1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

61

δὲ ἀξιεπαίνων φροντί ζοντας· ἄλλους δὲ καὶ πίστεως ἐρήμους καὶ πράξεως ἀγαθῆς παντελῶς γεγυμνωμένους. τῶν δὲ ἐνύδρων καθαρὰ εἶναι λέγει τὰ λεπίδας ἔχοντα καὶ πτερύγια· ταῦτα γὰρ ἄνω τοῖς ὕδασιν ἐπινήχεται. τὰ γὰρ οὐ τοιαῦ τα κάτω περὶ τὴν ἰλὺν καλινδεῖται. καθαροὶ τοίνυν κἀν τοῖς λογικοῖς, οἱ μὴ τοῖς γηΐνοις προστετηκότες, ἀλλὰ τὰ πτερὰ τῆς πίστεως ἔχοντες, 165 καὶ τῇ τῆς ἀρετῆς πεφραγμένοι σκέπῃ. ὅπερ γάρ ἐστιν ἡ λεπὶς τοῖς ἰχθύσι, τοῦτο τοῖς ἀνθρώποις ἡ τῆς ἀρετῆς πανοπλία· καὶ ὅπερ ἐκείνοις τὰ πτε ρύγια, τοῦτο τοῖς ἀνθρώποις ἡ πίστις. ταῦτα δὲ ἡμῖν ὁ μακάριος περιτί θησι Παῦλος, τὰ πτερὰ λέγων τῆς χάριτος καὶ τὰ ὅπλα τοῦ πνεύματος, τῶν δὲ πτηνῶν ἀκάθαρτα εἶναι, φησί, τὰ ἁρπακτικὰ καὶ νεκροβόρα, καὶ τὰ τῷ σκότει χαίροντα· διδάσκων ἡμᾶς καὶ πλεονεξίας ἀπέχεσθαι, καὶ τὴν δυσώδη τῆς ἁμαρτίας τροφὴν ἀποστρέφεσθαι, καὶ τὸ σκότος μισεῖν. ὅτι δὲ οὐκ ἀπὸ τρόπου ταῦθ' οὕτως ἔχειν νενοήκαμεν, μαρτυρεῖ τῶν πράξεων ἡ ἱστορία· " εἶδε, γάρ φησιν, ὁ μακάριος Πέτρος σιν δόνα τέσσαρσιν ἀρχαῖς καθιεμένην, ἐν ᾗ ἦν πάντα τὰ τετράποδα τῆς γῆς, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ· καὶ ἤκουσε φωνῆς λεγούσης· ἀναστάς, Πέτρε, θῦ σον καὶ φάγε ". εἶτα εἰρηκότος ἐκείνου, " μηδαμῶς, Κύ ριε, ὅτι οὐδέποτε ἔφαγον πᾶν κοινὸν ἢ ἀκά θαρτον ", ἔφη ὁ δεσπότης Θεός· " ἃ ὁ Θεὸς ἐκαθάρισε, σὺ μὴ κοίνου ". ὅτι δὲ τοῦ Κορνηλίου χάριν ταῦτα ἐρρήθη, ἐθνι κοῦ γε ὄντος καὶ σωτηρίας ἐφιεμένου, δηλοῖ τὰ ἑξῆς. καὶ ὁ Κύριος δὲ τοῖς ἀποστόλοις ἔφη· " πολλοὶ ἐλεύσονται πρὸς ὑμᾶς ἐν ἐνδύμασι προβάτων, ἔσωθεν δέ εἰσι λύκοι ἅρ παγες ". καὶ τοῖς ἰουδαίοις· " γεννήματα ἐχιδνῶν ". καὶ ὁ ἀπόστολος· " βλέπετε τοὺς κύνας ". καὶ τοῖς ἐφεσίων πρεσβυτέροις· " οἶδα ὅτι μετὰ τὴν ἄφιξίν μου εἰσε λεύσονται λύκοι βαρεῖς εἰς ὑμᾶς ". καὶ οἱ προφῆται, τοὺς μὲν " ἵππους θηλυμανεῖς " ὀνομάζουσι, τοὺς " ὄφεις καὶ ἔκγονα ἀσπίδων πετομένων ". καὶ πάλιν ὁ Κύριος· 166 " ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν σαγήνῃ βλη θείσῃ εἰς τὴν θάλασσαν, καὶ ἐκ παντὸς γένους συναγαγούσῃ ". καὶ " ὅπου τὸ πτῶμα, ἐκεῖ συναχ θήσονται οἱ ἀετοί ". συνᾴδει τοίνυν ἡ ἑρμηνεία τῇ τῆς θείας γραφῆς διανοίᾳ. ἡμεῖς μὲν οὖν ταύτην λαμβάνομεν ἐκ τούτων τὴν ὄνησιν. ἰουδαίοις δὲ διὰ τούτων αὐτῶν ἕτερον ὠφελείας προσενήνοχεν εἶδος. διχῆ γὰρ διελὼν καὶ τὰ χερσαῖα ζῷα, καὶ τὰ πτηνὰ καὶ τὰ ἔνυδρα· καὶ τὰ μὲν ἀκάθαρτα, τὰ δὲ καθαρὰ προσειπών, πείθει μηδὲν τούτων ἡγεῖσθαι Θεόν. πῶς γὰρ ἄν τις σωφρονῶν ἢ τὸ ἀκάθαρτον ὀνομάσοι Θεόν, ὃ μυσατ τόμενος ἀποστρέφεται ἢ τὸ τῷ ἀληθινῷ Θεῷ προσφερόμενον καὶ παρ' αὐτοῦ ἐσθιόμενον; XII Τί δήποτε ἐὰν μὲν εἰς ὀστράκινον σκεῦος ἐμπέσοι τι τῶν ἀκαθάρτων, συν τρίβεσθαι τοῦτο κελεύει, ἂν δὲ εἰς χαλκοῦν ἢ ξύλινον ἢ σάκκον ἢ ἱμάτιον ὕδατι πλύνεσθαι; Καὶ ἐντεῦθεν δῆλον ὡς οὐδὲν φύσει ἀκάθαρτον, ἀλλὰ διά τινα αἰτίαν, τὰ μὲν εἶπεν ἀκάθαρτα, τὰ δὲ καθαρά· εἰ δὲ φύσει ἀκάθαρτα ἦν, ἔδει καὶ τὰ χαλκᾶ συντρίβεσθαι καὶ τὰ ξύλινα. ἀλλ' ἐπειδὴ δι' ἑτέραν αἰτίαν ἀκάθαρτα αὐτὰ προσηγόρευσε, τὰ μὲν πλείονος ἄξια ὄντα τιμῆς πλύνεσθαι κελεύει, τὰ δὲ εὔωνα συντρίβεσθαι· ταύτῃ μὲν τὸν περὶ τοῦ ἀκαθάρτου νόμον κρατύνων· ἐκείνῃ δὲ παραδηλῶν τὸν τοῦ νόμου σκοπόν. διά τοι τοῦτο καὶ κλιβάνος καὶ χυτρόποδας καθαιρεῖσθαι κελεύει, εἴ τι τούτων αὐτοῖς ἐμπέσοι τῶν ζῴων καὶ τὸ ἐν τοῖς ἀγγείοις ὕδωρ ὀνομάζει ἀκάθαρτον ἐμπέσοντος αὐτοῖς θνησιμαίου. τὸ δὲ πηγαῖον ὕδωρ οὐκέτι, οὐδὲ τὸ λάκκιον· μικραῖς γὰρ ζημίαις τὰ τοιαῦτα περιορίζει. μανθάνομεν δὲ πάλιν ἡμεῖς, ἡλίκον ἡ ἁμαρτία κακόν· τὸν γὰρ ἀληθῆ μολυσμὸν ἐκείνῃ προσ τρίβεται. 167 XIII ∆ιὰ τί ἂν μὲν δίχα ὕδατος σπέρματι ἐμπέσοι τὸ θνησιμαῖον οὐ μιαίνει, ἂν δὲ μετὰ ὕδατος ἀκάθαρτον ἀποφαίνει; Ἐπειδὴ ἡ ὑγρότης τοῦ ἰχῶρος μεταλαβεῖν παρασκευάζει τὸ σπέρμα. δια φερόντως δὲ τὰ ἐπὶ τῆς κοιλίας ἰλυσπώμενα ἀκάθαρτα εἶναί φησιν· ἀρχέ κακος γὰρ ὁ ὄφις καὶ τῆς διαβολικῆς ἐπιβουλῆς ὑπουργός. XIV ∆ιὰ τί τὴν τεκοῦσαν ἄρρεν τεσσαράκοντα ἡμέρας ἀκάθαρτον εἶναί φησι, τὴν δὲ θῆλυ δὶς τοσαύτας; ∆εῖ τοῦ νόμου τὸν σκοπὸν