67
ἑτεροζυγοῦντες ἀπίστοις ". XXVIII Τί ἐστιν· " οὐ ποιήσετε σισόην ἐκ τῆς κόμης τῆς κεφαλῆς ὑμῶν, οὐδὲ φθερεῖτε τὴν ὄψιν τοῦ πώ 181 γωνος ὑμῶν καὶ ἐντομίδας ἐπὶ ψυχῇ οὐ ποιή σετε τῷ σώματι ὑμῶν, καὶ γράμματα στικτὰ οὐ ποιήσετε ἐν ὑμῖν "; Τινὲς τὸ σισόην τὰς ἐξ ἐπιτηδεύσεως οὖλας γινομένας τρίχας ἡρμήνευσαν. ἐγὼ δὲ ἄλλο οἶμαι τὸν νόμον ἀπαγορεύειν· εἰώθασιν ἕλληνες μὴ ἀποκεί ρειν τῶν παίδων τὰς κορυφάς, ἀλλὰ μαλλοὺς ἐᾶν, καὶ τούτους μετὰ χρό νον ἀνατιθέναι τοῖς δαίμοσιν. εἰώθασι δὲ καὶ τὰ γένεια ξυρᾶσθαι ἡνίκα ἐπένθουν, καὶ τέμνεσθαι τὰς παρειὰς εἰς τὴν τῶν τετελευτηκότων τιμήν. καί τινα δὲ τοῦ σώματος μόρια βελόναις ἐκέντουν καὶ μέλαν ἐπέβαλλον, εἰς θεραπείαν δαιμόνων. ταῦτα οὖν ὁ θεῖος νόμος ἀπαγορεύει. XXIX Τί ἐστιν " ἐγγαστρίμυθος "; Τινὲς ὑπὸ δαιμόνων τινῶν ἐνεργούμενοι, ἐξηπάτουν πολλοὺς τῶν ἀνοή των, ὡς δῆθεν προαγορεύοντες· οὓς ἐντερομάντεις οἱ ἕλληνες προση γόρευον, ὡς ἔνδοθεν δοκοῦντος τοῦ δαίμονος φθέγγεσθαι. XXX Τίνος χάριν τοῖς ἱερεῦσι διαφερόντως περὶ τῶν γάμων νομοθετεῖ; Ὅτι δεῖ τύπον εἶναι σωφροσύνης τὸν ἱερέα, καὶ ἵνα τὸ γένος ἀκραιφνὲς διαμείνῃ, μηδεμίαν ὕβρεως ἀφορμὴν τοῖς λοιδορεῖσθαι βουλομένοις παρέ χον. διὸ καὶ ὁ θεῖος ἀπόστολος ἀγαθὴν ἔχειν μαρτυρίαν καὶ παρὰ τῶν ἔξωθεν τὸν τῷ Θεῷ λειτουργοῦντα διαγορεύει· " ἵνα μὴ εἰς ὀνει δισμόν, φησίν, ἐμπέσῃ, καὶ παγίδα τοῦ δια βόλου ". τούτου χάριν τὴν μὲν ἰσραηλῖτιν πορνεύουσαν ἀναιρεῖσθαι 182 κελεύει· τὴν δὲ τοῦ ἱερέως θυγατέρα παραπλήσια τολμῶσαν ἐμπίπρα σθαι. διὰ δὲ τὸ ἰουδαίων μεμψίμοιρον, οὐδὲ τοὺς ἔχοντάς τινα μῶμον σωμα τικὸν λειτουργεῖν συγχωρεῖ, διὰ τῶν ἀκουσίων παθημάτων ἀπαγορεύων τὰ γνωμικά. τυφλότης μὲν γὰρ ὀφθαλμῶν τὴν τῆς γνώσεως αἰνίττεται στέρησιν· ἐκτομὴ δὲ ὠτός, τὴν παρακοήν· ῥινὸς δὲ ἀφαίρεσις, τοῦ δια κριτικοῦ τὴν ἀφαίρεσιν· ἀποκοπὴ δὲ χειρός, τὴν ἀργίαν τοῦ πρακτικοῦ. οὕτω καὶ τὰ ἄλλα νοητέον. τούτου χάριν ἀρτιμελῆ κελεύει καὶ τὰ ἱερεῖα προσφέρειν, τοὺς προσφέροντας διὰ τῶν προσφερομένων παιδεύων ὑγιεῖς ἔχειν τὰς τῆς ψυχῆς ἐνεργείας. ἀπαγορεύει δὲ μετὰ τῶν ἄλλων καὶ τὸν ἐκτομίαν καὶ τὸν θλαδίαν. γόνιμον μὲν γὰρ εἶναι δεῖ τῶν ἀγαθῶν πλήρη, τὸν τῆς θείας θεραπείας φροντίζοντα. XXXI ∆ιὰ τί τὰ πρωτότοκα τῶν θρεμμάτων μετὰ τὴν ὀγδόην ἡμέραν προσφέ ρεσθαι διηγόρευσεν; Ἤδει τὴν ἐνίων γαστριμαργίαν, καὶ ὅτι τυχὸν εὐτραφὲς αὐτὸ καὶ εὐειδὲς θεασάμενοι, τοῦτο μὲν καθέξουσιν, ἕτερον δὲ προσοίσουσι· τούτου χάριν εὐθυγενῆ προσενεχθῆναι προσέταξεν. XXXII Τί ἐστι, " πεφρυγμένα νέα χίδρα οὐ φάγεσθε, ἕως ἂν προσενέγκητε ὑμεῖς τὰ δῶρα τῷ Θεῷ ὑμῶν "; Τῆς Παλαιστίνης ἡ γῆ θερμοτέρα οὖσα πρωΐμους φέρει καρπούς. κελεύει τοίνυν μὴ πρότερόν τινι νέους ἀστάχυς ἀφεῦσαι καὶ φρύξαι καὶ φαγεῖν, ἕως ἂν ἐκ τούτων τῷ Θεῷ προσενέγκωσι δράγμα. κελεύει δὲ τοῦτο προσ ενεχθῆναι τῇ τοῦ Πάσχα ἡμέρᾳ· εἶτα ἐκ ταύτης ἑπτὰ ἑβδομάδας ἀριθμῆσαι καὶ τῆς Πεντηκοστῆς ἐπιτελέσαι τὴν ἑορτήν. οὕτω γὰρ ἔφη· " καὶ 183 ἀριθμήσετε ὑμῖν ἀπὸ τῆς ἐπαύριον τῶν σαβ βάτων, ἀπὸ τῆς ἡμέρας ἧς ἂν προσενέγκητε τὸ δράγμα τοῦ ἀφορίσματος, ἑπτὰ ἑβδομάδας ὁλοκλήρους ". ἡ δὲ τῆς Πεντηκοστῆς ἑορτή, μνήμη τῆς εἰς τὴν γῆν τῆς ἐπαγγελίας εἰσόδου. τότε γὰρ καὶ ἔσπειρον καὶ ἐθέριζον· ἐν γὰρ τῇ ἐρήμῳ τὸ μάννα ἤσθιον οὐρανόθεν φερόμενον. οὕτω διδάξας ὅπως χρὴ καὶ τοῦ Πάσχα καὶ τῆς Πεντηκοστῆς ἐπιτελέσαι τὴν ἑορτήν, διδάσ κει καὶ τίνα χρὴ πρᾶξαι τῷ ἑβδόμῳ μηνί. καὶ τῇ μὲν νουμηνίᾳ, τῶν σαλ πίγγων τὴν ἑορτὴν ἐπιτελέσαι κελεύει. ἀνεμίμνησκον δὲ αὗται τῶν ἐν τῷ Σινᾷ ὄρει γεγενημένων σαλπίγγων, ἥνικα τὸν νόμον ὁ τῶν ὅλων ἐδεδώκει Θεός· " φωνή, γάρ φησι, τῆς σάλπιγγος ἤχει μέγα ". τῇ δεκάτῃ δὲ τοῦ μηνὸς νηστεῦσαι κελεύει. ταύτην γὰρ τὴν ἡμέραν, ἱλασμοῦ ἡμέραν καλεῖ. " ταπεινώσετε, γάρ φησι, τὰς ψυχὰς ὑμῶν, ἀπὸ ἐννάτης τοῦ μηνὸς ἑσπέρας. καὶ πᾶσα ψυχή, ἥτις μὴ ταπεινωθήσεται ἐν αὐτῇ, ἐξολοθρευθήσεται ἡ ψυχὴ ἐκείνη ἐκ τοῦ λαοῦ αὐτῆς ". ἀλλ' ἰουδαῖοι κατ' αὐτὴν τὴν ἡμέραν οὔτε σκυ θρωπάζουσιν, ἀλλὰ γελῶσι καὶ παίζουσι καὶ χορεύουσι καὶ