58
αἰγυπτιακῆς πολιτείας. ἀπαγορεύει καὶ μέλι προσ φέρεσθαι τῷ βωμῷ· καί τινες μέν φασιν, ὡς τῆς μελίττης καὶ ἀκα θάρτοις τόποις ἐφιζανούσης, καὶ πάντοθεν ἀθροιζούσης τῆς μελι τουργίας τὰς ἀφορμάς· τινὲς δὲ διδάσκεσθαι ἡμᾶς εἰρήκασιν, ἐξ οἰ κείων πόνων τὰς θυσίας ἐπιτελεῖν, κατὰ τὴν τοῦ Σολομῶντος παραί νεσιν τὴν λέγουσαν " τίμα τὸν Κύριον ἀπὸ σῶν δι καίων πόνων, καὶ ἀπάρχου αὐτῷ ἀπὸ σῶν καρ πῶν δικαιοσύνης ". ὁ δὲ τῆς μελίττης καρπὸς οὐχ ἡμέτερος, φησίν, πόνος ἀλλ' οὗτος ὁ λόγος οὐκ ἔχει τὸ ἀκριβές. καὶ γὰρ ἡ μελιτουρ γία τῶν ἀνθρώπων φιλοπονία. οἱ μὲν γὰρ γηπονίας, οἱ δὲ προβατείας φροντίζουσι· καὶ οἱ μὲν ἐμπορίας, οἱ δὲ μελιτουργίας. οἶμαι τοίνυν, διὰ μὲν τῆς ζύμης, τὴν παλαιότητα τῆς πονηρίας αἰνίττεσθαι· διὰ δὲ τοῦ μέλιτος, τὴν ἡδονὴν ἀπαγορεύεσθαι. τοῖς μέντοι ἱερεῦσι καὶ τὰς τούτων ἐκέλευσε προσφέρειν ἀπαρχάς· οὗτοι γὰρ τὰς ὑπὲρ τῶν ἡμετέρων ἁμαρ τημάτων πρεσβείας προσφέρουσιν· ὅθεν διὰ τοῦ προφήτου ἔφη περὶ αὐτῶν· " ἁμαρτίας λαοῦ μου φάγονται ". τοὺς δὲ ἅλας ἐπιβάλλεσθαι τοῖς ἱερείοις κελεύει, τὸ διακριτικὸν τῆς ψυχῆς διὰ τούτων σημαίνων. τούτου ἐστέρητο ἡ τοῦ Κάϊν θυσία διὸ ἤκουσε παρὰ τοῦ τῶν ὅλων Θεοῦ· " οὐκ ἂν ὀρθῶς προσενέγκῃς, ὀρθῶς δὲ μὴ διέλῃς ". καὶ ὁ θεῖος ἀπόστολος νομοθετεῖ λέγων· " ὁ λό 158 γος ὑμῶν ἔστω πάντοτε ἅλατι ἠρτυμένος ". καὶ ὁ Κύριος τοῖς ἀποστόλοις ἔφη· " ὑμεῖς ἐστε τὸ ἅλας τῆς γῆς· ἐὰν δὲ τὸ ἅλας μωρανθῇ, ἐν τίνι ἁλισθή σεται "; ἀσινῆ δὲ καὶ ἄμωμα προσφέρειν ἅπαντα κελεύει τὰ θύματα καίτοι διάφορα ὄντα καὶ κατὰ διαφόρους προσφερόμενα τρόπους. διδάσ κει δὲ διὰ τούτων τοὺς ἐν ἑκάστῃ πολιτείᾳ τὸ ἄμωμον ἔχειν. καὶ τοὺς παρθενίαν ἀσπαζομένους κατὰ τοὺς ταύτης πολιτεύεσθαι νόμους· τοὺς τοῦ γάμου τὸν ζυγὸν αἱρουμένους, τῇ πρὸς ἀλλήλους κοινωνίᾳ μὴ διαφ θεῖραι τούτου τὴν ζεύγλην· τοὺς τὴν ἀσκητικὴν βιοτὴν προτιμῶντας, τὸν τῆς τελειότητος διαφυλάττειν κανόνα. καὶ συλλήβδην εἰπεῖν, τοὺς ἐν πλούτῳ, τοὺς ἐν πενίᾳ, τοὺς ἐν δουλείᾳ, τοὺς ἐν δυναστείᾳ, ἐν τοῖς οἰ κείοις τάγμασι τὸ ἀλώβητον ἔχειν καὶ ἄμωμον. τῶν δὲ θυομένων, πλὴν τῶν ὁλοκαυτωμάτων, τὰ μὲν τῷ βωμῷ προσεφέρετο, τὰ δὲ τοῖς ἱερεῦσιν ἐδίδοτο· διὸ συμμερίζεσθαι αὐτοὺς τῷ θυσιαστηρίῳ ὁ θεῖος εἶπεν ἀπόσ τολος. τὰ δὲ λοιπὰ τῶν κρεῶν τῇ τῶν προσφερόντων ἀπενέμετο χρείᾳ. τοῖς μέντοι ὁλοκαυτώμασιν ἐπετίθετο τὰ μερικῶς προσφερόμενα, οἷον οἱ νεφροὶ καὶ ἡ πιμελὴ καὶ ὁ τοῦ ἥπατος λοβός· ἐξ ἐνίων δὲ ἱερείων καὶ ἡ ὀσφύς, ἢ κατὰ τοὺς ἄλλους ἑρμηνευτὰς " ἡ κέρκος ". ἐπειδὴ τοῖς ἐν ἀρετῇ τελείοις οἱ ἀτελεῖς χρώμεθα πρεσβευταῖς καὶ δι' ἐκείνων τὰς ἡμετέρας προσφέρομεν προσευχάς. ἐπετίθει δὲ ὁ προσφέρων τῷ ἱερείῳ τὰς χεῖρας, οἱονεὶ τὰς ἑαυτοῦ πράξεις· τῶν γὰρ πράξεων αἱ χεῖρες δηλωτικαί· ὑπὲρ δὲ τούτων τὸ θῦμα προσέφερεν. αἵματος δὲ καὶ στέατος ἀπέχεσθαι κελεύει, καὶ ἀμφότερα τῷ θυσιαστηρίῳ διαγορεύει προσφέρεσθαι. τὸ μὲν γὰρ ζωῆς αἴτιον· τὸ δὲ ἀρετῆς δηλωτικόν· ἀμφότερα δὲ ἀνατιθέναι τῷ Θεῷ δικαιότατον. τὸν δὲ ἀρχιερέα νόμον τινὰ παραβεβηκότα, μόσχον ἄμωμον ἱερεύειν κελεύει· καὶ τῷ μὲν θυσιαστηρίῳ προσφέρειν ἃ προειρήκαμεν· τὰ δὲ κρέα καὶ τὸ δέρμα σὺν τῇ κόπρῳ, ἔξω τῆς παρεμβολῆς κατακαίειν. τοῦτο δὲ δηλοῖ τὸ τὴν ἁμαρτίαν ἀλλοτρίαν εἶναι τῶν ἱερῶν περιβόλων. καὶ παντὸς δὲ τοῦ λαοῦ τοιαύτην τινὰ παρανομίαν τετολμηκότος, τὴν 159 ἴσην προσενεχθῆναι θυσίαν νενομοθέτηκε, διδάσκων ἡλίκον τῆς ἱερω σύνης τὸ γέρας· ἀντίρροπον γὰρ αὐτὸ παντὸς τέθεικε τοῦ λαοῦ. τὸν δὲ ἄρχοντα παραβάντα τινὰ νόμον, οὐ μόσχον ἀλλὰ χίμαρον, τουτέστιν ἔριφον ἐνιαυσιαῖον προσενεγκεῖν διηγόρευσε. τοσοῦτον ἀποδεῖ τῆς ἀρ χιερατικῆς ἀξίας ὁ τὴν σωματικὴν πεπιστευμένος ἀρχήν, τὸν δὲ μήτε ἱερέα ὄντα, μήτε ἄρχοντα, ἡμαρτηκότα δὲ χίμαιραν θῦσαι προσέταξε. πρόσφορον γὰρ τῷ μὲν ἄρχοντι τὸ ἄρρεν, τῷ δὲ ἀρχομένῳ τὸ θῆλυ, ὡς ἐν τοῖς πρόσθεν εἰρήκαμεν. τὸν δέ γε ἢ ἀκαθάρτου τινὸς τῶν ἀπειρημένων ἁψάμενον, ἤ τινος ὀμωμοκότος ἀκούσαντα καὶ τὸν παραβεβηκότα τὸν ὅρκον μὴ διελέγξαντα ἢ αὐτὸν ὑποσχόμενον τὶ πράξειν, ἢ τῷ