1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

65

αὐτὸς ἀπείκασεν ὁ δεσπότης· " στήσει, γὰρ ἔφη, τοὺς μὲν ἀμνοὺς ἐκ δεξιῶν, τοὺς δὲ ἐρίφους ἐξ εὐωνύμων ". καὶ ἐν τῷ νόμῳ δὲ περὶ ἁμαρτίας ἔριφος προσ εφέρετο. αὐτὸς δέ γε ὁ Κύριος τὸν χαλκοῦν ὄφιν τύπον ἑαυτοῦ κέκληκεν· " καθώς, γάρ φησι, Μωϋσῆς ὕψωσε τὸν ὄφιν ἐν τῇ ἐρήμῳ, οὕτως ὑψωθῆναι δεῖ τὸν υἱὸν τοῦ ἀν θρώπου, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπό ληται, ἀλλ' ἔχῃ ζωὴν αἰώνιον ". εἰ τοίνυν ἀνάρμοσ τος τῶν τράγων ὁ τύπος, πολλῷ μᾶλλον ὁ τοῦ ὄφεως. ταῦτα μὲν οὖν προεδίδασκε τῆς οἰκουμένης τὴν σωτηρίαν, ἰουδαίους δὲ οἷα δὴ νηπίους ἐψυχαγώγει, τὸ τὸν τράγον εἰς τὴν ἔρημον ἀπαγαγεῖν τὴν ἁμαρτίαν. ἀνεμίμνησκε γὰρ αὐτοὺς τῆς πολλάκις τολμηθείσης ἐν τῇ ἐρήμῳ παρα νομίας· καὶ τῆς ἀρρήτου τοῦ δεσπότου φιλανθρωπίας, δι' ἣν τὰς ἐνδί κους τιμωρίας διαφυγόντες εἰς τὴν ἐπηγγελμένην εἰσεληλύθασι γῆν. οὕτω ταῦτα γενέσθαι κελεύσας, διδάσκει καὶ ὅπως εἰσελθεῖν εἰς τὰ ἅγια τῶν ἁγίων τὸν ἀρχιερέα προσήκει. " προσάξει, γάρ φησιν, Ἀαρὼν τὸν μόσχον τὸν περὶ ἁμαρτίας τὸν ἑαυτοῦ καὶ ἐξιλάσεται περὶ ἑαυτοῦ καὶ τοῦ οἴκου αὐτοῦ· καὶ σφάξει τὸν μόσχον τὸν περὶ ἁμαρτίας τὸν ἑαυτοῦ· καὶ λήψεται πλῆρες τὸ πυρεῖον ἀνθρά κων πυρὸς ἀπὸ τοῦ θυσιαστηρίου τοῦ ἀπέναντι Κυρίου, καὶ πλήσει τὰς χεῖρας αὐτοῦ θυμιά ματος συνθέσεως λεπτῆς, καὶ εἰσοίσει ἐσώτε 176 ρον τοῦ καταπετάσματος καὶ ἐπιθήσει τὸ θυ μίαμα ἐπὶ τὸ πῦρ ἔναντι Κυρίου, καὶ καλύψει ἡ ἀτμὶς τοῦ θυμιάματος τὸ ἱλαστήριον τὸ ἐπὶ τῶν μαρτυρίων, καὶ οὐκ ἀποθανεῖται ". δῆλον καὶ ἐντεῦθεν, ὡς ἐκτὸς τοῦ καταπετάσματος τὸ θυσιαστήριον τοῦ θυμιάματος ἔκειτο. οὐ γὰρ ἂν εἴπερ ἔνδον ἦν, εἰς τὸ πυρεῖον τοὺς ἄνθρακας λαβεῖν ἐκελεύσθη, καὶ τοῦτο εἴσω τοῦ καταπετάσματος ἐμβαλεῖν τὸ θυμίαμα. ἐδίδαξε δὲ τοῦτο ἡμᾶς καὶ ὁ μακάριος Λουκᾶς, τὰ κατὰ τὸν Ζαχαρίαν διηγούμενος, τὸν Ἰωάννου τοῦ βαπτιστοῦ πατέρα. κατὰ τοῦτον γὰρ κἀκεῖνος τὸν καιρὸν εἰς τὰ ἅγια τῶν ἁγίων εἰσελήλυθε, καὶ τῆς ἀγγελι κῆς ὀπτασίας ἀπολελαύκει. ἐκελεύσθη δὲ καὶ διαρράναι τῷ δακτύλῳ ἑπ τάκις πρὸ τοῦ ἱλαστηρίου τοῦ αἵματος τοῦ τε μόσχου καὶ τοῦ τράγου. ἐπειδὴ γὰρ ἐν ἑπτὰ ἡμέραις ὁ βίος ἀνακυκλεῖται, καθ' ἑκάστην δέ, ὡς ἔπος εἰπεῖν, ἡμέραν, ἢ σμικρὰ ἢ μεγάλα πλημμελοῦμεν, ἰσάριθμος προσεφέρετο ταῖς ἡμέραις ὁ τοῦ αἵματος ῥαντισμὸς ὑπὲρ τῶν ἐν ταύταις γιγνομένων πλημμελημάτων. λέγει δὲ τοῦτο, μὴ μόνον αὐτοὺς ἀλλὰ καὶ τὴν σκηνὴν καθαίρειν. " ἐξιλάσεται, γάρ φησι, περὶ τῶν ἁγίων ἀπὸ τῶν ἀκαθαρσιῶν τῶν υἱῶν Ἰσραήλ, καὶ ἀπὸ τῶν ἀδικημάτων αὐτῶν περὶ πασῶν τῶν ἁμαρ τιῶν αὐτῶν· καὶ οὕτω ποιήσεις τῇ σκήνῃ τοῦ μαρτυρίου τῇ ἐκτισμένῃ ἐν αὐτοῖς ἐν μέσῳ τῆς ἀκαθαρσίας αὐτῶν ". ἐκέλευσε δὲ μηδένα παρεῖναι ταύτης ὑπὸ τοῦ ἀρχιερέως γινομένης τῆς λειτουργίας. λέγει δὲ καὶ τὸν καιρὸν καθ' ὃν προσήκει ταῦτα γενέσθαι. " δεκάτῃ, γάρ φησι, τοῦ μη 177 νὸς κακώσετε τὰς ψυχὰς ὑμῶν· καὶ πᾶν ἔργον οὐ ποιήσετε, ὁ αὐτόχθων καὶ ὁ προσήλυτος ὁ προσκείμενος ὑμῖν. ἐν γὰρ τῇ ἡμέρᾳ ταύτῃ ἐξιλάσεται περὶ ὑμῶν καθαρίσαι ὑμᾶς ἀπὸ πα σῶν τῶν ἁμαρτιῶν ὑμῶν ἔναντι Κυρίου καὶ καθαρισθήσεσθε. σάββατα σαββάτων ἀνάπαυ σις ἔσται ὑμῖν καὶ κακώσετε τὰς ψυχὰς ὑμῶν νόμιμον αἰώνιον ". σάββατα δὲ σαββάτων, ὡς ἅγια ἁγίων ἐκάλεσε· πολλῷ γὰρ τῶν σαββάτων αὕτη σεβασμιωτέρα ἡ ἑορτή. κά κωσιν δὲ τὴν νηστείαν ὠνόμασεν. εἶτα ἐπάγει· " ἅπαξ τοῦ ἐνι αυτοῦ ποιηθήσεται, καθάπερ συνέταξε Κύριος τῷ Μωϋσῇ ". καὶ τοῦτο δὲ προτυποῖ τὴν κατὰ σάρκα τοῦ σωτῆρος ἡμῶν οἰκονομίαν. ὥσπερ γὰρ ἅπαξ τοῦ ἐνιαυτοῦ ὁ ἀρχιερεὺς εἰς τὰ ἅγια τῶν ἁγίων εἰσιὼν ταύτην ἐπετέλει τὴν λειτουργίαν, οὕτως ὁ δεσπότης Χριστός, ἅπαξ τὸ σωτήριον ὑπομείνας πάθος, εἰς τὸν οὐρα νὸν ἀνελήλυθεν, " αἰωνίαν λύτρωσιν εὑράμενος ", ᾗ φη σιν ὁ θεῖος ἀπόστολος. XXIII ∆ιὰ τί ἀπαγορεύει πόρρω τῆς σκηνῆς θύεσθαι τὰ ἐσθιόμενα θρέμματα; Ἤδει τὴν ἐνίων ἀσέβειαν, καὶ ὅτι τοῖς δαίμοσι θυσίας προσοίσουσι. προσ έταξε τοίνυν πάντα θῦσαι βουλόμενον ἢ μόσχον ἢ πρόβατον ἢ αἶγα, παρὰ τὴν θύραν τῆς σκηνῆς ἀγαγεῖν, καὶ τὸ αἷμα ἐκχέαι, καὶ μεταλαβεῖν οἴκαδε τῶν κρεῶν· τὸν δὲ τοῦτο μὴ δρῶντα, ὡς φόνου ἔνοχον κατηγο