1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

63

ἔοικε δὲ τῷ λεπρῶντι οἴκῳ ὁ οἶκος τοῦ Ἰσραήλ, οὗ πολλάκις μὲν ἐξῃρέθησαν, καθά περ λίθοι τινὲς λεπρῶντες, οἱ πλημμελήσαντες, πότε μὲν δι' ἀσσυρίων, ποτὲ δὲ διὰ βαβυλωνίων, ἄλλοτε δὲ διὰ μακεδόνων. ἐπειδὴ δὲ παγίαν ἔσχον τὴν λέπραν, ἄρδην καταλυθῆναι τὴν οἰκίαν ὁ νομοθέτης ἐκέλευσεν. ἀκάθαρτοι οὖν οἱ εἰς τὰς τούτων συναγωγὰς εἰσιόντες, ὡς εἰς λεπρῶσαν οἰκίαν εἰσιόντες. XIX Τί σημαίνει τὰ δύο ὀρνίθια τὰ ὑπὲρ τοῦ καθαριζομένου λεπροῦ προσ φερόμενα; Τοῦ σωτηρίου πάθους περιέχει τὸν τύπον. ὥσπερ γὰρ τούτων τὸ μὲν ἐθύετο, τὸ δὲ εἰς τὸ τοῦ τυθέντος αἷμα βαπτόμενον ἀπελύετο, οὕτως ὑπὲρ τῆς λεπρώσης ἀνθρωπότητος ὁ δεσπότης ἐσταυρώθη Χριστός, τῆς μὲν σαρκὸς δεξαμένης τὸν θάνατον, τῆς δὲ θεότητος οἰκειωσαμένης τὸ τῆς ἀνθρωπότητος πάθος. καὶ καθάπερ ὕδατι καθαρῷ τοῦ σφαγέντος ὀρνιθίου τὸ αἷμα μιγνύμενον διὰ κεδρίνου ξύλου καὶ ὑσσώπου καὶ κοκ κίνου κεκλωσμένου περιραινόμενος ὁ λεπρὸς λαμπρός τε καὶ καθαρὸς ἀπε δείκνυτο· οὕτως ὁ τῷ σωτῆρι πιστεύων Χριστῷ, καὶ τῷ τοῦ παναγίου βαπτίσματος ὕδατι καθαιρόμενος, τὰς τῶν ἁμαρτημάτων ἀποβάλλει κηλίδας. σύμβολον δὲ τὸ μὲν κέδρινον ξύλον τῆς ἀπαθοῦς θεότητος· ἄσηπ τον γὰρ τόδε τὸ ξύλον. τὸ δὲ κόκκινον τὸ κλωστόν, τῆς ἐκ ψυχῆς καὶ σώματος ἀνθρωπότητος· τὸ δὲ ὕσσωπον τῆς τοῦ παναγίου πνεύματος θερμότητός τε καὶ εὐοσμίας. διὰ τούτων γὰρ οἱ βαπτιζόμενοι τῆς ψυχι κῆς ἀπαλλάτονται λέπρας. καὶ ἡ κοτύλη δὲ τοῦ ἐλαίου, τοῦ πνευματικοῦ 171 μύρου σημαντική. δηλοῖ δὲ τὸ ἐπιχριόμενον ἔλαιον τῷ ὠτίῳ τῷ δεξιῷ καὶ τῇ δεξιᾷ χειρὶ καὶ τῷ δεξιῷ ποδί, τὸ τὴν μὲν ἀκοὴν τοῖς δεξιοῖς ἀφο ρίζεσθαι λόγοις, τὴν δὲ χεῖρα καὶ τὸν πόδα ταῖς δεξιαῖς πράξεσιν· ἐπι βαλλόμενον δὲ καὶ τῇ κεφαλῇ, δηλοῖ τὴν ἀφιέρωσιν τοῦ λογικοῦ. ὁ μέντοι διαμείνας λεπρός, ἔξω διῆγε τῆς παρεμβολῆς· ὡς ὁ ἀμεταμέλητα πταίων τῆς ἐκκλησίας ἐκβάλλεται. XX ∆ιὰ τί τὸν γονορρυῆ ἀκάθαρτον ὀνομάζει; Καὶ ἤδη ἔφην, ὅτι διὰ τῶν φυσικῶν παιδεύει τὰ γνωμικὰ καὶ διδάσκει διὰ τούτων ὅπως ἐκεῖνα παγχάλεπα. εἰ γὰρ ἡ κατὰ φύσιν γινομένη ῥύ σις ἀκάθαρτος, πολλῷ μᾶλλον ἡ λαγνεία παράνομος. διδάσκει δὲ πάλιν ἡμᾶς φεύγειν τῶν τοιούτων τὰς συνουσίας. ἔφη γὰρ ἀκάθαρτον εἶναι τὸν τῷ γονορρυεῖ προσπελάζοντα. ὅτι δὲ τῶν κατὰ φύσιν γιγνομένων οὐδὲν ἀληθῶς ἀκάθαρτον, αὐτὸς ὁ νόμος δηλοῖ. εἰ γὰρ ὀστρακίνου σκεύους ἅψαιτο ὁ γονορρυής, συντρίβεσθαι τοῦτο κελεύει· εἰ δὲ χαλκοῦ ἢ ξυλί νου, ὕδατι ἀποσμήχεσθαι. ἔδει δὲ καὶ ταῦτα παραπλησίας τοῖς ὀστρα κίνοις συντρίβεσθαι, εἴπερ ἄρα τῷ ὄντι ἀκάθαρτος ἦν ᾧ τόδε τὸ πάθος συνέβαινεν. οὕτω καὶ τὸν ὀνειρώττοντα ἀκάθαρτον εἶναί φησι, καὶ τοὺς νόμῳ γάμου συναπτομένους· καίτοι αὐτοῦ τὸν περὶ τοῦ γάμου τεθεικό τος νόμον καὶ πρῶτον νόμον. " ἀντὶ τούτου , γάρ φησιν, καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα αὐτοῦ καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρ κα μίαν ". πῶς οὖν ἀκάθαρτον καλεῖ τὸν κατὰ νόμον μιγνύμε νον; ἀλλὰ δῆλόν ἐστιν, ὡς καὶ τῆς κατὰ νόμον μίξεως τὴν συμμετρίαν 172 διδάσκει καὶ κελεύει παιδογονίας χάριν, ἀλλ' οὐ φιληδονίας γίνεσθαι τὴν συνάφειαν. διὰ τοῦτο τοὺς μιγνυμένους ἀκαθάρτους καλεῖ· καὶ κε λεύει καθαίρεσθαι, ἵνα κωλύῃ τῆς συνουσίας τὸ συνεχὲς ἡ περὶ τὴν κά θαρσιν ἀσχολία. ὁ δὲ θεῖος ἀπόστολος τοῖς τελείοις γράφει· " τίμιος ὁ γάμος, καὶ ἡ κοίτη ἀμίαντος· πόρνους δὲ καὶ μοιχοὺς κρινεῖ ὁ Θεός ". XXI ∆ιὰ τί τὴν τὸ περιττὸν τοῦ αἵματος κατὰ φύσιν ἐκκρίνουσαν ἀκάθαρτον ὀνομάζει; Περὶ τοῦ γονορρυοῦς εἰρήκαμεν, ταῦτα καὶ περὶ ταύτης φαμέν. πρὸς δὲ τούτοις, ἵνα μηδεὶς ταῖς τοιαύτοις συνάπτηται. φασὶ γάρ τινες ἐκ τῆς τοιαύτης συναφείας καὶ λώβην καὶ λέπραν ἀπογεννᾶσθαι, τοῦ περιττώ ματος ἐκείνου τὰ διαπλαττόμενα πημαίνοντος σώματα. τούτου χάριν ἀκάθαρτον εἶναί φησι τὸν τῇ τοιαύτῃ συναπτόμενον. συντόμως δὲ τῶν τοιούτων νόμων τὰς αἰτίας ἐδίδαξεν εἰρηκώς· " καὶ εὐλαβεῖς ποιήσετε τοὺς υἱοὺς Ἰσραὴλ ἀπὸ τῶν ἀκαθαρ σιῶν αὐτῶν, καὶ οὐκ ἀποθανοῦνται διὰ τὴν ἀκαθαρσίαν αὐτῶν, ἐν τῷ μιαίνειν