59
Θεῷ τι προσοίσειν καὶ ὅρκῳ τὴν ὑπόσχεσιν βεβαιώσαντα, τὸ δὲ ἔργον μὴ ἐπι θέντα τῷ λόγῳ· πρῶτον ἐξαγορεῦσαι τὴν ἁμαρτίαν κελεύει, ἔπειτα προσ ενεγκεῖν ἢ ἀμνάδα, ἢ χίμαιραν καὶ τούτῳ τῷ τρόπῳ τὸν Θεὸν ἱλεώσασθαι. εἰ δὲ πένης ᾖ, ἢ δύο τρυγόνας κελεύει προσενεγκεῖν, ἢ δύο νεοττοὺς περισ τερῶν. εἰ δὲ μηδὲ τούτων εὐποροίη, μικρὰν σεμίδαλιν ἐλαίου δίχα καὶ λιβανωτοῦ προσκομίσαι. τὸ γὰρ ἔλαιον ἱλαρότητος δηλωτικόν· ὁ δὲ λιβανωτὸς εὐωδίας· ἀμφοτέρων δὲ ἡ ἁμαρτία γεγύμνωται. μάλα δὲ ἁρ μοδίως τὸ ἅψασθαι ἀκαθάρτου καὶ τὸ κρύψαι τοῦ ὀμωμοκότος καὶ ψευσα μένου τὴν ἁμαρτίαν συνέζευξεν. καὶ γὰρ ὁ καθαρὸς ἁπτόμενος ἀκαθάρτων μολύνεται· καὶ ὁ μὴ ὀμόσας ψευσαμένῳ κοινωνεῖ τῆς ἁμαρτίας μὴ διελέγ χων τὸ ψεῦδος· ἄξιον δὲ θαυμάσαι τοῦ δεσπότου τὴν ἀγαθότητα, ὅτι τὸν ἐπαγγειλάμενόν τι προσενεγκεῖν καὶ ὅρκῳ τὴν ἐπαγγελίαν κυρώσαν τα, τῷ ἔργῳ δὲ μὴ πληρώσαντα, οὔτε ὡς ἀχάριστον, οὔτε ὡς ἐπίορκον τιμωρεῖται, ἀλλὰ μικρᾷ θεραπεύει ζημίᾳ. 160 II Τί ἐστι, " ψυχὴ ἐὰν λάθῃ αὐτὴν λήθη καὶ ἁμάρτῃ ἀκουσίως ἀπὸ τῶν ἁγίων Κυρίου "; Συνέβαινε πολλάκις ἀσχολίᾳ τινὰ περιπεσόντα μὴ προσενεγκεῖν εἰς και ρὸν τὰ τῷ Θεῷ ἀφιερωμένα, οἷον τὰ πρωτότοκα ἢ τὰς ἀπαρχὰς ἢ τὰς ἐπαγγελίας. τὸν ταύτῃ τοίνυν περιπεπτωκότα τῇ πλημμελείᾳ μείζονι ὑπο βάλλει ζημίᾳ. κελεύει γὰρ αὐτὸν πρότερον ἐκτίσαι τὸ θεῖον ὄφλημα, τῆς ἀξίας τιμῆς τὸ πέμπτον προστεθεικότα· εἶθ' οὕτως ὑπὲρ τῆς πλημμελείας κριὸν πεντήκοντα σίκλων ἄξιον προσενεγκεῖν εἰς ἱερουργίαν, καὶ οὕτως λαβεῖν τῆς ἁμαρτίας τὴν ἄφεσιν. ταῦτα καὶ τὰ τούτοις ὅμοια περὶ τῶν ἀκουσίως ἡμαρτηκότων νομοθετήσας, κελεύει καὶ τοὺς ἑκόντας ἡμαρτη κότας καὶ ἢ παρακαταθήκην δεξαμένους καὶ ψευσαμένους ἢ ἀδικίᾳ τινὶ χρησαμένους καὶ ὅρκῳ ψευδεῖ τὴν ἁμαρτίαν αὐξήσαντας, πρῶτον ἀπο δοῦναι τοῖς ἠδικημένοις ἃ παρανόμως ἀφείλαντο καὶ προσθεῖναι τῷ κε φαλαίῳ τὸ πέμπτον· εἰθ' οὕτω κριὸν προσενεγκεῖν καὶ τὸν Θεὸν ἱλεώσασ θαι. τοῦτο καὶ ὁ μακάριος Ζακχαῖος πεποίηκεν· ἀπέδωκε γὰρ πρότερον ἅπερ ἠδίκησε τετραπλάσια· εἶθ' οὕτως τὰ ἡμίση τῶν οἰκείων τοῖς πε νομένοις διένειμεν. III ∆ιὰ τί τοῦ ἱερέως τὴν θυσίαν ὁλοκαυτοῦσθαι προσέταξεν; Τέλειον εἶναι διδάσκων τὸν ἱερέα καὶ μὴ μερικῶς, ἀλλ' ὅλον ἑαυτὸν ἀνα θεῖναι τῷ τῶν ὅλων Θεῷ. IV ∆ιὰ τί ἐν τῷ τόπῳ τῶν ὁλοκαυτωμάτων καὶ τὰς περὶ ἁμαρτίας θυσίας ἱέρευον; 161 Εἰς ψυχαγωγίαν τῶν προσφερόντων· ἵνα γνῶσιν ὡς οὐκ εἰσὶ τῶν ἁγίων ἀλλότριοι διὰ μετανοίας ἰατρευόμενοι. διὰ τοῦτο καὶ ἅγια ἁγίων αὐτὰ προσηγόρευσεν. V Τί ἐστι, " πᾶς ὁ ἁπτόμενος τῶν κρεῶν αὐτῆς ἁγιασ θήσεται "; Εὐλάβειαν αὐτοὺς διδάσκει, καὶ μετὰ δέους προσιέναι τοῖς θείοις κελεύει, καὶ πόρρω τῶν ἱερῶν ἑστάναι διαγορεύει· τὸν δὲ πελάζειν τολμῶντα, εἶτα τοῦ αἵματος ῥανίδα δεχόμενον, τῷ ναῷ προσεδρεύειν κελεύει, ὡς οὐκέτι ἑαυτοῦ κύριον ὄντα. προσεδρεύειν δέ, οὐχ ἱερουργοῦντα, ἀλλὰ τὴν ἄλλην λειτουργίαν ἐπιτελοῦντα. διὰ τοῦτο καὶ τὰ ἱμάτια τὰ τοῦ αἵματος ἐκείνου τὰς ῥανίδας δεχόμενα πλύνεσθαι κελεύει· τὰ δὲ σκεύη, εἰ μὲν χαλ κᾶ εἴη, ἐπιμελῶς ἀποσμήχεσθαι· εἰ δὲ κεράμεα, συντρίβεσθαι. VI ∆ιὰ τί μετὰ τρίτην ἡμέραν οὐ κελεύει τῶν ἱερείων ἐσθίειν, τῷ δὲ παραβαί νοντι τὸν νόμον ἐπιφέρει ζημίαν, ἄθυτον εἶναι λέγων τὴν θυσίαν ἐκείνην; Βούλεται μὴ μόνους αὐτοὺς εὐωχεῖσθαι, ἀλλὰ καὶ τοῖς ἐνδεέσι τῶν κρεῶν μεταδιδόναι. τούτου χάριν τῇ πρώτῃ καὶ τῇ δευτέρᾳ ἡμέρᾳ, τῶν κρεῶν ἐκείνων μεταλαμβάνειν κελεύει· τὰ δὲ περιττεύοντα κατακαίεσθαι· ἵν' ὑπὸ τῆς ἀνάγκης ταύτης ὠθούμενοι, κοινωνοὺς ἔχωσι τοὺς τῆς εὐωχίας πένητας. VII ∆ιὰ τί τὸν γονορρυοῦς ἢ λεπροῦ ἢ θνησιμαίου ἢ ἄλλου τινὸς τῶν καλου 162 μένων ἀκαθάρτων ἁψάμενον, ἀπαγορεύει τῶν τῆς θυσίας μεταλαμβάνειν κρεῶν; ∆ιὰ τῶν σμικρῶν τούτων τὰ μεγάλα θεραπεύει παθήματα. εἰ γὰρ τὰ φυσικὰ μιαίνει κατὰ τὸν νόμον, πολλῷ μᾶλλον τὰ γνωμικά, ἃ κυρίως καλεῖται παράνομα. ὅτι δὲ ταῦτα τοῦτον ἔχει