1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

81

ἠβουλήθη μαθεῖν. τούτου χάριν τὸ ἀκάθαρτον στόμα τοῦ παναγίου πνεύματος ἐδέξατο τὴν ἐνέρ γειαν, καὶ φθέγγεται ἃ μὴ βούλεται· καὶ βοᾷ " τί ἀράσομαι ὃν μὴ ἀρᾶται Κύριος; καὶ τί καταράσομαι ὃν μὴ κα ταρᾶται Θεός "; καὶ προαγορεύει τὰ ἐσόμενα· " ἰδοὺ λαὸς μόνος κατοικήσει, καὶ ἐν ἔθνεσιν οὐ συλλογισ θήσεται. τίς ἐξηκριβώσατο σπέρμα Ἰακώβ, καὶ τίς ἐξαριθμήσεται δήμους Ἰσραήλ "; εἶτα αἰτεῖ τῆς ἐκείνων μετασχεῖν κοινωνίας· " ἀποθάνοι ἡ ψυχή μου ἐν ψυ χαῖς δικαίων· καὶ γένοιτο τὸ σπέρμα μου ὡς τὸ σπέρμα τούτων ". ἐπειδὴ δὲ δυσχεράνας ὁ Βαλάκ, καὶ τοπάσας ὅτι τῶν ἑβραίων τὸ πλῆθος ἰδών, τὴν εὐλογίαν προσήνεγκεν, εἰς ἕτερον αὐτὸν ἀπήγαγε τόπον, ἐξ οὗ μέρος οἷόν τε ἦν ἰδεῖν τοῦ λαοῦ, εἰκότως πάλιν τὸ πανάγιον πνεῦμα δι' ἐκείνου φησίν· " οὐχ ὡς ἄνθρω πος ὁ Θεὸς διαρτηθῆναι, οὐδὲ ὡς υἱὸς ἀνθρώπου ἀπειληθῆναι· αὐτὸς εἰπὼν οὐχὶ ποιήσει; λα λήσει καὶ οὐκ ἐμμενεῖ "; ἄτρεπτος, φησίν, ὦ Βαλάκ, καὶ ἀναλ λοίωτος ἡ τοῦ Θεοῦ φύσις· οὐκ ἔχει γνώμην τρεπτὴν τοῖς ἀνθρώποις παρα πλησίως. " ἰδοὺ εὐλογεῖν παρείλημμαι· εὐλογήσω, καὶ οὐ μὴ ἀποστραφῶ ". 220 XLIII Τί ἐστιν, " ὡς δόξα μονοκέρωτος αὐτῷ "; Ὁ μονόκερως ζῷόν ἐστιν ἓν ἔχων κέρας ἐν τῇ κεφαλῇ. περὶ τούτου καὶ πρὸς τὸν Ἰὼβ ὁ δεσπότης ἔφη Θεός· " βουλήσεται δέ σοι μο νόκερως δουλεῦσαι "; διὰ τούτου διδάσκων καὶ τὴν δύναμιν τοῦ ζῴου καὶ τὸ ἀδούλωτον. τινὲς μὲν οὖν τούτῳ ἀπείκασαν τὸν δεσ πότην Θεόν· ἐγὼ δὲ οἶμαι περὶ τοῦ λαοῦ τοῦτο εἰρῆσθαι, ὅτι καθάπερ ὁ μονόκερως ἓν ἔχει κέρας, οὕτως ὁ εὐσεβὴς λαὸς ἕνα προσκυνεῖ Θεόν. διὸ καὶ ∆αβὶδ ὁ μακάριος λέγει, " ἐν σοὶ τοὺς ἐχθροὺς ἡμῶν κερατιοῦμεν ". πῶς δὲ νοητέον τὸν ἕνα Θεόν, πολλάκις εἰρήκαμεν. τὸ δὲ " οὐκ ἔσται οἰωνισμὸς ἐν Ἰακὼβ οὐδὲ μαν τεία ἐν Ἰσραήλ. κατὰ καιρὸν ῥηθήσεται τῷ Ἰακώβ, καὶ τῷ Ἰσραήλ, τί ἐπιτελέσει ὁ Θεός "· οὕτω νοητέον, ὅτι κατὰ τοῦ Ἰσραήλ, οὔτε μαντεία ἰσχύει, οὔτε οἰωνῶν παρα τήρησις. ὁ γὰρ δεσπότης Θεὸς διὰ τῶν οἰκείων προφητῶν καὶ τὰ ἐσόμενα αὐτῷ προλέγει καὶ ὑποτίθεται τὸ πρακτέον. XLIV Τί ἐστιν, " οὐκ ἐπορεύθη Βαλαὰμ κατὰ τὸ εἰωθὸς εἰς συνάντησιν τοῖς οἰωνοῖς "; Τῇ πείρᾳ μαθών, ὡς οὐδὲν ὀνίνησι τῇ ματαίᾳ χρώμενος τέχνῃ· ἀπείρῳ γὰρ τῷ μέτρῳ δυνατώτερος ὁ μεταφέρων αὐτοῦ τὴν γλῶτταν εἰς ἅπερ ἐθέλει· οὐκέτι τοῖς συνήθεσι συμβόλοις ἐχρήσατο, ἀλλ' εἰς ὑπουργίαν τοῦ Θεοῦ τὴν γλῶτταν ἀφώρισεν. ἰστέον μέντοι, ὥς τισιν ἔδοξε μηδὲν αὐτὸν περὶ τοῦ σωτῆρος ἡμῶν προειρηκέναι, οὓς ἐχρῆν συνιδεῖν, ὅτι 221 καὶ τῷ Ναβουχοδονόσορ ἄγαν ὄντι δυσσεβεῖ, τὴν τοῦ Θεοῦ καὶ σωτῆρος ἡμῶν ἀπεκάλυψε παρουσίαν. " εἶδε γὰρ λίθον τμηθέντα ἄνευ χειρῶν, καὶ πατάξαντα τὴν εἰκόνα, καὶ συντρί ψαντα τὸν χρυσόν, τὸν ἄργυρον, τὸν χαλκόν, τὸν σίδηρον, τὸ ὄστρακον, καὶ γενόμενον ὄρος μέγα, καὶ καλύψαντα πᾶσαν τὴν γῆν ". ὁ τοίνυν ἐκεῖνα δι' ἐκείνου προαγορεύσας καὶ διὰ τούτου προείρηκε τῆς οἰκουμένης τὴν σωτηρίαν· ἵνα καὶ παρὰ τοῖς ἔθνεσιν αἱ τοιαῦται προρρήσεις φυλάττων ται. μαρτυρεῖ δὲ τῇ προρρήσει τῶν πραγμάτων τὸ τέλος. ὁ γὰρ ἐξ Ἰού δα κατὰ σάρκα βλαστήσας, οὐ μόνον τοὺς ἀρχηγοὺς Μωάβ, ἀλλὰ καὶ πάντας τοὺς υἱοὺς Σὴθ προενόμευσεν· υἱοὶ δὲ τοῦ Σὴθ ἅπαντες ἄνθρωποι. ἀπόγονος γὰρ ὁ Νῶε τοῦ Σήθ· ἐκ δὲ τοῦ Νῶε ἅπασα τῶν ἀνθρώπων ἡ φύσις. προεῖπε δὲ καὶ τὴν μακεδόνων κατὰ περσῶν νίκην· " ἐξελεύ σεται, γάρ φησιν, ἐκ χειρὸς Χετιὴμ καὶ κακώσουσιν Ἀσσοὺρ καὶ κακώσουσιν ἑβραίους ". Ἀλέξανδρος μὲν γὰρ τὴν περσῶν κατέλυσε βασιλείαν· Ἀντίοχος δὲ ἰουδαίοις ἐπιστρα τεύσας, καὶ τὴν μητρόπολιν αὐτῶν εἷλε, καὶ τὸν θεῖον νεὼν ἀπέφηνεν ἔρημον. αἱ μέντοι προρρήσεις αὗται οὐ τῆς ψευδοῦς ἦσαν μαντείας, ἀλλὰ τῆς τοῦ παναγίου πνεύματος ἐνεργείας. ὁ γὰρ τὴν ὄνον ἀνθρωπείᾳ χρή σασθαι φωνῇ παρὰ φύσιν κελεύσας, οὗτος καὶ διὰ τῆς γλώττης τοῦ μάν τεως τὰ ἐσόμενα προηγόρευσεν. " ἐγένετο, γάρ φησι, πνεῦμα Θεοῦ ἐν αὐτῷ ". τοῦτο γέγονε καὶ ἐν τῷ παρανόμῳ Σαούλ· ὅθεν διὰ τὸ παράδοξον καὶ ἡ παροιμία ἐγένετο, " εἰ καὶ Σαοὺλ ἐν προφήταις "; τοσαύτην μέντοι πεῖραν τοῦ Θεοῦ λαβὼν ὁ ψευδό μαντις, ἑτέρας