77
διδασκόμεθα γὰρ καὶ διὰ τούτων καὶ δι' ἐκείνων, μὴ ἀμύ νεσθαι τοὺς ἀδικοῦντας, ἀλλὰ τὴν θείαν ψῆφον προσμένειν, μάλα τῶν ἀδικουμένων προμηθουμένην, ὥσπερ ἀμέλει καὶ τότε Μωϋσῆ σιγῶντος τῇ Μαριὰμ τὴν λέπραν ἐπήνεγκεν. XXIII Τί δήποτε τῶν δύο λελοιδορηκότων, ἐκείνη δίκας ἔτισε μόνη; Πρῶτον ἐπειδὴ μεῖζον ἦν τῆς γυναικὸς τὸ πλημμέλημα· τῷ ἄρρενι γὰρ καὶ ἡ φύσις καὶ ὁ νόμος ὑποτάττει τὸ θῆλυ. ἔπειτα εἶχέ τινα μετρίαν συγ γνώμην ὁ Ἀαρών, καὶ ὡς τῷ χρόνῳ πρεσβύτερος, καὶ ὡς ἀρχιερωσύνης ἠξιωμένος. πρὸς δὲ τούτοις, ἐπειδὴ ἀκάθαρτος ὁ λεπρὸς ἐδόκει εἶναι κατὰ τὸν νόμον, ῥίζα δὲ τῶν ἱερέων καὶ κρηπὶς ἦν ὁ Ἀαρών, ἵνα μὴ εἰς ἅπαν διαβῇ τὸ γένος τὸ ὄνειδος, τὴν ἴσην οὐκ ἐπήγαγεν αὐτῷ τιμωρίαν, ἀλλὰ διὰ τῆς ἀδελφῆς ἐφόβησεν ὁμοῦ καὶ ἐπαίδευσεν. οὕτω γὰρ αὐτὸν τὸ πάθος ἠνίασεν, ὅτι πρὸ τῆς τοῦτο δεξαμένης αὐτὸς τὸν ἠδικημένον ἱκέτευσε λῦσαι τῇ πρεσβείᾳ τὴν συμφοράν· ὁ δὲ οὐκ ἠμέλησεν, ἀλλ' αὐτίκα τὴν ἱκετηρίαν προσήνεγκεν. εἶτα ὁ φιλάνθρωπος ἐδίδαξε Κύριος, ὡς οὐ δικαστικῶς αὐ 9 τήν, ἀλλὰ πατρικῶς ἐπαίδευσεν. ἔφη γάρ, " εἰ ὁ πατὴρ αὐτῆς ἐμπτύων ἐνέπτυσεν εἰς τὸ πρόσωπον αὐτῆς, οὐκ ἐντραπήσεται; ἑπτὰ ἡμέρας ἀφορισθήσεται ἔξω τῆς παρεμβολῆς, καὶ μετὰ ταῦτα εἰσελεύσεται ". συνέζευκται δὲ καὶ τιμὴ τῇ ἀτιμίᾳ· οὐκ ἀπῆρε γὰρ ὁ λαὸς ἕως ἀπηλλάγη τοῦ πάθους. XXIV Τίνος χάριν κατασκόπους ἀποσταλῆναι προσέταξεν; Ἵνα προμαθόντες τῆς γῆς τὴν εὐκαρπίαν, ἐπιθυμήσωσι μεταλαχεῖν τῶν ἐπαινουμένων καρπῶν· ὀκνοῦντες δὲ καὶ ὀκλάζοντες, μηδεμίαν ἔχωσι παραίτησιν κολαζόμενοι. XXV Τί δήποτε τὸν Αὑσήν, ἡνίκα κατάσκοπον ἔπεμπεν, ἐκάλεσεν Ἰησοῦν; Ὅτι τύπος ἦν τοῦ ἀληθινοῦ Ἰησοῦ, ὃς τὸ τῶν κατασκόπων ἐμιμήσατο σχῆμα, τὴν ἡμετέραν οἰκονομῶν σωτηρίαν. καθάπερ γὰρ οἱ κατάσκοποι τῷ τῶν ἐθνῶν ἐκείνων, ἃ κατασκοποῦσι, καὶ σχήματι κέχρηνται καὶ φωνῇ, οὕτως ὁ Θεὸς λόγος τὴν ἀνθρωπείαν περιθέμενος φύσιν, καὶ τῇ ταύτης γλώττῃ χρησάμενος, τὴν ἡμετέραν ᾠκονόμησε σωτηρίαν. XXVI Τίνα λέγει γενεὰν Ἐνάκ; Ὀνομαστότατος οὗτος ἦν καὶ πολυθρύλλητος, ὡς εἰκός, διὰ τὸ τοῦ σώ ματος μέγεθος· καὶ τὸ γένος δὲ πάντως τῷ προγόνῳ ἐῴκει. XXVII Τί ἐστιν, " ἐμπλήσει ἡ δόξα Κυρίου πᾶσαν τὴν γῆν "; 210 Προλέγει τὴν ἰουδαίων ἀποβολὴν καὶ τῆς οἰκουμένης τὴν σωτηρίαν· καὶ ὅρκον τῇ προρρήσει προστίθησι. " ζῶ, γάρ φησιν, ἐγώ, καὶ ζῇ τὸ ὄνομά μου, καὶ ἐμπλήσει ἡ δόξα Κυρίου πᾶ σαν τὴν γῆν ". κατὰ δὲ τοὺς ἄλλους ἑρμηνευτάς, ὅτι " ἐμπλήσει πᾶσαν τὴν γῆν ἡ δόξα Κυρίου ". εἶτα ἐκφέρει τὴν ψῆφον κατὰ τῶν ἀριθμηθέντων ἁπάντων, πλὴν Χαλὲβ υἱοῦ Ἰεφωνῆ, καὶ Ἰησοῦ υἱοῦ Ναυῆ, οἳ πρὸς τῇ ἀληθείᾳ τῶν μηνυμάτων, τὴν εὐσεβῆ παραίνεσιν προσήνεγκαν τῷ λαῷ. ταύτῃ μέντοι παραβαλεῖν προσήκει τῇ ἀποφάσει τὴν ἐν τοῖς εὐαγγελίοις εἰρημένην· " ἀρθήσεται ἀφ' ὑμῶν ἡ βασιλεία, καὶ δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς ". τύπος γὰρ τῶν μὲν ἠπιστηκότων ἰουδαίων, οἱ ἐν τῇ ἐρήμῳ πεπτωκότες δι' ἀπιστίαν· τῶν δὲ πεπιστευκότων ἐθνῶν, οἱ ἀπερίτμητοι παῖδες, οἱ ἀντ' ἐκείνων διὰ Ἰησοῦ τὴν γῆν ἀπειληφότες τὴν τοῖς προγόνοις ἐπηγγελμένην. XXVIII Τί δήποτε περὶ τῶν αὐτῶν θυσιῶν πολλὰ νενομοθέτηκεν; Ἵνα τῇ συνεχείᾳ τῆς νομοθεσίας παγίαν τῶν νόμων τὴν μνήμην ἐργά σηται. XXIX Τί ἐστι, " ψυχὴ ἥ τις ποιήσει ἐν χειρὶ ὑπερηφανίαν; Περὶ τῶν ἀκουσίως ἡμαρτηκότων νομοθετήσας ὁποίαν χρὴ θυσίαν προ σενεγκεῖν, καὶ περὶ τῶν ἑκουσίως ἡμαρτηκότων νομοθετεῖ. διάφορα δὲ τὰ ἁμαρτήματα· οἱ μὲν γὰρ οὐ φέρουσι διὰ τὴν τῆς ψυχῆς ἀσθένειαν τὴν τῶν παθῶν ἐπανάστασιν, καὶ ἐνδιδόντες ἡττῶνται· οἱ δὲ καὶ ἐξ ἑτέρας 211 περιστάσεως ἁμαρτήμασι περιπίπτουσιν. εἰσὶ δέ, οἳ καὶ καταφρονητικῶς περὶ τοὺς θείους διάκεινται νόμους· τούτους ἐξ ὑπερηφανίας ἁμαρτάνειν ἔφη, ὡς ἑκόντας τῶν νόμων καταφρονοῦντας. τὸν τοιοῦτον ἐξαλειφθήσεσ θαι ἔφη, καὶ τὴν αἰτίαν ἐπήγαγεν, " ὅτι τὸ ῥῆμα Κυρίου ἐφαύ λισε, καὶ τὰς ἐντολὰς αὐτοῦ διεσκέδασεν· ἐκτρί ψει ἐκτριβήσεται ἡ ψυχὴ ἐκείνη· ἁμαρτία γὰρ αὐτῆς ἐν αὐτῇ ". ὁ μὲν γὰρ δι' ἀσθένειαν