80
ἐχρήσαντο ῥήμασιν τὸ ὕδωρ ἐξαγαγόντες. ἔφη γὰρ οὕτως ὁ νομοθέτης· " ἀκούσατέ μου, οἱ ἀπειθεῖς, μὴ ἐκ τῆς πέτρας ταύτης ἐξάξω ὑμῖν ὕδωρ "; τούτου χάριν ὁ δεσπότης Θεὸς τὴν κατ' αὐτῶν ἐξενήνοχε ψῆφον· ἔφη δὲ οὕτως· " ὅτι οὐκ ἐπιστεύσατέ μοι, ἁγιάσαι με ἐναντίον τῶν υἱῶν Ἰσραήλ· διὰ τοῦτο οὐκ εἰσάξετε ὑμεῖς τὴν συναγωγὴν ταύτην εἰς τὴν γῆν, ἣν ἔδωκα αὐτοῖς ". τοῦτο καὶ μελῳδῶν ὁ θεῖος εἶπε ∆αβίδ· " καὶ ἐκακώθη Μωϋσῆς δι' αὐτούς, ὅτι παρεπίκραναν τὸ πνεῦ μα αὐτοῦ ", καὶ " διέστειλεν ἐν τοῖς χείλεσιν αὐ τοῦ ". ὀργιζόμενος γὰρ ἐκείνοις, ἀμφιβόλως τὸν λόγον προήνεγκε· καὶ ἦν οὐ τῆς ψυχῆς, ἀλλὰ τῆς γλώττης ἡ ἀμφιβολία. τοῦτο γὰρ ἔφη, 217 " διέστειλεν ἐν τοῖς χείλεσιν αὐτοῦ ". ἰστέον μέντοι, ὡς ἕτερον οἰκονομῶν ὁ Θεὸς ταύτην ἐξενήνοχε τὴν ἀπόφασιν· ὅπερ εἰς καιρὸν δηλώσομεν. XXXVIII Τί δήποτε διὰ τοῦ χαλκοῦ ὄφεως θεραπεύεσθαι προσέταξεν ὁ Θεὸς τὰ τῶν ὄφεων δήγματα; Προτυποῖ καὶ τοῦτο τὸ σωτήριον πάθος. διὰ γὰρ τοῦ ὄφεως ἡ ἁμαρτία ἐβλάστησεν· ὅθεν καὶ τὴν κατάραν παρὰ τοῦ Θεοῦ τῶν ὅλων ἐδέξατο. τύπος τοίνυν καὶ τῆς ἁμαρτίας καὶ τῆς κατάρας ὁ ὄφις. ἐπειδὴ τοίνυν ὁ δεσπότης Χριστὸς " ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας ", ᾗ φησιν ὁ θεῖος ἀπόστολος, ἐπεφάνη· σῶμα μὲν γὰρ ἀληθῶς ἔλαβεν, ἁμαρ τίαν δὲ οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ· προ τυποῦται τὸ σωτήριον πάθος ἐν τῷ ὄφει τῷ χαλκῷ. ὥσπερ γὰρ ὁ χαλ κοῦς ὄφις ἴνδαλμα μὲν τῶν ὄφεων ἦν, οὐκ εἶχε δὲ τῶν ὄφεων τὸν ἰόν· οὕτως ὁ μονογενὴς υἱὸς σῶμα μὲν εἶχεν ἀνθρώπινον, κηλίδα δὲ ἁμαρτημάτων οὐκ εἶχε. καὶ καθάπερ οἱ ὑπὸ τῶν ὄφεων δακνόμενοι, εἰς τὸν χαλκοῦν ἀπο βλέποντες ὄφιν σωτηρίας ἀπήλαυον, οὕτως οἱ ὑπὸ τῆς ἁμαρτίας πλητ τόμενοι, τῷ πάθει τοῦ σωτῆρος ἡμῶν ἀνενδοιάστως πιστεύοντες, κρείττους ἀποφαίνονται τοῦ θανάτου, καὶ τῆς αἰωνίου ζωῆς ἀπολαύουσιν. XXXIX Εἰ μάντις ἦν ὁ Βαλαάμ, τί δήποτε τὸν Κύριον ἠρώτα; Ἐκεῖνος μὲν οὐ τὸν ἀληθινὸν ἠρώτα Θεόν· ἀπεκρίνατο δὲ αὐτῷ, οὐχ ὁ παρ' αὐτοῦ καλούμενος, ἀλλ' ὁ παρ' αὐτοῦ ἀγνοούμενος. " ἦλθε, γάρ φησιν, ὁ Θεὸς πρὸς Βαλαὰμ καὶ εἶπεν αὐτῷ· τί οἱ ἄνθρω ποι οὗτοι παρὰ σοί "; οὐκ ἐπειδὴ τὴν αἰτίαν τῆς ἐκείνων παρουσίας ἠγνόει ἀλλ' ἵνα παρὰ τοῦ μάντεως λαβὼν ἀφορμὴν τὸ πρακ τέον κελεύσῃ. 218 XL Τίνος χάριν κελεύσας αὐτῷ μὴ ἀπελθεῖν, πάλιν ἐκέλευσεν ἀπελθεῖν; Ἐπειδὴ τῶν ἀπαγγελθέντων χρημάτων ὁ Βαλαὰμ ἐρασθείς, ἤρετο πάλιν, εἰ χρὴ τοῖς ἀποσταλεῖσιν συναπελθεῖν, νομίσας μεταμελείᾳ κεχρῆσθαι τὸν δεσπότην Θεόν, ἐπέτρεψεν ἀπελθεῖν, μονονουχὶ λέγων· ἄπελθε μὲν, ἐπειδὴ τοῦτο πρᾶξαι ποθεῖς, ἴσθι μέντοι, ὡς ἅπερ ἂν ἐθελήσω λαλήσεις. XLI ∆ιὰ τί κελεύσας ἀπελθεῖν, διὰ ἀγγέλου τὴν πορείαν κωλύει; ∆εδίττεται αὐτὸν καὶ τῇ τῆς ὄνου φωνῇ παρὰ φύσιν γεγενημένῃ καὶ τῇ τοῦ ἀγγέλου θεωρίᾳ, ἵνα γνῷ πόσην ὁ Θεὸς τοῦ λαοῦ ποιεῖται κηδεμονίαν. φασὶ δέ τινες, τὸν ἄγγελον τὸν Μιχαὴλ εἶναι τὸν τοῦ λαοῦ προστα τεύοντα. XLII Καὶ ποίαν ἰσχὺν εἶχεν ἡ τοῦ μάντεως ἀρὰ μὴ βουλομένου Θεοῦ; Ἰσχὺν μὲν εἶχεν οὐδεμίαν· ψευδὴς γὰρ ἦν ἡ περὶ αὐτοῦ κατέχουσα δόξα. ἐπειδὴ δὲ συνεχῶς παρανομῶν ὁ λαὸς ὑπέμενεν θεηλάτους πληγάς, πρὸς τὴν ἐκείνων ἀσθένειαν τὰ κατὰ τὸν Βαλαὰμ ᾠκονόμησεν ὁ δεσπότης Θεός. ἵνα γὰρ μὴ νομίσωσι παρὰ τοῦ Θεοῦ παιδευόμενοι, διὰ τὰς τοῦ μάντεως ἀρὰς συμφοραῖς περιπίπτειν, οὐκ εἴασε τὸν μάντιν χρήσασθαι ταῖς ἀραῖς, τὰς τῶν ἀνοήτων ἀφορμὰς περικόπτων. ὅτι γὰρ, εἰ καὶ ἰσχύν τινα εἶχον αἱ τοῦ μάντεως ἀραί, ῥᾴδιον ἦν τῷ τὰ πάντα τεκτηναμένῳ ταύτας ἀπο φῆναι ματαίας, δῆλον τοῖς τὰ θεῖα πεπαιδευμένοις. " Κύριος, γάρ 219 φησι, διασκεδάζει βουλὰς ἐθνῶν, ἀθετεῖ δὲ λογισ μοὺς λαῶν καὶ ἀθετεῖ βουλὰς ἀρχόντων· ἡ δὲ βουλὴ τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα ". ὁ μέντοι Βαλαὰμ καὶ τοῦ Θεοῦ τὴν κηδεμονίαν μεμαθηκώς, ταῖς θυσίαις μεταπεῖσαι πειρᾶται· ἕνα τῶν ψευδωνύμων εἶναι τοπάζων, οὓς καὶ τρεπτοὺς ὀνο μάζουσιν οἱ τούτων θεραπευταί. τὸ δέ, " ἐπορεύθη ἐπ' εὐ θεῖαν ", δηλοῖ ὅτι τὸ πρακτέον ἀληθῶς