83
καὶ παῖδας ἔχων, καὶ ἀδελφόν, καὶ ἀδελφι δοῦν, οὐδένα τούτων ἡγεμόνα προὐβάλλετο, ἀλλὰ τὸν Θεὸν ἤρετο, καὶ τὸν ὑπ' αὐτοῦ ψηφισθέντα κεχειροτόνηκε. μετὰ ταῦτα τῶν ἑορτῶν καὶ τῶν θυσιῶν ἀναμνήσας, νομοθετεῖ περὶ τῶν ὑπισχνουμένων τί προσφέ ρειν τῷ δεσπότῃ Θεῷ. καὶ πρῶτον μὲν διηγόρευσε πάντα ὑπισχνούμενον ἔργῳ τὴν ὑπόσχεσιν ἐμπεδοῦν· τῆς δὲ ὑπὸ τὴν τοῦ πατρὸς τελούσης ἐξουσίαν ὑπισχνουμένης τὸν πατέρα βεβαιοῦν τὴν ὑπόσχεσιν. καὶ ἐὰν ἐκεῖνος ταύτης ὑπισχνουμένης ἀνανεύσῃ, μὴ ὑποκεῖσθαι τὴν ὑποσχομένην ἐγκλήματι, ἐὰν δὲ ταύτης ἐπαγγελλομένης ἢ συγκατάθηται ὁ πατήρ, ἢ σιγήσῃ, τὰ ἐπηγγελμένα πληροῦσθαι. τοῦτο δὲ καὶ ἐπὶ τῆς ἀνδρὶ συν ημμένης νενομοθέτηκε, καὶ τὴν τοῦ ἀνδρὸς συγκατάθεσιν βεβαιοῦν ἐκέ λευσε τὴν ὑπόσχεσιν. 225 XLVIII ∆ιὰ τί τῶν μαδιανιτῶν τὰς ἀνδρὶ συνημμένας ὁ νομοθέτης ἀναιρεθῆναι προσέταξεν; Ὡς πεπαιδευμένας τῆς ἀσεβείας τὰ δόγματα, καὶ διαφθείρειν τοὺς ἐξαν δραποδίσαντας δυναμένας. XLIX ∆ιὰ τί τοὺς σταθμοὺς ἀναγράπτους ὁ νομοθέτης πεποίηκεν; Ὥστε τοὺς εἰς ὕστερον ἐσομένους γνῶναι τὴν τοῦ Θεοῦ κηδεμονίαν· δι' ἀβάτων γὰρ αὐτοὺς καὶ ἀνύδρων ὁδηγήσας χωρίων, ἀφθόνως αὐτοῖς τὴν τῶν ἀναγκαίων ἐχορήγησε χρείαν. L Τί δήποτε τῷ ἀκουσίως πεφονευκότι μετὰ τὴν τοῦ ἀρχιερέως τελευτὴν ὁρίζει τὴν κάθοδον; Ὅτι τοῦ κατὰ τὴν τάξιν τοῦ Μελχισεδὲκ ἀρχιερέως ὁ θάνατος λύσις τῆς τῶν ἀνθρώπων ἁμαρτίας ἐγένετο. οὗτος εἰς τὸν παράδεισον ἐπανήγαγε τὸν ἐκεῖθεν ἐξορισθέντα. καὶ κατ' ἐκεῖνον δὲ τὸν καιρὸν ἐμάλαττεν ἡ φυγὴ τοῦ πεφονευκότος τὸν τῶν ἀγχιστευόντων θυμόν, καὶ τὴν φονικὴν αὐτῶν ὁρμὴν ἐχαλίνου. τὸ δὲ μετὰ τὴν τελευτὴν τοῦ ἀρχιερέως λυθῆναι τοῖς φεύγουσι τὴν τιμωρίαν, ἱκανὸν ἦν πεῖσαι τοὺς ἀγχιστεύοντας σβέσαι λοιπὸν τὴν ὀργήν, ὡς τοῦ ἀρχιερέως τετελευτηκότος, ἐφ' οὗ τὸ πλημ μέλημα γέγονε· καὶ τοῦ νομοθέτου ταύτην ὁρίσαντος, καὶ τῇ πλημμελείᾳ, καὶ τῇ τιμωρίᾳ τὴν λύσιν. LI Τίνος χάριν τὰς φυλὰς διακεκρῖσθαι προσέταξεν; 226 Ἵνα ἀκέραιον διαφυλαχθῇ τοῦ Ἰούδα τὸ σπέρμα, δι' οὗ τὴν εὐλογίαν τοῖς ἔθνεσιν ὁ Θεὸς ἐπηγγείλατο. ἐκοινώνησαν μέντοι ἀλλήλαις ἡ βασι λικὴ καὶ ἡ ἱερατικὴ φυλή· ἐπειδὴ καὶ ἀρχιερεὺς κατὰ τὸ ἀνθρώπινον, καὶ βασιλεὺς ὁ δεσπότης Χριστός.
227 QUAESTIONES IN DEUTERONOMIUM
I ∆ιὰ τί τὸ πέμπτον βιβλίον τοῦ νομοθέτου ∆ευτερονόμιον ἐκλήθη; Ἐξαγαγὼν ἐξ Αἰγύπτου τὸν λαὸν ὁ δεσπότης Θεὸς ἔδωκεν ἐν τῷ Σινᾷ ὄρει τὸν νόμον, καθ' ὃν ἐχρῆν αὐτοὺς πολιτεύεσθαι. εἶτα τῷ δευτέρῳ ἔτει προσέταξε παραλαβεῖν τὴν γῆν, ἣν τοῖς προγόνοις αὐτῶν ἐπηγ γείλατο δώσειν. ἐκείνων δὲ ἀντειρηκότων καὶ τοῦτο δράσαι μὴ βουλη θέντων, ὤμοσε μηδενὶ τῶν ἀριθμηθέντων ὑπὸ τοῦ νομοθέτου δώσειν ἐκεί νην τὴν γῆν, ἀλλὰ τούτους ἅπαντας ἐν τῇ ἐρήμῳ καταναλώσειν. τεσ σαράκοντα τοίνυν διεληλυθότων ἐτῶν, κἀκείνων κατὰ τὴν θείαν ψῆφον διολωλότων, ἐκέλευσε τοὺς ἐκείνων ἀριθμηθῆναι παῖδας, τὴν αὐτὴν ἄγον τας ἡλικίαν, ἥνπερ ἦγον ἐκεῖνοι καθ' ὃν ἠριθμήθησαν χρόνον. τούτους μέλλων εἰσαγαγεῖν ὁ Θεὸς εἰς ἣν ἐπηγγείλατο γῆν, διδάσκει διὰ τοῦ προ φήτου τὸν νόμον, ὃν τοῖς παρανόμοις αὐτῶν ἐδεδώκει πατράσι. τὸ τοίνυν ∆ευτερονόμιον ἀνακεφαλαίωσιν ἔχει τῶν ἐν τῇ Ἐξόδῳ καὶ τῷ Λευϊτικῷ καὶ τοῖς Ἀριθμοῖς νενομοθετημένων τε καὶ πεπραγμένων, λέγει δὲ καὶ τὸν χρόνον, καὶ τὸν τόπον καθ' ὃν καὶ ἐν ᾧ τῇ νεολαίᾳ ταύτῃ τὴν διδασ καλίαν προσήνεγκε. " πέραν, γάρ φησι, τοῦ Ἰορδάνου, ἐν τῇ ἐρήμῳ, πρὸς δυσμαῖς, ἐν τῷ τεσσαρακοστῷ ἔτει, ἐν τῷ δεκάτῳ μηνὶ μιᾷ τοῦ μηνός, μετὰ τὸ πατάξαι αὐτὸν τὸν Σηὼν βασιλέα τῶν ἀμορ ραίων, καὶ τὸν Ὢγ βασιλέα τῆς Βασάν ". καὶ ὅτι 228 οὐ δεύτερον νόμον ἔδωκεν, ἀλλὰ τῆς προτέρας