1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

64

αὐτοὺς τὴν σκηνήν μου τὴν ἐν αὐτοῖς ". εἰ δὲ τὰ ἀκούσια μιαίνειν ἔφη δῆλον, ὅτι πολλῷ μᾶλλον ἐναγῆ τὰ ἑκούσια. καὶ ταῦτα δὲ μάλα ἥρμοττεν ἐκείνοις λαγνιστάτοις οὖσι καὶ κακομάχλοις. τό τε γὰρ παρα βαινόμενον οὐ μέγα καὶ τηρούμενον ἐπιτηδειοτέρους εἰργάζετο πρὸς τὰ τέλεια. XXII Πότε ὁ ἀρχιερεὺς εἰς τὰ ἅγια τῶν ἁγίων εἰσῄει; Ἐν τῇ τοῦ ἱλασμοῦ ἡμέρᾳ ἣν ἐπιτελεῖσθαι προσέταξεν ὁ Θεὸς τῇ δεκάτῃ τοῦ ἑβδόμου μηνός· " εἶπε, γάρ φησι, Κύριος πρὸς Μωϋ 173 σῆν· λάλησον πρὸς Ἀαρὼν τὸν ἀδελφόν σου, καὶ μὴ εἰσπορευέσθω πᾶσαν ὥραν εἰς τὸ ἅγιον ἐσώτερον τοῦ καταπετάσματος, εἰς πρόσωπον τοῦ ἱλαστηρίου, ὅ ἐστιν ἐπὶ τῆς κιβωτοῦ τοῦ μαρτυρίου καὶ οὐκ ἀποθανεῖται· ἐν γὰρ νε φέλῃ ὀφθήσομαι ἐπὶ τοῦ ἱλαστηρίου ". ἐντεῦθεν δῆλον, ὡς ἐν τῷ ἱλαστηρίῳ τὴν οἰκείαν ἐπιφάνειαν ὁ δεσπότης ἐποιεῖτο Θεός· καὶ τὴν οἰκείαν ἐμφαίνων ἀγαθότητα, οὐκ ἐν γνόφῳ καὶ καπνῷ καὶ πυρὶ καθάπερ τῷ Ἰσραήλ, ἀλλ' ἐν νεφέλῃ φωτοειδεῖ ἑωρᾶτο. ἐδίδαξε δὲ καὶ τῶν θυσιῶν τὸν τρόπον, αἷς ἔδει τὸν ἀρχιερέα χρησάμενον τῶν ἀδύτων κατατολμῆσαι. ἐκέλευσε γὰρ μόσχον μὲν ἱερεῦσαι περὶ ἁμαρτίας, κριὸν δὲ ὁλοκαυτῶσαι· καὶ ταῦτα μὲν ὑπὲρ ἑαυτοῦ προσενεγκεῖν, ὑπὲρ δὲ παντὸς τοῦ λαοῦ δύο τράγους περὶ ἁμαρτίας λαβεῖν, καὶ ἕνα κριὸν εἰς ὁλοκαύτωμα. προσέταξε δὲ καὶ κλήρῳ διελεῖν τοὺς τράγους, καὶ τὸν μὲν ἱερεῦσαι, τὸν δὲ εἰς τὴν ἔρημον ἀποστεῖλαι. τοῦτο δέ τινες ἀνοήτως νενοηκότες δαίμονά τινα τὸν ἀποπομπαῖον ἐνόμισαν ἐπειδὴ ἔφη· " ἕνα τῷ Κυρίῳ, καὶ ἕνα τῷ ἀποπομπαίῳ ". τοῦτο δέ γε ἐκ πολλῆς ὑπέλαβον εὐηθείας. πῶς γὰρ οἷόν τε ἦν τὸν εἰρηκότα· " οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι πλὴν ἐμοῦ, καὶ οὐ προσ κυνήσεις οὐδὲ λατρεύσεις Θεῷ ἑτέρῳ ", δαίμονί τινι τὴν ἴσην ἀπονεῖμαι θυσίαν; ἔδει δὲ αὐτοὺς ἐπιστῆσαι τὸν νοῦν, ὅτι καὶ τὸν ἀπολυόμενον τράγον ἑαυτῷ προσενεχθῆναι προσέταξε. " λήψῃ, γάρ φησι, τὸν τράγον τὸν ζῶντα ἔναντι Κυρίου, τοῦ ἐξιλάσασθαι ἐπ' αὐτοῦ, τοῦ ἐξαποστεῖλαι αὐτὸν εἰς τὴν ἀποπομπὴν εἰς τὴν ἔρημον ". τοῦτο δὲ δηλοῖ, ὡς αὐτὸς ὁ τράγος ἀποπομπαῖος ἐκλήθη, ὡς ἀποπεμ πόμενος εἰς τὴν ἔρημον, τοῦτο γὰρ καὶ τὰ ἑξῆς δηλοῖ· " καὶ λήψε 174 ται ὁ τράγος ἐφ' ἑαυτῷ τὰς ἀνομίας αὐτῶν εἰς τὴν ἄβατον ". καὶ ὁ Σύμμαχος δὲ τὸν ἀποπομπαῖον οὕτως ἡρ μήνευσεν· " εἰς τράγον ἀπερχόμενον, ὥστε ἀποστεῖλαι αὐτὸν εἰς τὴν ἀποπομπήν ". ὁ δὲ Ἀκύλας, " εἰς τράγον ἀπολυόμενον εἰς τὴν ἔρημον ". οὐ τοίνυν θεῷ τινι, ἢ δαίμονι ἀπεστέλλετο, ἀλλ' ἀμφότεροι μὲν τῷ Θεῷ προσεφέροντο· τοῦ δὲ ἑνὸς θυομένου, ὁ ἕτερος τὰς ἁμαρτίας τοῦ λαοῦ λαμβάνων εἰς τὴν ἔρημον ἀπεπέμπετο. ὥσπερ γὰρ ἐπὶ τοῦ καθαιρομένου λεπροῦ, τοῦ ἑνὸς ὀρ νέου θυομένου, τὸ ἕτερον εἰς τὸ τούτου αἷμα βαπτόμενον ἀπελύετο, οὕτως ὑπὲρ τῶν τοῦ λαοῦ ἁμαρτημάτων δύο τράγων προσφερομέ νων, ὁ μὲν ἐθύετο, ὁ δὲ ἀπεπέμπετο. τύποι πάλιν ταῦτα τοῦ δεσπό του Χριστοῦ· τῶν δύο τούτων ζῴων, οὐκ εἰς δύο πρόσωπα, ἀλλ' εἰς δύο φύσεις λαμβανομένων. ἐπειδὴ γὰρ οὐχ οἷόν τε ἦν ἐν ἑνὶ τράγῳ σκιογραφηθῆναι καὶ τὸ θνητὸν καὶ τὸ ἀθάνατον τοῦ δεσπότου Χριστοῦ θνητὸς γὰρ μόνον ὁ τράγος-, ἀναγκαίως δύο προσαχθῆναι προσέταξεν· ἵνα ὁ μὲν θυόμενος, τῆς σαρκὸς τὸ παθητὸν προτυπώσῃ· ὁ δὲ ἀπολυό μενος δηλώσῃ τὸ ἀπαθὲς τῆς θεότητος. οὕτως καὶ ὁ μακάριος ∆αβὶδ τοῦ δεσπότου Χριστοῦ τὸ πάθος καὶ τὴν ἀνάστασιν καὶ τὴν εἰς οὐρανοὺς ἀνάβασιν προθεσπίζων ἔφη· " ὁ Θεὸς, ἐν τῷ ἐκπορεύεσθαί σε ἐνώπιον τοῦ λαοῦ σου, ἐν τῷ διαβαίνειν σε ἐν τῇ ἐρήμῳ γῆ ἐσείσθη· καὶ γὰρ οἱ οὐρανοὶ ἔσταξαν ". ἐδιδάχθημεν δὲ ὡς τοῦ δεσπότου σταυρουμένου Χριστοῦ, καὶ γῆ ἐσείσθη καὶ αἱ πέτραι ἐρράγησαν, ὁ δὲ οὐρανὸς διὰ τοῦ σκοτισ θέντος ἡλίου ἐμήνυσε τὴν τῆς ἀσεβείας ὑπερβολήν. ἡ δέ γε ἔρημος τοῦ θανάτου τύπος. τούτου χάριν ἔφη· " ἐν τῷ διαβαίνειν σε 175 ἐν τῇ ἐρήμῳ ". ἀλλὰ μηδεὶς ἀνάρμοστον ὑπολάβοι τὸ τρά γους προτυποῦν τοῦ σωτῆρος τὸ πάθος, ἐπειδήπερ ἀμνὸν αὐτὸν ὁ μέγας προσηγόρευσεν Ἰωάννης· σκοπησάτω δὲ ὡς οὐ μόνον ὑπὲρ δικαίων, ἀλλὰ καὶ ὑπὲρ ἁμαρτωλῶν ἑαυτὸν προσενήνοχεν. ἐρίφοις δὲ τὴν τῶν ἁμαρτωλῶν συμμορίαν