85
ὁμοίωμα παντὸς ὀρνέου πετομένου, ὃ πέταται ὑπὸ τὸν οὐρανόν· ὁμοίωμα παντὸς ἑρπετοῦ, ὃ ἕρπει ἐπὶ τῆς γῆς, ὁμοίωμα παντὸς ἰχθύος, ὅσα ἐστὶν ἐν τοῖς ὕδασιν ὑποκάτω τῆς γῆς ". ταῦτα πάντα, φησίν, εἰς χρείαν ὑμετέραν πεποίηκεν ὁ Θεός· ἀνοίας τοίνυν ἐσχάτης τὸ εἰκόνας τῶν ὑπηκόων θεοποιεῖν. προστέθεικε δὲ καὶ ταῦτα· " μὴ ἀναβλέψας εἰς τὸν οὐρανὸν καὶ ἰδῶν τὸν ἥλιον καὶ τὴν σελήνην καὶ πάντα τὸν κόσμον τοῦ οὐρανοῦ πλανηθεὶς προσκυνήσῃς αὐτοῖς ἃ ἀπένειμε Κύριος ὁ Θεός σου αὐτὰ πᾶσι τοῖς ἔθ νεσι τοῖς ὑποκάτω τοῦ οὐρανοῦ ". ταῦτα φησίν, εἰς τὴν τῶν ἀνθρώπων κατεσκεύασεν χρείαν ὁ ποιητής· μὴ τοίνυν ὑπο 231 λάβῃς θεοὺς τοὺς ὑπὸ τοῦ Θεοῦ τῶν ὅλων ἀφορισθέντας ὥστε ταῖς χρείαις τῶν ἀνθρώπων διακονεῖν. οὕτω γὰρ καὶ οἱ λοιποὶ ἡρμήνευσαν· " ἅτι να διεκόσμησεν ὁ Θεός σου εἰς τοὺς λαοὺς ὑφ' ὅλον τὸν οὐρανόν ". εἶτα δεδίττεται αὐτοὺς ταῖς ἀπειλαῖς, ὡς εἰ τολμή σαιεν τὸν θεῖον παραβῆναι νόμον, καί τινος τῶν ὄντων ὁμοίωμα κα τασκευάσαι καὶ θεοποιῆσαι, εἰς πᾶσαν αὐτοὺς διασπερεῖ τὴν γῆν, καὶ ὡς δουλεύοντες τοὺς ψευδωνύμους θεοὺς προσκυνήσουσιν. ἔπειτα πά λιν ἀπὸ συγκρίσεως δείκνυσι τὸ παντοδύναμον τοῦ Θεοῦ. " ἐπερω τήσατε, γάρ φησιν, ἡμέρας τὰς προτέρας γενο μένας προτέρας σου ἀπὸ τῆς ἡμέρας ἧς ἔκτι σεν ὁ Θεὸς τὸν ἄνθρωπον ἐπὶ τῆς γῆς, καὶ ἐπὶ τὸ ἄκρον τοῦ οὐρανοῦ, εἰ γέγονε κατὰ τὸ ῥῆμα τοῦτο, εἰ ἠκούσατε τοιοῦτον, εἰ ἀκήκοεν ἔθ νος φωνὴν Θεοῦ ζῶντος λαλοῦντος ἐκ μέσου τοῦ πυρός, ὃν τρόπον ἀκήκοας σὺ καὶ ἔζησας ". ἔφη δὲ καὶ ὅπως αὐτοὺς ἠλευθέρωσε τῆς πικρᾶς τῶν αἰγυπτίων δουλείας. συνεχῶς μέντοι διδάσκει αὐτοὺς καὶ ὡς οὐρανόθεν αὐτοῖς ὁ τῶν ὅλων διελέχθη Θεός, καὶ ἐκ μέσου τοῦ πυρὸς φωνῇ κεχρημένος νενομοθέτηκεν, ἵνα μηδεμίαν εἰκόνα κατασκευάσωσι τοῦ ἀοράτου Θεοῦ. διδάσκει δὲ καὶ ὡς πάμπαν ἀμήχανον θείαν εἰκόνα κατασκευάσαι· οὐ γὰρ μόνον ἀόρατον ἔχει τὴν φύσιν, ἀλλὰ καὶ πάμπαν ἀπερίγραφον. " Κύριος, γάρ φη σιν, ὁ Θεός σου, οὗτος Θεὸς ἐν τῷ οὐρανῷ ἄνω, καὶ ἐπὶ τῆς γῆς κάτω, καὶ οὐκ ἔστι πλὴν αὐτοῦ ". ἰσ τέον μέντοι, ὡς οὐκ ἐν ἡμέρᾳ μιᾷ ταῦτα πάντα ὁ προφήτης τῷ λαῷ διε λέχθη, ἀλλ' ἐν πολλαῖς αὐτοῖς ἡμέραις τὴν διδασκαλίαν προσήνεγκεν. ὅθεν πολλάκις τοὺς αὐτοὺς λόγους ἀνακυκλοῖ, ἵνα τῇ συνεχείᾳ παγίαν τὴν μνήμην ἐργάσηται. αὐτίκα γοῦν μετὰ τὴν διάλεξιν ταύτην, τὰ περὶ τῶν 232 πόλεων ἱστόρησεν, εἰς ἃς καταφεύγειν τοὺς ἀκουσίοις περιπεπτωκότας φόνοις ἐκέλευσεν. εἶτα ἐδίδαξεν ὅτι πάλιν συνήθροισε τὸν λαόν, καὶ θεοσ δότων ἀνέμνησε νόμων· καὶ ὅτι οὐχ ἕτερον δέδωκε νόμον, ἀλλὰ τὸν πρό τερον ἐκπαιδεύει τοὺς τῆς νομοθεσίας ἐκείνης διὰ τὸ τῆς ἡλικίας ἀτελὲς ἐπακοῦσαι μὴ δυνηθέντας, αὐτὰ διδάξει τοῦ προφήτου τὰ ῥήματα. " Κύ ριος, γάρ φησιν, ὁ Θεὸς ἡμῶν διέθετο πρὸς ὑμᾶς δια θήκην ἐν Χωρήβ. οὐχὶ τοῖς πατράσιν ὑμῶν διέ θετο Κύριος τὴν διαθήκην ταύτην, ἀλλὰ πρὸς ὑμᾶς ". ἐπειδὴ γὰρ ἐκεῖνοι παραβάντες διώλοντο, τούτοις δὲ τὴν τοῖς πατράσιν ἐπηγγελμένην ἐδίδου γῆν· τούτοις ἔφη τὸν νόμον δεδόσθαι. εἶτα λέγει τὰς ἐντολάς, ὧν τὸν νοῦν ἀνεπτύξαμεν τὴν Ἔξοδον ἑρμηνεύον τες· ἐδίδαξε δὲ κἀνταῦθα τὸν τῆς ἀργίας τοῦ σαββάτου σκοπόν. ἔφη γάρ, " ἵνα ἀναπαύσηται ὁ παῖς σου καὶ ἡ παιδίσκη σου, καὶ τὸ ὑποζύγιόν σου ". καθάπερ, φησί, σὺ τούτων ἀπολαύεις διαπαντός, οὕτως ἅπαξ γοῦν ἀπολαυσάτωσαν ἐν ταῖς ἑπτὰ τῆς ἑβδομάδος ἡμέραις οἱ θεράποντες καὶ αἱ θεράπαιναι καὶ τὰ ὑποζύγια. ἔπειτα τῇ μνήμῃ τῆς ἐν Αἰγύπτῳ δουλείας τὴν συμπάθειαν πραγμα τεύεται· " ὅτι οἰκέτης, φησίν, ἦσθα ἐν τῇ Αἰγύπτῳ, καὶ ἐξήγαγέ σε Κύριος ἐκεῖθεν ἐν χειρὶ κραταιᾷ καὶ ἐν βραχίονι ὑψηλῷ· διὰ τοῦτο συνέταξε Κύ ριος ὁ Θεός σου, ὥστε φυλάττεσθαί σε τὴν ἡμέ ραν τῶν σαββάτων, καὶ ἁγιάζειν αὐτήν ". τῇ πείρᾳ μεμάθηκας τὸ τῆς δουλείας πικρόν· ἐκείνων ἀναμιμνησκόμενος, ἥμερος γενοῦ τοῖς ὑπηκόοις καὶ πρᾶος καὶ ἧς ἀπολαύεις ἀναπαύλης διηνεκῶς, μετάδος τούτοις ἐν τῇ ἑβδόμῃ τῆς ἑβδομάδος ἡμέρᾳ. ἐν δὲ τοῖς μετὰ ταῦτα τὸ πνευματικὸν οὐκ ἀπηγόρευσεν ἔργον. ἔφη γάρ· " πᾶν ἔργον λατρευτὸν οὐ ποιήσετε