1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

72

καὶ περὶ ἡμῶν ὀδυνᾶται ". καὶ ὁ μέγας Ἰωάννης· " ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου ". διὰ τοῦτο καὶ ἐν νεκροῖς ἐλεύθερος, ὡς ἀδίκως ὑπομείνας τὸν θάνατον. διδάσκει τοίνυν ὁ θεῖος νό μος πῶς θεραπευτέον τοὺς τὰ μέτρια πλημμελήσαντας. κελεύει γὰρ τὸν ἔν τισι συμβολαίοις ἠδικηκότα, πρῶτον ἐξαγορεῦσαι τὴν ἁμαρτίαν, εἶτα τῷ ἠδικημένῳ τὸ ληφθὲν ἀποδοῦναι προστεθεικότα τῷ κεφαλαίῳ τὸ πέμπτον. εἰ δὲ συμβαίη τὸν ἠδικημένον πρὸ τῆς τοῦ ἠδικηκότος μεταμε λείας καταλῦσαι τὸν βίον, ἐκτῖσαι ταῦτα τῷ ἀγχιστεύοντι. ἀγχιστεύοντα δὲ καλεῖ τὸν τῷ γένει προσήκοντα. ἡ δὲ τάξις τοῦ γένους αὕτη· πρῶτος υἱός, εἶτα θυγάτηρ, εἶτα ὁ τοῦ πατρὸς ἀδελφός, ἔπειτα ὁ τοῦ πάππου, εἰ δὲ τούτων μηδεὶς εἴη, ὁ πλησιέστερος συγγενής, εἰ δὲ μὴ εὑρίσκοιτο συγ γενής, τῷ Θεῷ τὰ προρρηθέντα προσενεγκεῖν διηγόρευσε. τοῦτο γὰρ εἶπεν· " ἐὰν δὲ μὴ ᾖ τῷ ἀνθρώπῳ ἀγχιστεύων, ὥστε ἀποδοῦναι αὐτῷ τὸ πλημμέλημα τὸ πρὸς αὐτόν, τὸ πλημμέλημα τὸ ἀποδιδόμενον τῷ Κυρίῳ τῷ ἱερεῖ ἔσται, πλὴν τοῦ κριοῦ τοῦ ἱλασ μοῦ, δι' οὗ ἐξιλάσεται περὶ αὐτοῦ ἐν αὐτῷ ". προσέταξε δὲ καὶ τὰς προσφερομένας ἀπαρχὰς τοὺς ἱερέας ἐσθίειν. ἀπαρ χαὶ γὰρ ἦσαν τοῦ μὲν λαοῦ οἱ λευῗται, τῶν δὲ λευϊτῶν οἱ ἱερεῖς. ὡς ἀπαρ χαὶ τοίνυν τὰς ἀπαρχὰς ἐκομίζοντο. 196 X ∆ιὰ τί ἄλευρον κρίθινον ὑπὸ τῆς ὑποπτευομένης μοιχευθῆναι προσεκο μίζετο; Αὐτὸς ὁ δεσπότης ἡρμήνευσεν. " ἔστιν, γὰρ ἔφη, θυσία ζη λοτυπίας, θυσία μνημοσύνου, θυσία ἀναμιμνήσ κουσα ἁμαρτίαν ". ὅθεν οὐδὲ ἔλαιον αὐτήν, οὐδὲ λίβανον ἔχειν προσέταξεν· ἐστέρητο γὰρ καὶ τῆς εὐωδίας, καὶ τοῦ τῆς δικαιοσύνης φωτός. τοῦτο μέντοι γίνεσθαι νενομοθέτηκεν ὁ δεσπότης Θεός, τὴν μιαι φόνον αὐτῶν ἐπιστάμενος γνώμην. ἵνα γὰρ μὴ ἐξ ὑποψίας κατακτείνωσι τὰς ὁμοζύγας, ἐκέλευσε τὴν ὑποπτευομένην αὐτῷ προσενεχθῆναι, ἅτε δὴ πάντα σαφῶς ἐπισταμένῳ καὶ τὰ λάθρα γιγνόμενα. " προσάξει, γάρ φησιν, ὁ ἱερεύς, καὶ στήσει τὴν γυναῖκα ἔναν τι Κυρίου· καὶ λήψεται ὁ ἱερεὺς ὕδωρ καθαρὸν ζῶν ἔναντι Κυρίου ἐν ἀγγείῳ ὀστρακίνῳ, καὶ τῆς γῆς τῆς οὔσης ἐπὶ τοῦ ἐδάφους τῆς σκηνῆς τοῦ μαρτυρίου; καὶ λαβὼν ὁ ἱερεὺς ἐμβαλεῖ εἰς τὸ ὕδωρ· καὶ στήσει ὁ ἱερεὺς τὴν γυναῖκα ἔναντι Κυρίου, καὶ ἀποκαλύψει τὴν κεφαλὴν τῆς γυναικός, καὶ δώσει ἐπὶ τῶν χειρῶν αὐτῆς τὴν θυσίαν τοῦ μνημοσύνου, τὴν θυσίαν τῆς ζηλοτυπίας· ἐν δὲ τῇ χειρὶ τοῦ ἱερέως ἔσται τὸ ὕδωρ τοῦ ἐλεγμοῦ τοῦ ἐπικαταρωμένου τού του ". ταῦτα δὲ πάντα γενέσθαι προσέταξε τὴν γυναῖκα τὴν ὑποπ τευομένην ἐκδειματῶν, ἵν' εἰ ἐξήμαρτεν ὁμολογήσει, καὶ διὰ μετανοίας λάβῃ τὴν ἄφεσιν. τούτου χάριν ἀκάλυπτον αὐτὴν τῷ Θεῷ προσενεχθῆναι 197 κελεύει, διδάσκων ὅτι γυμνὰ πάντα καὶ τετραχηλισμένα ἐνώπιον αὐτοῦ, καὶ οὐδὲν αὐτὸν λέληθε τῶν παρ' ἡμῶν γιγνομένων. ὅτι δὲ ταῦτα δεδιτ τόμενος αὐτὴν γενέσθαι κεκέλευκε, τὰ ἑξῆς δηλοῖ. " καὶ ὁρκιεῖ αὐ τὴν ὁ ἱερεὺς καὶ ἐρεῖ τῇ γυναικί· εἰ μὴ κεκοί μηταί τις μετὰ σοῦ, εἰ μὴ παραβέβηκας μιαν θῆναι ὑπὸ τὸν ἄνδρα τὸν σεαυτῆς, ἀθῷος ἴσθι ἀπὸ τοῦ ὕδατος τοῦ ἐλεγμοῦ τοῦ ἐπικαταρω μένου τούτου. εἰ δὲ σὺ παραβέβηκας ὕπανδρος οὖσα, ἢ σὺ μεμίανσαι, ἢ ἔδωκέ τις τὴν κοίτην ἐν σοὶ πλὴν τοῦ ἀνδρός σου. δῴη σε Κύριος ἐν ἀρᾷ καὶ ἐνόρκιον ἐν μέσῳ τοῦ λαοῦ σου, ἐν τῷ δοῦναι Κύριον τὸν μηρόν σου διαπεπτωκότα, καὶ τὴν κοιλίαν σου πεπρησμένην ". ἐκέλευσε δὲ καὶ τὴν γυναῖκα συντίθεσθαι τῇ ἀρᾷ, καὶ λεγέιν· " γένοιτο, γέ νοιτο ", καὶ γραφῆναι δὲ τὴν ἀρὰν προσέταξε, καὶ ἐξαλειφθῆναι ὕδατι, καὶ πιεῖν τὴν γυναῖκα τὸ ὕδωρ· πρότερον δὲ τὴν θυσίαν προσε νεχθῆναι, τουτέστι τὸ κρίθινον ἄλευρον. εἶτα διδάσκει, ὡς ἀθῷος μὲν οὖσα ὑγιὴς φυλαχθήσεται· ἔνοχος δὲ οὖσα, καὶ κρύπτουσα, τῇ πείρᾳ μαθήσεται τῆς ἀρᾶς τὴν ἰσχὺν καὶ τῆς κοιλίας διαρρηγνυμένης, καὶ τοῦ μηροῦ διαπίπ τοντος. δι' ὧν γὰρ ἡ ἁμαρτία, διὰ τούτων ἡ τιμωρία. τὸ δὲ ἐνόρκιον οὕτω νοητέον· ὅτ' ἄν τις δεινὰ καὶ ἀνήκεστα πάθῃ, εἰώθασί τινες ὀμνύντες λέγειν· μὴ πάθοιμι ἃ ὁ δεῖνα πέπονθεν. XI Τί ἐστιν, " ὃς ἂν μεγάλως εὔξηται εὐχὴν ἀφαγνί σασθαι ἁγνείαν τῷ Κυρίῳ "; Πολλὰ τῆς ἐπαγγελίας εἴδη. οἱ μὲν γὰρ θυσίας ἐπηγγέλλοντο, οἱ δὲ χρή 198 ματα, οἱ