαζομένοις. ἰστέον δὲ καὶ τοῦτο, ὡς τὰ μὲν ὁλοκαυτούμενα ἄρσενα ἦν· ἀνδρῶν γὰρ ἡ τελειότης· τὰ δὲ περὶ ἁμαρτίας θυόμενα, θήλεα· ἀσθενοῦντος γὰρ τοῦ ἐν ἡμῖν ἡγεμονικοῦ, τὰ πάθη κρατεῖ. ἐπισημήνασθαι δὲ καὶ τοῦτο δεῖ, ὡς ὑπὲρ ἁμαρτίας οὐκ ἀμνοί, ἀλλὰ χίμα ροι προσεφέροντο. δηλοῖ δὲ τοῦτο καὶ ὁ δεσπότης Χριστὸς ἐν τοῖς ἱεροῖς εὐαγγελίοις, τοὺς μὲν δικαίους ἀμνοῖς, τοὺς δὲ ἁμαρτωλοὺς ἐρίφοις ἀπει κάσας. προσεφέρετο δὲ καὶ ἀπὸ τῶν πετεινῶν ὁλοκαυτώματα· πρόκειται γὰρ καὶ τοῖς πενομένοις ὁ τέλειος καὶ φιλόσοφος βίος. ὥσπερ δὲ τῶν τετρα πόδων οὔτε τὸ δέρμα οὔτε ἡ κόπρος τῷ Θεῷ προσεφέρετο, οὕτω καὶ τῶν πτηνῶν ὁ πρόλοβος, καὶ τὰ πτίλα, πόρρω τῆς παρεμβολῆς ἐξεβάλλετο· καὶ οὐδὲ ταῦτα ὡς ἔτυχεν ἐρρίπτετο, ἀλλ' ἐν καθαρῷ τινι χωρίῳ ᾧ καὶ τοῦ βω μοῦ τὴν κόνιν ἐνέβαλλον· " πρόλοβον " δὲ ὁ Θεοδοτίων τὴν " φύσαν " ἐκάλεσεν· Ἀκύλας δὲ " τὴν σιτίζουσαν ". ἐκείνη γὰρ τὴν τροφὴν δε χομένη τῷ λοιπῷ σώματι χορηγεῖ· ὅθεν καὶ οἱ ἑβδομήκοντα " πρόλοβον " αὐτὴν προσηγόρευσαν, ἅτε δὴ προσλαμβάνουσαν τὴν τροφήν. ἐπισημήνα σθαι δὲ προσήκει, ὡς καὶ τὴν προσφερομένην σεμίδαλιν, καὶ τοὺς κλιβανίτας ἄρτους καὶ τοὺς ἐσχαρίτας καὶ τὰ ἀπὸ τηγάνου λάγανα, θυσίαν καλεῖ, ψυχαγωγῶν τῷ ὀνόματι τοὺς πενίᾳ συζῶντας, ἵνα μὴ δυσχεραίνωσιν ὡς ζῴων σπανίζοντες. ἐπισημαντέον δὲ καὶ τοῦτο, ὡς τὸν προσφέροντα 157 ζῷον ἄνθρωπον ὀνομάζει· " ἄνθρωπος, γάρ φησιν, ἐξ ὑμῶν, ὃς ἐὰν προσφέρῃ δῶρον τῷ Κυρίῳ, ἀπὸ τῶν πτηνῶν, ἀπὸ τῶν βοῶν, ἢ ἀπὸ τῶν προβάτων προσοίσεται αὐτό ". τὸν δὲ σεμίδαλιν προσκομίζοντα ψυχὴν καλεῖ· " ἐὰν γὰρ ψυχή, φησί, προσφέρῃ δῶρον θυ σίαν τῷ Κυρίῳ, σεμίδαλις ἔσται τὸ δῶρον αὐ τοῦ ". ὁ λογικὸς γὰρ τὸ ἄλογον προσφέρει· ἡ δὲ ψυχὴ τὸ ἄψυχον. ἀπαγορεύει δὲ ζυμίτας ἄρτους προσφέρεσθαι, δι' ἣν ἔφην αἰτίαν· οὐδὲν γὰρ ἔχειν δεῖ τῆς