76
ἐξέλθῃ ἐκ τῶν μυκτήρων ὑμῶν ", ἐπήγαγε· " καὶ ἔσται ὑμῖν εἰς χολέραν ", ἢ ὡς ὁ Σύμμαχος, " εἰς ἀπε ψίαν ". ἡ γὰρ ἀδηφαγία τὴν νόσον ἐπήγαγε, καὶ πολλοῖς τὸν θάνατον ἡ θεήλατος πληγή. διὸ καὶ ὁ θεῖος ἐπήγαγε ∆αβίδ· " ἔτι τῆς βρώ σεως οὔσης ἐν τῷ στόματι αὐτῶν, καὶ ὀργὴ τοῦ Θεοῦ ἀνέβη ἐπ' αὐτούς, καὶ ἀπέκτεινεν ἐν τοῖς πλείοσιν αὐτῶν ". εἰκότως τοίνυν ὁ πάνσοφος παραινεῖ Παῦ λος· " μὴ ποιεῖσθε τῆς σαρκὸς πρόνοιαν εἰς ἐπι θυμίαν ". 6 XX Τίνος χάριν εὐθὺς μὲν προβληθέντες οἱ ἑβδομήκοντα προεφήτευσαν, μετὰ δὲ ταῦτα οὐκέτι; Ὅτι οὐ προφητείας χάριν, ἀλλ' οἰκονομίας αὐτοὺς προὐβάλετο· τῶν δὲ τοῦ πνεύματος χαρισμάτων καὶ τοῦτο. ὅθεν ὁ μακάριος Παῦλος τοῖς ἀποσ τόλοις καὶ τοῖς προφήταις καὶ τοῖς διδασκάλοις καὶ τοῖς χαρίσμασι τῶν ἰαμάτων, τὰς ἀντιλήψεις καὶ κυβερνήσεις συνέταξε, τούτου οἱ ἑβδομή κοντα τοῦ χαρίσματος ἠξιώθησαν· ἵνα δὲ δῆλοι γένωνται τῷ λαῷ, ὅτι δὴ τῆς θείας ἀπήλαυσαν δωρεᾶς, εὐθύς τινα προηγόρευσαν. XXI Ἐλδὰδ καὶ Μωδὰδ τί δήποτε προεφήτευσαν μὴ συναριθμηθέντες τοῖς ἑβδομήκοντα; Εἰκὸς αὐτοὺς ἴσους εἶναι τὴν ἀξίαν τοῖς ἑβδομήκοντα, καὶ τούτου χάριν ἀπολαῦσαι τῆς δωρεᾶς. αἰνίττεται δὲ ὁ λόγος, ὅτι πολλάκις τοὺς ἀδο κίμους παρὰ ἀνθρώποις νομιζομένους δοκίμους οἶδεν ὁ τὰ κεκρυμμένα γι νώσκων. οὕτως ἐπὶ τοῦ Κορνηλίου προὔλαβε τὴν τῶν ἀνθρώπων δια κονίαν ἡ θεία φιλοτιμία· πρὸ γὰρ τοῦ βαπτίσματος ἔδωκεν αὐτῷ τὴν χάριν τοῦ πνεύματος. ἐδείχθη δὲ κἀνταῦθα τοῦ νομοθέτου τὸ ἄφθονον. τοῦ γὰρ Ἰησοῦ εἰρηκότος, " Κύριε Μωϋσῆ, κώλυσον αὐ τούς ", ὑπολαβὼν ἔφη, " μὴ ζηλοῖς σύ μοι; καὶ τίς ἂν δῴη πάντα τὸν λαὸν Κυρίου προφήτας, ὅταν δῷ Κύριος τὸ πνεῦμα αὐτοῦ ἐπ' αὐτούς ", καὶ ὁ πανεύφημος δὲ Ἰησοῦς οὐ τοῦ φθόνου τὸ πάθος ἐδέξατο, ἀλλ' αὐθάδειαν καὶ τυραννίδα τὸ πρᾶγμα νομίσας, τοῖσδε τοῖς λόγοις ἐχρήσατο. ὅτι γὰρ τούτου τοῦ πάθους ἐλεύθερος ἦν, ὁ ἔπαινος μαρτυρεῖ. οὕτω γὰρ ἔφη· " καὶ ἀποκριθεὶς Ἰησοῦς ὁ τοῦ Ναυῆ ὁ παρεσ 7 τηκὼς Μωϋσῇ ὁ ἐκλεκτὸς εἶπεν, Κύριε Μωϋσῆ, κώλυσον αὐτούς ". XXII Τίνα χρὴ νοῆσαι τὴν αἰθιόπισσαν γυναῖκα, ἣν ἔλαβε Μωϋσῆς; Ἰώσηπος μὲν εἶπεν, ὡς ἡνίκα ἐν τοῖς βασιλείοις ἐτρέφετο, στρατηγὸς εἰς τὸν κατὰ αἰθιόπων χειροτονηθεὶς πόλεμον, εἶτα νικήσας, ἠγάγετο τοῦ βασιλέως ἐκείνου τὴν θυγατέρα. Ἀπολινάριος δὲ μῦθον ἀνέπλασε πολλῷ μυθωδέστερον τούτου· ἔφη γὰρ μετὰ τὴν Σεπφώραν ἄλλην αὐτὸν αἰθιό πισσαν γῆμαι, ἵνα, φησί, γένηται τύπος τοῦ δεσπότου Χριστοῦ, ὃς μετὰ τὴν ἰσραηλῖτιν τὴν ἐξ ἐθνῶν ἐκκλησίαν ἐμνήστευσεν. ἀλλὰ καὶ ἡ Σεπφώρα ἀλλόφυλος ἦν. τὸ τοίνυν πλάττειν μύθους, οὐ τοῦ θείου πνεύματος, ἀλλὰ τοῦ ἐναντίου. τοσαύτης γὰρ ἁγνείας μετὰ τὴν κλῆσιν ὁ νομοθέτης ἐφρόν τισεν, ὅτι καὶ τὴν Σεπφώραν κατέλιπεν εἰς Αἴγυπτον εἰσιών. μετὰ δὲ τὴν ἐκεῖθεν ἔξοδον, ἀφίκετο πρὸς αὐτὸν ὁ κηδεστὴς ἄγων ἐκείνην μετὰ τῶν παιδίων, καὶ προστέθεικεν ὅτι " μετὰ τὴν ἄφεσιν ἤγαγεν αὐτήν ". τὴν Σεπφώραν τοίνυν ὠνόμασεν αἰθιόπισσαν· τὸ γὰρ Σαβὰ ἔθνος αἰθιοπικόν ἐστιν. ὁ γὰρ εὐαγγελιστής φησιν· " βασίλισσα αἰθιόπων ἀναστήσεται, καὶ κατακρινεῖ τὴν γε νεὰν ταύτην ". ἀλλ' ἡ τῶν βασιλειῶν ἱστορία βασίλισσαν Σαβὰ προσηγόρευσε ταύτην. Σαβὰ δὲ καλεῖται τῶν ὁμηριτῶν τὸ ἔθνος· τού τοις οἱ μαδιηναῖοι πελάζουσιν. ἐπειδὴ τοίνυν ὁ Ἀαρὼν ἰσραηλῖτιν ἠγάγε το, ἀλλόφυλον δὲ ὁ Μωϋσῆς, μικροψυχίας γενομένης, ταύτην αὐτῷ τὴν λοι δορίαν προσήνεγκαν. καὶ μαρτυρεῖ δὲ τῇ τελειοτάτῃ ἀρετῇ τοῦ νομοθέτου τῶν ἀδελφῶν ἡ παροινία· ἀπορήσαντες γὰρ δηλονότι κατηγορίας ἑτέρας, τῆς γυναικὸς αὐτῷ τὸν ψόγον ἐπήνεγκαν. μαρτυρεῖ δέ μου τῷ λόγῳ καὶ 8 ἡ ψῆφος τοῦ δικαιοτάτου κριτοῦ· ἔφη γάρ· " ἐὰν γένηται προ φήτης ὑμῖν, ἐν ὁράματι αὐτῷ γνωσθήσομαι, καὶ ἐν ὕπνῳ αὐτῷ λαλήσω. οὐχ οὕτως ὡς ὁ θεράπων μου Μωϋσῆς· ἐν ὅλῳ τῷ οἴκῳ μου πιστός ἐστι· στόμα κατὰ στόμα λαλήσω αὐτῷ, ἐν εἴδει, καὶ οὐ δι' αἰνιγμάτων, καὶ τὴν δόξαν Κυρίου εἶδε. καὶ διὰ τί οὐκ ἐφοβήθητε καταλαλῆσαι κατὰ τοῦ θεράποντός μου Μωϋσῆ "; ἀληθὴς ἄρα ὁ λόγος ἐκεῖνος, ὁ φάσκων· " ἐμοὶ ἐκδίκησις, ἐγὼ ἀνταποδώσω λέγει Κύριος ".