1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

75

Ῥαγουήλ; 3 ∆ιώνυμως ἦν, ὡς Ἰακὼβ καὶ Ἰσραήλ, ὡς Σίμων Πέτρος, ὡς Θωμᾶς ὁ λεγόμενος ∆ίδυμος, ὡς Θαδδαῖος ὁ καὶ Λεββαῖος. τούτου υἱὸς ἦν ὁ Ἰωβάβ. XVII Τίς ἦν ὁ τοῦ λαοῦ γογγυσμός; Τὸν τῆς ὁδοιπορίας ἐδυσχέραινον πόνον. XVIII Τίνος ἕνεκεν ἁμαρτάνουσιν εὐθὺς ἐπάγει τὰς τιμωρίας; Ἀρχὴν εἶχεν ὁ νόμος, ἔδει τοίνυν τῇ τῶν παραβαινόντων τιμωρίᾳ σωφρο νίζεσθαι τοὺς λοιπούς· ἁρμόδιος γὰρ τοῖς ἀρχομένοις ὁ φόβος· συνέζευκτο μέντοι τῇ τιμωρίᾳ φιλανθρωπία. μεταμελούμενοι γὰρ εὐμενείας ἀπή λαυον. αὐτίκα γοῦν τοῦ θεηλάτου πυρὸς μέρος τι τῆς παρεμβολῆς ἀνα λώσαντος, εἶτα πάντων συνδεδραμηκότων εἰς δέησιν, ᾔτησε μὲν ὁ νομο θέτης τὴν ἄφεσιν, παρέσχε δὲ ταύτην ὁ φιλάνθρωπος Κύριος. ὅτι δὲ ἀναγ καίως αὐτοῖς αἱ τιμωρίαι προσήγοντο, τὰ ἑξῆς μαρτυρεῖ. εὐθὺς γὰρ μετὰ τὴν παῦλαν τῆς τιμωρίας, τῆς Αἰγύπτου τὴν μνήμην ἀνενεώσαντο, καὶ τῶν κρομμύων, καὶ τῶν σκορόδων καὶ τῶν ἄλλων, ὧν τὴν ἐπιθυμίαν τῆς γαστριμαργίας τὸ πάθος ἐπύρσευσε. μάλα τοίνυν εἰκότως τῇ ἐκείνων ἀχαριστίᾳ τὴν θείαν συνῆψε φιλοτιμίαν ὁ συγγραφεὺς τὰ περὶ τοῦ μάννα διηγησάμενος, καὶ ὅτι οὐ μόνον ἄρτου χρείαν, ἀλλὰ καὶ ὄψου ἐπλήρου· " ἤλεθον, γάρ φησιν, ἐν τῷ μύλῳ, καὶ ἔτριβον ἐν τῇ θυείᾳ καὶ ἥψουν ἐν τῇ χύτρᾳ, καὶ ἐποίουν ἐγκρυφίας ". ἐκείνων δὲ ὀλοφυρομένων, χαλεπαίνει μὲν ὁ δεσπό της Θεός, δυσχεραίνει δὲ ὁ προφήτης καὶ βοᾷ λέγων· " ἵνα τί ἐκά 4 κωσας τὸν θεράποντά σου, καὶ διὰ τί οὐχ εὕ ρηκα χάριν ἐναντίον σου ἐπιθεῖναι μοὶ τὴν ὁρμὴν τοῦ λαοῦ τούτου ἐπ' ἐμέ; μὴ ἐγὼ ἐν γασ τρὶ ἔλαβον τὸν λαὸν τοῦτον, ἢ ἐγὼ ἔτεκον αὐ τόν, ὅτι λέγεις μοι, ὅτι λάβε αὐτὸν εἰς τὸν κόλπον σου, ὡσεὶ λάβοι τιθηνὸς τὸν θηλάζον τα, εἰς τὴν γῆν, ἣν ὤμοσας τοῖς πατράσιν αὐ τῶν "; δεδήλωκε δὲ διὰ τούτων τὸ ἀτελὲς αὐτῶν καὶ νηπιῶδες· θηλά ζοντι γὰρ αὐτοὺς ἀπείκασεν, ἄλλο μὲν οὐδὲν ἐργάσασθαι δυναμένῳ, ἐκ μυζᾶν δὲ μόνον βουλομένῳ τὸ γάλα. ἐπειδὴ δὲ σφόδρα ἦν τὰ ῥήματα δυσχεραίνοντος· καὶ τὰ ἑξῆς γὰρ τοῦτον ἔχει τὸν νοῦν· διδάσκεται παρὰ τοῦ δεσπότου Θεοῦ, ὡς οὐκ ἀνθρωπίνῃ δυνάμει θείᾳ δὲ χάριτι τὸν λαὸν κυβερνᾷ. ἔφη γὰρ πρὸς αὐτόν· " συνάγαγέ μοι ἑβδομή κοντα ἄνδρας ἀπὸ τῶν πρεσβυτέρων Ἰσραήλ, οὓς αὐτὸς οἶδας ὅτι αὐτοί εἰσι πρεσβύτεροι τοῦ λαοῦ καὶ γραμματεῖς αὐτῶν· καὶ ἄξεις αὐ τοὺς εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου· καὶ στή σονται ἐκεῖ μετὰ σοῦ, καὶ καταβήσομαι, καὶ λαλήσω ἐκεῖ μετὰ σοῦ, καὶ ἀφελῶ ἀπὸ τοῦ πνεύ ματος τοῦ ἐπὶ σοὶ καὶ ἐπιθήσω ἐπ' αὐτούς· καὶ συναντιλήψονται μετὰ σοῦ τὴν ὁρμὴν τοῦ λαοῦ τούτου καὶ οὐκ οἴσεις αὐτοὺς σὺ μόνος ". μεμάθηκε δὲ διὰ τούτων τῶν λόγων ὁ νομοθέτης, ὡς ἀποχρῶσαν ἔλαβε τῇ οἰκονομίᾳ τὴν χάριν. διὰ τοῦτο εἶπεν· " ἀφελῶ ἀπὸ τοῦ πνεύματος τοῦ ἐπὶ σοί ". οὐ γὰρ σπανίζων ἑτέρας δυ νάμεως ἢ χάριτος τοῦτο ἔφη, ἀλλ' ἐκεῖνον διδάσκων ὡς εἰλήφει δύναμιν ἀρκοῦσαν τῇ χρείᾳ, ὅτι δὲ καὶ τοῖς ἑβδομήκοντα δοὺς οὐκ ἐμείωσε τούτου τὴν χάριν, τὰ πράγματα μαρτυρεῖ· τὰ αὐτὰ γὰρ καὶ οἰκονομῶν, καὶ θαυ ματουργῶν διετέλει ἃ καὶ πρότερον ἐπετέλει. ὥσπερ γὰρ ἐκ μιᾶς θρυαλ 5 λίδος μυρίας τις ἐξάπτων, οὔτε ταύτην μειοῖ, κἀκείναις μεταδίδωσι τοῦ φωτός· οὕτως ὁ τῶν ὅλων Θεὸς τῆς τούτου χάριτος τοῖς ἑβδομήκοντα μεταδιδούς, τὴν τούτῳ δοθεῖσαν οὐκ ἠλάττωσε χάριν. τοῦτο καὶ νῦν ὁρῶμεν γινόμενον. πολλαὶ γὰρ ἀνθρώπων μυριάδες ὑπὸ ἱερέως ἑνὸς βαπ τιζόμεναι, καὶ τὴν θείαν δεχόμεναι δωρεάν, οὐ σμικρύνουσι τοῦ ἱερέως τὴν χάριν· καὶ πάμπολλοι παρὰ τῶν ἀρχιερέων χειροτονούμενοι, καὶ τὴν ἱερατικὴν ἀξίαν δεχόμενοι, τοῦ χειροτονοῦντος οὐκ ἐλαττοῦσι τὴν δω ρεάν. μεμαρτύρηκε μέντοι ὁ δεσπότης τῇ τοῦ θεράποντος ψήφῳ· ἔφη γὰρ αὐτῷ, ἔκλεξαι " οὓς οἶδας ". XIX Τί δήποτε τοῦ Θεοῦ δώσειν ὑποσχομένου κρέα ὁ προφήτης ἀμφέβαλλεν; Ἐπειδὴ οὐ μόνον προφήτης, ἀλλὰ καὶ ἄνθρωπος ἦν. ἐδιδάχθη δὲ παρὰ τοῦ δεσπότου Θεοῦ μὴ ἐνδοιάζειν ὑπισχνουμένου Θεοῦ. ἔφη γὰρ πρὸς αὐτόν· " μὴ ἡ χεὶρ Κυρίου οὐκ ἐξαρκέσει; ἤδη γνώσῃ εἰ ἐπικαταλήψεταί σε ὁ λόγος μου, ἢ οὔ ". ὑπισχνούμενος μέντοι δώσειν, τῇ φιλοτιμίᾳ τιμωρίαν συνῆψεν, εἰπὼν γάρ, ὅτι " ἕως μηνὸς φάγεσθε κρέα, ἕως ἂν