1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

70

ἄρρενος τὴν τιμήν, τῆς δὲ θηλείας τριάκοντα καὶ τῶν 189 ἀκμαζόντων καὶ τῶν γεγηρακότων ὑπεξῃρημένων. τὴν γὰρ μέσην περι ώρισεν ἡλικίαν ἀπὸ εἰκοσαετοῦς εἰρηκὼς ἕως ἑξηκονταετοῦς· τοῖς γὰρ τούτων νεωτέροις, καὶ πρεσβυτέροις, ἄλλην ὥρισε τιμήν. τοὺς δὲ πένη τας ὑπὸ τὴν τῶν ἱερέων καταλέλοιπε κρίσιν· ἵν' ἐκεῖνοι πρὸς τὰς δυνά μεις ὁρίζωσι τὰς τιμάς· τὰ δὲ ἀφιερούμενα ἄλογα ἐναλλάττεσθαι παρὰ τῶν προσφερόντων ἀπαγορεύει· καὶ ὥστε μὴ τοῦτο δρᾶν τὴν τῆς ζημίας αὐτοῖς ἐπιτίθησιν ἀνάγκην· " ἐάν, γάρ φησιν, ἀλλάσσων ἀλλάξῃ αὐτό, ἔσται αὐτὸ καὶ τὸ ἄλλαγμα αὐτοῦ ἅγιον ". τῶν μέντοι ἀκαθάρτων κτηνῶν ὁρίσαι τὴν τιμὴν τὸν ἱερέα ἐκέλευσε. τοῦτο καὶ ἐπὶ οἰκίας, καὶ ἀγροῦ γενέσθαι ἐκέλευσεν. ὥρισε δὲ καὶ τὴν τοῦ διδράχμου ποσότητα· εἴκοσι γὰρ ἐκέλευσεν ἕλκειν ὀβολούς· τὸ δὲ δίδραχμον τινὲς τῶν ἑρμηνευτῶν " στατῆρα " ἐκάλεσαν. τὰ μέντοι ἀνατιθέμενα τῷ Θεῷ προσέταξε μὴ λυτροῦσθαι.

190 QUAESTIONES IN NUMEROS

I ∆ιὰ τί προσέταξεν ἀριθμηθῆναι τὸν λαὸν ὁ Θεός; Ἵνα τῆς οἰκείας ἐπαγγελίας δείξῃ τὸ ἀληθές. ὑπισχνούμενος γὰρ τῷ Ἀβραὰμ ἔφη· " πληθύνων πληθυνῶ τὸ σπέρμα σου, ὡς τοὺς ἀστέρας τοῦ οὐρανοῦ καὶ ὡς τὴν ἄμμον τὴν παρὰ τὸ χεῖλος τῆς θαλάσσης ". ἔδειξε δὲ τὴν τῆς ἀπαγγελίας ἀλήθειαν· ἐκ πέντε γὰρ καὶ ἑβδομήκοντα τῶν εἰς Αἴγυπ τον κατεληλυθότων ἑξακόσιαι χιλιάδες καὶ τρισχίλιοι καὶ ἑξακόσιοι καὶ πεντήκοντα ἠριθμήθησαν ἄνδρες δυνάμενοι πολεμεῖν, καὶ τῆς ἐξώρου ἡλικίας καὶ τῆς ἀώρου κεχωρισμένης, καὶ μέντοι καὶ τοῦ θήλεως γένους, καὶ τῆς λευϊτικῆς φυλῆς· οὐδὲ γὰρ αὕτη ταῖς λοιπαῖς συνηριθμήθη. ταύ την αὑτοῦ διδάσκων τὴν δύναμιν ὁ δεσπότης Θεός, καὶ διὰ τοῦ προφήτου Ἠσαΐου ἔφη· " ἐμβλέψατε εἰς Ἀβραὰμ τὸν πατέρα ὑμῶν καὶ εἰς Σάρραν τὴν ὠδίνουσαν ὑμᾶς, ὅτι εἷς ἦν, καὶ ἐκάλεσα αὐτὸν καὶ εὐλόγησα αὐτὸν καὶ ἐπλήθυνα αὐτόν ". II ∆ιὰ τί ἐλάττων ἐστὶν ὁ τῶν λευϊτῶν ἀριθμός; 191 Ὡς ἀρχόντων· δεῖ γὰρ τοὺς ἄρχοντας ἐλάττους εἶναι τῶν ἀρχομένων. ἄλλως τε καὶ τοῦ πολεμεῖν ἦσαν ἀπηλλαγμένοι, καὶ μόνῃ τῇ θείᾳ λατρείᾳ προσήδρευον. III Πῶς οὖν ἡ τοῦ Ἰούδα φυλὴ ὑπερέβαλε πάσας τῷ ἀριθμῷ καίτοι οὖσα βασιλική; Ἐκ τῆς βασιλικῆς εἷς ἀνὴρ ἐβασίλευσεν· οἱ δὲ τῆς λευϊτικῆς ἅπαντες ἐλει τούργουν· οἱ μὲν ἱερατεύοντες, οἱ δὲ τούτοις διακονοῦντες. ἐδεῖ δὲ καὶ τὴν βασιλικὴν ὑπερέχειν τῷ ἀριθμῷ καὶ διὰ τὴν εὐλογίαν τοῦ δεσπότου Χριστοῦ· ἐξ αὐτῶν γὰρ ἔμελλεν κατὰ σάρκα βλαστάνειν· καὶ ὥστε τοὺς ἐξ αὐτῆς χειροτονουμένους βασιλέας ἀρχοῦσαν ἔχειν τῶν φυλετῶν τὴν ἐπικουρίαν. συνέταξε δὲ κἀνταῦθα τῇ βασιλικῇ φυλῇ τοὺς ἱερέας· πρὸς ἥλιον γὰρ ἀνίσχοντα τὴν Ἰούδα τάξας φυλήν, συνῆψεν αὐτοῖς τοὺς ἱερέας μετὰ τῆς κιβωτοῦ. τῷ μέντοι ∆ὰν τὸ βόρειον ἀπεκλήρωσε τμῆμα. " ἀπὸ προσώπου, γάρ φησι, βορρᾶ ἐκκαυθήσεται τὰ κακὰ ἐπὶ πάντας τοὺς κατοικοῦντας τὴν γῆν ". εἴρηται δὲ ἡμῖν ἐν ταῖς τοῦ Ἰακὼβ εὐλογίαις, ὡς ἐκ τῆς ∆ὰν φυ λῆς ὁ ἀλάστωρ τεχθήσεται, ὁ Χριστὸν μὲν ἑαυτὸν ὀνομάζων, τἀναντία δὲ τῇ προσηγορίᾳ διαπραττόμενος, καὶ σφετεριζόμενος τὰ μηδαμόθεν προσήκοντα. καὶ τῷ Ἰούδᾳ δὲ μάλα εἰκότως τὸ ἑῷον ἀπένειμεν· ἐπειδὴ καὶ περὶ τοῦ δεσπότου Χριστοῦ οἱ θεῖοι βοῶσι προφῆται· " ἰδοὺ ἀνήρ, ἀνατολὴ ὄνομα αὐτῷ ". καί· " τοῖς φοβου μένοις με ἀνατελεῖ ἥλιος δικαιοσύνης· καὶ ἴασις ἐν ταῖς πτέρυξιν αὐτοῦ ". καί· " τοῖς ἐν σκότει 192 καὶ σκιᾷ θανάτου καθημένοις φῶς ἀνέτειλεν αὐτοῖς ". IV Τίνα ἦν τὰ ἔργα τῶν ἱερέων καὶ τίνα τὰ τῶν λευϊτῶν; Αὐτὸς ὁ τῶν ὅλων διδάσκει Θεός. " εἶπε, γάρ φησι, Κύριος πρὸς Μωϋσῆν· λάβε τὴν φυλὴν τοῦ Λευῒ καὶ στήσεις αὐτοὺς ἐναντίον Ἀαρὼν τοῦ ἱερέως· καὶ λειτουργήσουσιν αὐτῷ καὶ φυλάξουσιν τὰς φυλακὰς αὐτοῦ καὶ τὰς φυλακὰς τῶν υἱῶν Ἰσ ραὴλ ἐναντίον τῆς σκηνῆς τοῦ μαρτυρίου, ἐρ γάζεσθαι τὰ ἔργα τῆς σκηνῆς· καὶ φυλάξουσι πάντα τὰ