1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

84

ἀναμιμνήσκει νομοθεσίας, αὐτὸ διδάσκει τοῦ βιβλίου τὸ προοίμιον. " ἤρξατο, γάρ φησι, Μωϋσῆς διασαφῆσαι τὸν νόμον τοῦτον, λέγων, Κύριος ὁ Θεὸς ἡμῶν ἐλάλησεν ἡμῖν ἐν Χωρήβ ". εἶτα εἰρηκώς, καὶ ὡς προσέταξεν αὐτοὺς εἰσελθόντας κληρονομῆσαι τὴν γῆν, ἐπήγαγεν, ὡς κατ' ἐκεῖνον εἰρήκει τὸν καιρόν, ὅτι, μόνος ἐγὼ τοσού των προστατεύειν οὐ δύναμαι μυριάδων καὶ διὰ τοῦτο κατέστησα, φησί, χιλιάρχους καὶ ἑκατοντάρχους, ὥστε ἔχειν αὐτοὺς τῆς ἀρχῆς κοινωνούς. τούτων δὲ τῶν λόγων ἀνέμνησεν, ἐπειδήπερ Ἰησοῦν τὸν Ναυῆ κατέσ τησε τῆς ἡγεμονίας διάδοχον· διδάσκων ὡς καὶ ἔτι περιὼν ἑτέροις τὴν προστασίαν ἐπίστευσε καὶ ὅτι χρὴ καὶ τούτῳ προθύμως ὑπακούειν, καὶ τὰ κελευόμενα δρᾶν. ἀναμιμνήσκει δὲ αὐτούς, ὅπως μὲν ὁ Θεὸς προσέταξε παραλαβεῖν αὐτοὺς ἣν ἐπηγγείλατο γῆν· ὅπως δὲ κατασκόπους αὐτοῖς πεμφθῆναι προτέρους ἠξιώθησαν, καὶ ὅτι ἐκείνων ἐπανελθόντων καὶ τὰ περὶ τῆς γῆς μεμηνυκότων, ἠπίστησαν μὲν τῷ σεσωκότι Θεῷ ἀπολαβεῖν δὲ τὴν γῆν οὐκ ἠθέλησαν· ὡς χαλεπῆναι μὲν τὸν δεσπότην Θεὸν ἀποφή νασθαι δὲ κατὰ πασῶν ἐκείνων τῶν μυριάδων, ὥστε μηδένα ἐκείνων εἰς ἐκείνην τὴν γῆν εἰσελθεῖν, πλὴν Χαλὲβ υἱοῦ Ἰεφωνῆ. " οὗτος, φησίν, ὄψεται αὐτήν, καὶ τούτῳ δώσω τὴν γῆν ἐφ' ἣν ἐπέβη, καὶ τοῖς υἱοῖς αὐτοῦ, διὰ τὸ προσκεῖσ θαι αὐτὸν τὰ πρὸς Κύριον ". τούτου μέντοι ἐμνημόνευσε μόνου· καὶ τὸν Ἰησοῦν ἔταξεν ὡς ἄρχοντα καὶ στρατηγὸν καὶ προφήτην· τοῦτο γὰρ δηλοῖ τὰ ἑξῆς. εἰπὼν γάρ, ὅτι " κἀμοὶ ὠργίσθη δι' ὑμᾶς ὁ δεσπότης Θεός "· ὑμῶν γάρ με θορυβησάντων, οὐ κατὰ λόγον τῷ θείῳ προστάγματι διηκόνησα, καὶ τούτου χάριν εἰσαγαγεῖν ὑμᾶς εἰς τὴν γῆν ἐκείνην κεκώλυμαι. ἀνέμνησε τῶν παρὰ τοῦ Θεοῦ πρὸς 229 αὐτὸν εἰρημένων· " Ἰησοῦς υἱὸς Ναυῆ, ὁ παρεστηκώς σοι, οὗτος εἰσελεύσεται ἐκεῖ· αὐτὸν κατίσχυ σον, ὅτι αὐτὸς κατακληρονομήσει αὐτὴν τῷ Ἰσ ραήλ ". ταῦτα δὲ λέγει, διδάσκων αὐτούς, ὡς θεόθεν ὁ στρατηγὸς τὴν χειροτονίαν ἐδέξατο, ἵνα μὴ πάλιν περὶ τῆς ἀρχῆς στασιάσωσιν. διηγεῖται δὲ αὐτοῖς, ὅπως μὲν ὕστερον μεταμεληθέντες ἐβουλήθησαν πο λεμῆσαι τοῖς χαναναίοις· ὅπως δὲ αὐτοὺς ὁ Θεὸς διεκώλυσε, καὶ ὅτι θρασυ νόμενοι καὶ παρὰ τὴν θείαν ἐντολὴν ἀναβάντες, ἡττηθέντες ἐπανῆλθον· καὶ ὅσον ἐν τῇ ἐρήμῳ κατηνάλωσαν χρόνον, τὴν ἄβατον γῆν ἐκείνην καὶ ἄνυδρον περιϊόντες, τίνα τε ἰδουμαίοις καὶ μωαβίταις δεδηλωκότες φιλονεικούντων οὐκ ἔτυχον ἀποκρίσεων· καὶ ὅπως τὸν Σηὼν καὶ τὸν Ὤγ, τοὺς βασιλεῖς τῶν ἀμορραίων, πανστρατιᾷ μετὰ τῶν τὰς πόλεις καὶ τὰς κώμας οἰκούντων πανωλεθρίᾳ παρέδοσαν. εἶπεν δὲ αὐτοῦ καὶ τὸ τοῦ σώματος μέγεθος. " ἡ γὰρ κλίνη, φησίν, Ὢγ σιδηρᾶ, ἐννέα πήχεων τὸ μῆκος αὐτῆς, καὶ τεσσάρων πή χεων τὸ εὖρος αὐτῆς ". ἔπειτα παρῄνεσε καὶ συνεβούλευσε φυλάττειν ἐπιμελῶς τοῦ δεσπότου τὰς ἐντολάς. " ἄκουε, γάρ φησιν, Ἰσραήλ, τῶν δικαιωμάτων καὶ τῶν κριμάτων, ὅσα ἐγὼ διδάσκω ὑμᾶς σήμερον ποιεῖν, ἵνα ζῆτε καὶ εἰσελθόντες κληρονομήσητε τὴν γῆν, ἣν Κύ ριος ὁ Θεὸς τῶν πατέρων ὑμῶν δίδωσιν ὑμῖν ". εἶτα ἀναγκαίως τοῦ Βεελφεγὼρ εἰς μέσον φέρει τὴν μνήμην, καὶ τῶν δι' ἐκείνην τὴν ἀσέβειαν ἐν τῇ ἐρήμῳ διολωλότων. ἔπειτα ἐκ παραλλήλου δείκνυσι τὰς θείας εὐεργεσίας. " ποῖον, γάρ φησιν, ἔθνος μέγα 230 ᾧ ἐστὶν αὐτῷ Θεὸς ἐγγίζων αὐτοῖς, ὡς Κύριος ὁ Θεὸς ἡμῶν ἐν ἅπασιν οἷς ἐὰν αὐτὸν ἐπικαλεσώ μεθα "; κελεύει δὲ μὴ μόνον αὐτοὺς φυλάττειν τοῦ Θεοῦ τοὺς νόμους, ἀλλὰ καὶ τοὺς παῖδας καὶ τοὺς ἐγγόνους ἐν εὐσεβείᾳ διατρέφειν, καὶ παι δόθεν τὰς θείας ἐντολὰς ἐκπαιδεύειν. εἶτα πάλιν αὐτοὺς ἀνέμνησεν, ὅπως αὐτοῖς ὁ τῶν ὅλων ἐπέφανε Θεός, λόγους μὲν διὰ πυρὸς ἀφείς, οὐδὲν δὲ εἶδος ἐπιδεικνύς. τοῦτο γὰρ ἔφη· " ἐκ μέσου τοῦ πυρὸς φωνὴν ῥημάτων ὑμεῖς ἠκούσατε καὶ ὁμοίωμα οὐκ ἴδετε, ἀλλ' ἢ φωνήν ". ταῦτα δὲ λέγει παιδεύων αὐτοὺς μηδὲν ἴνδαλμα τεκτήνασθαι, μηδὲ πειραθῆναί ποτε θείαν εἰκόνα κατασκευάσαι, ἐπειδὴ τοῦ ἀρχετύπου τὸ εἶδος οὐχ ἑωράκασιν· ὅθεν πάλιν ἐπήγαγε· " μὴ ἀνο μήσητε μηδὲ ποιήσητε ὑμῖν αὐτοῖς γλυπτὸν ὁμοίωμα, πᾶσαν εἰκόνα, ὁμοίωμα ἀρσενικοῦ ἢ θηλυκοῦ, ὁμοίωμα παντὸς κτήνους τῶν ὄντων ἐπὶ τῆς γῆς,