1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

68

ἀκολάστοις ῥήμασι καὶ πράγμασι κέχρηνται, ἄντικρυς τῷ νόμῳ μαχόμενοι. τῇ δὲ πεντεκαιδεκάτῃ, τὴν ἑορτὴν τῶν Σκηνῶν ἑορτάσαι νομοθετεῖ, οὐ μέχρι τῆς ἑβδόμης, καθάπερ ἐπὶ τῶν ἄλλων ἑορτῶν, ἀλλὰ καὶ τὴν ὀγδόην ταῖς ἑπτὰ προσθεῖναι κελεύει· " καὶ ἡ ἡμέρα, γάρ φησιν, ἡ ὀγδόη κλητὴ ἁγία ἔσται ὑμῖν, καὶ προσάξετε ὁλοκαυ τώματα τῷ Κυρίῳ· ἐξόδιόν ἐστι· πᾶν ἔργον λατρευτὸν οὐ ποιήσετε ". τὸ δὲ ἐξόδιον τὸ τέλος ση μαίνει τῶν ἑορτῶν· ἡ δὲ τῶν Σκηνῶν ἑορτή, τῆς ἐν ἐρήμῳ διαγωγῆς ἀνε 184 μίμνησκεν. τοῦτο γὰρ καὶ νομοθετῶν ἔφη· " ὅτι ἐν σκηναῖς κα τῴκισα τοὺς υἱοὺς Ἰσραὴλ ἐν τῷ ἐξαγαγεῖν με αὐτοὺς ἐκ γῆς Αἰγύπτου ". τούτου χάριν κλάδοις δένδρων τὰς οἰκίας κοσμεῖν διηγόρευσε· συνηρίθμησε δὲ τοῖς ἄλλοις κλά δοις καὶ τὸν ἄγνον, ὡς σωφροσύνης δηλωτικόν, καὶ ἡδονῆς σβεστικόν. φασὶ γὰρ αὐτὸν καὶ ἐσθιόμενον καὶ ὑποστρωννύμενον σβεννύναι τὴν φλόγα τῶν ἡδονῶν. ἀλλὰ τούτοις οὐκ ἰατρικῶς χρήσασθαι τοῖς τοῦ ἄγνου προσέταξε κλάδοις, ἀλλὰ διὰ τοῦ ὀνόματος ἐνιεὶς τῆς σωφροσύνης τὴν μνήμην. XXXIII Πῶς νοητέον τό· " ὃς ἂν καταράσηται Θεόν, ἁμαρ τίαν λήψεται, ὀνομάζων δὲ τὸ ὄνομα Κυρίου θανάτῳ θανατούσθω "; Ἥλω τις βλασφημήσας τὸν τῶν ὅλων Θεόν, οὐδέπω δὲ περὶ βλασφημίας ἐγέγραπτο νόμος· τούτου χάριν ὁ νομοθέτης, τοῦτον μὲν φυλαχθῆναι προσέταξεν. ἤρετο δὲ τῇ ὑστεραίᾳ Μωϋσῆς τὸν δεσπότην Θεὸν τί χρὴ παθεῖν τὸν ἀλάστορα. ὁ δὲ τὸν μὲν καταλευσθῆναι προσέταξε, τῶν ἀκη κοότων τῆς βλασφημίας πρώτων ἀφιέντων τοὺς λίθους. ἔθηκε δὲ τὸν περὶ τῆς βλασφημίας νόμον. καὶ θεὸν μὲν ὁμωνύμως ἐκάλεσε τὸν ψευδώ νυμον· τὸν δὲ τούτῳ λοιδορούμενον ἁμαρτάνειν μὲν ἔφη, κολάσεως δὲ οὐκ ἔκρινεν ἄξιον. ἁμαρτάνει μὲν οὐχ ὁ εὐσεβὴς τὸν ψευδώνυμον βλασ φημῶν θεόν, ἀλλ' ὁ ἐκείνῳ πιστεύων μέν, λοιδορούμενος δέ· βλασφημεῖ γὰρ ὃ σέβει. ἁμαρτίαν τοίνυν τὴν τοιαύτην ἐκάλεσε βλασφημίαν, οὐ διὰ τὴν τοῦ βλασφημουμένου ἀξίαν, ἀλλὰ διὰ τὴν τοῦ βλασφημοῦντος ὑπό ληψιν· οὐ γὰρ ὡς ψευδώνυμον, ἀλλ' ὡς ἀληθῆ Θεὸν βλασφημεῖ. τὸν μέντοι τὸν ἀληθινὸν βλασφημοῦντα Θεὸν λίθοις ἀναιρεῖσθαι προσέταξε. μάλα δὲ εἰκότως τοῖς περὶ τῆς βλασφημίας νόμοις καὶ τὸν περὶ τοῦ φόνου συνῆ 185 ψεν· ἐπειδὴ καὶ ὁ βλασφημῶν ἀνελεῖν μὴ δυνάμενος, τῇ γλώττῃ βάλλει τὸν ποιητήν. XXXIV ∆ιὰ τί " ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ ἐκκόπτεσθαι, καὶ ὀδόντα ἀντὶ ὀδόντος ", καὶ ὅσα τοιαῦτα προσέταξεν; Οὐχ ἵνα πάσχωσι ταῦτα νενομοθέτηκεν, ἀλλ' ἵνα μὴ πράττωσι. τοῦ γὰρ πάθους τὸ δέος τὴν πρᾶξιν ἐκώλυσεν. XXXV ∆ιὰ τί τῷ ἑβδόμῳ ἔτει σπεῖραι τὴν γῆν ἀπαγορεύει; Τὸ ἄπληστον αὐτῶν κολάζει τῷ νόμῳ. ἐπειδὴ γὰρ τοῦ πλείονος ἐφιέ μενοι διηνεκῶς ἔσπειρον, μὴ διαναπαυομένη δὲ ἡ γῆ ἐξιτήλους ἔφερε τοὺς καρπούς, τῷ ἑβδόμῳ ἔτει ἄσπαρτον ἐᾶσαι τὴν γῆν διηγόρευσε· τὰ δὲ αὐτομάτως φυόμενα τρυγᾶν ἢ θερίζειν ἐκώλυσε, φιλανθρωπίαν ἐκπαι δεύων αὐτούς. ἐκέλευσε γὰρ σὺν αὐτοῖς καὶ χήρας καὶ ὀρφανοὺς καὶ προσ ηλύτους ἐξ αὐτῶν μεταλαβεῖν τῶν καρπῶν. πρὸς δὲ τούτοις καὶ ἕτερον πραγματεύεται· καὶ γὰρ ἄφεσις ὀφλημάτων κατὰ τόδε τὸ ἔτος ἐγίνετο, καὶ τῶν δουλευόντων ἑβραίων ἐλευθερία. διά τοι τοῦτο καὶ τὸν ἰοβη λαῖον ἀργεῖν ἐνομοθέτησεν· ἐλευθερίαν δὲ καὶ ἄφεσιν σημαίνει τὸ ὄνομα. ἰοβηλαῖον δὲ τὸ πεντηκοστὸν προσαγορεύουσιν ἔτος· " ἑπτά, γάρ φησιν, ἑβδομάδας ἐτῶν ἀριθμήσεις, καὶ διαγ γελεῖτε σάλπιγγος φωνῇ ἐν πάσῃ τῇ γῇ ὑμῶν τῇ δεκάτῃ τοῦ μηνὸς τῇ ἡμέρᾳ τοῦ ἐξιλασμοῦ "· ἐν ᾗ φησίν, ἡμέρᾳ ἱλεοῦμαι ὑμῖν, καὶ τὰ πεπλημμελημένα ὑμῖν ἀφίημι. 186 ἐν ταύτῃ μηνύσατε τὸ τῆς ἀφέσεως ἔτος. εἶτα κελεύει ἐν τούτῳ τῷ ἔτει, καὶ τὸν ἀγρὸν ἀναλαμβάνειν τὸν πεπρακότα, καὶ τὰς ἐν τοῖς ἀγροῖς οἰκίας καὶ χρεῶν ἀποκοπὰς γενέσθαι, καὶ παίδων ἑβραίων ἐλευθερίας. ἐπειδὴ δὲ εἰκὸς ἦν τινας ἐνοχλεῖν τοῖς ὀφείλουσιν, ὡς τοῦ τῆς ἀφέσεως ἔτους πελά ζοντος, ἀπηγόρευσε καὶ τοῦτο γίνεσθαι παρ' αὐτῶν. ὥστε δὲ περὶ τῆς ἀναγκαίας μὴ ἐνδοιάζειν τροφῆς, ἅτε δὴ μὴ γεωργοῦντας τὴν γῆν ἐν τοῖς τῆς ἀφέσεως ἔτεσι, ταῖς φιλοτίμοις ἐψυχαγώγησεν ὑποσχέσεσιν. ἐπηγ γείλατο γὰρ ἐν τῷ ἕκτῳ ἔτει οὐ