1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

86

", πλὴν ὅσα ποιηθήσεται ἐπὶ ψυχῇ 233 οἷον ἀνάγνωσις, θείων λογίων ἀκρόασις, ψαλμῳδίαι, ἱερουργίαι καὶ τὰ τούτοις προσόμοια. II Πῶς νοητέον τό, " ἄκουε Ἰσραήλ, Κύριος ὁ Θεός σου, Κύριος εἷς ἐστιν "; Πολλάκις εἰρήκαμεν, ὅτι τὸ ὄνομα τὸ Κύριος καὶ Θεὸς τῆς θείας φύσεως οὐ τῆς τῶν προσώπων διαιρέσεως δηλωτικά· ὁ δὲ πατὴρ καὶ ὁ υἱὸς καὶ τὸ ἅγιον πνεῦμα, τῶν ἰδιοτήτων σημαντικά. ἀλλὰ τοῖς ἀτελέσιν ἰουδαίοις τὴν ἀκριβῆ θεολογίαν προσενεχθῆναι οὐχ οἷόν τε ἦν· ταύτην γὰρ ἂν πολυθεΐας ἀφορμὴν ἐποιήσαντο. οὗ δὴ χάριν μοναδικῶς τὸ θεῖον ἐν τῇ παλαιᾷ προφέρεται ὄνομα· ἔχει δὲ ὅμως τὰ τῆς τριάδος αἰνίγματα. τὸ γὰρ " Κύριος ὁ Θεός σου Κύριος εἷς ἐστι ", καὶ τὸ τῆς οὐσίας διδάσκει μοναδικόν, καὶ παραδηλοῖ τῶν προσώπων τὸν ἀριθμόν· ἅπας γὰρ τὸ Θεός, δὶς δὲ τὸ Κύριος τέθεικεν. III Τί ἐστιν τό, " ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς καρδίας σου ", καὶ τὰ ἑξῆς. Σαφῶς ἡμᾶς ὁ Κύριος ἐδίδαξεν, ὅτι " οὐδεὶς δύναται δυσὶ κυ ρίοις δουλεύειν ", καὶ ἐνταῦθα τοίνυν διδασκόμεθα μὴ μερίζειν τὴν ἀγάπην εἰς Θεὸν καὶ χρυσόν, εἰς Θεὸν καὶ γυναῖκα, εἰς Θεὸν καὶ παῖδας, ἀλλὰ πᾶσαν τῆς ἀγάπης τὴν δύναμιν ἀφιεροῦν τῷ πεποιηκότι Θεῷ, μετὰ δέ γε τὸν ποιητήν, ἀπονέμειν ἑκάστῳ τὰ πρόσφορα, καὶ παισὶ καὶ ἀδελ 234 φοῖς καὶ φίλοις, τῆς γὰρ τοῦ Θεοῦ ἀγάπης καὶ τὸ ταῦτα πληροῦν. " ὁ ἀγαπῶν με, γάρ φησι, τὰς ἐντολάς μου πληρώσει ". αἱ δὲ τοῦ Θεοῦ ἐντολαὶ περὶ τούτων διαγορεύουσιν. IV Τί δήποτε κατὰ τοῦ Θεοῦ ὀμνύναι διαγορεύει ὁ νόμος; Ἵνα μὴ κατὰ τῶν ψευδωνύμων ὀμνύωσι θεῶν. τοῦτο γὰρ καὶ διὰ τοῦ προ φήτου ἔφη· " ἐὰν ἐξάρῃς τὰ ὀνόματα τῶν βααλεὶμ ἐκ τοῦ στόματός σου καὶ ὀμόσῃς, ζῇ Κύριος, μετὰ ἀληθείας ". καὶ ἐνταῦθα δὲ εἰρηκώς, " Κύριον τὸν Θεόν σου φοβηθήσῃ καὶ αὐτῷ μόνῳ λατρεύσεις καὶ πρὸς αὐτὸν κολληθήσῃ, καὶ τῷ ὀνόματι αὐτοῦ ὀμῇ ", ἐπήγαγεν· " οὐ πορεύσεσθε ὀπίσω θεῶν ἑτέ ρων ἀπὸ τῶν θεῶν τῶν ἐθνῶν τῶν περικύκλῳ ὑμῶν ". V Πῶς νοητέον τό, " οὐκ ἐκπειράσεις Κύριον τὸν Θεόν σου "; Ὁ Κύριος αὐτὸ ἐν τοῖς ἱεροῖς εὐαγγελίοις ἡρμήνευσε. τοῦ γὰρ διαβόλου εἰρηκότος, " βάλε σεαυτὸν ἄνωθεν κάτω ", εἶπεν· " οὐκ ἐκπειράσεις Κύριον τὸν Θεόν σου ". ἐκπειράζει δὲ τὸν Θεὸν ὁ δίχα λογισμοῦ ῥιψοκινδύνως τι πράττων. VI Τί δήποτε ἀπαγορεύει ὁ νόμος τὰς πρὸς τοὺς ὁμόρους ἀλλοφύλους ἐπι γαμβρίας; 235 Οὐ δεῖται σαφηνείας ὁ νόμος· ἑαυτὸν γὰρ ἑρμηνεύει. ἔφη γάρ, " ὅτι ἀποστήσουσι τὸν υἱόν σου ἀπ' ἐμοῦ, καὶ λατρεύ σει θεοῖς ἑτέροις ". ἀναγκαίως μέντοι καὶ τὴν αἰτίαν αὐτοὺς τῆς θείας διδάσκει κηδεμονίας· " οὐ γὰρ διὰ τὸ πλείους εἶναι, φησί, τῶν ἐθνῶν προέκρινεν ὑμᾶς ὁ Θεός, ἀλλὰ διὰ τὴν τῶν προγόνων εὐσέβειαν καὶ τὴν γεγενημέ νην πρὸς ἐκείνους ὑπόσχεσιν ". εἶτα τὸ ἀληθὲς αὐτοῦ δεικνύς, ἐπήγαγεν· " ὅτι ὁ Θεὸς πιστὸς φυλάσσων δια θήκην καὶ ἔλεον τοῖς ἀγαπῶσιν αὐτόν, καὶ τοῖς φυλάσσουσι τὰς ἐντολὰς αὐτοῦ, εἰς χιλίας γε νεάς ". καὶ ἐπειδὴ ἀτελεῖς ἦσαν, καὶ τροφῆς γαλακτώδους ἐδέοντο καὶ ἀκούειν περὶ τῶν αἰωνίων ἀγαθῶν οὐκ ἐδύναντο, ὑπισχνεῖται αὐτοῖς πολυγονίαν, καὶ γῆς εὐκαρπίαν καὶ ποιμνίων καὶ βουκολίων εὐεξίαν, καὶ σώματος ὑγείαν καὶ τὴν ἐν πολέμοις νίκην καὶ ὅσα τοιαῦτα. ἔπειτα πάλιν αὐτοὺς ἀνέμνησε τῆς ἐν τῇ ἐρήμῳ διαγωγῆς καὶ τὰς ταύτης αἰτίας ἐδί δαξεν· " ἐκάκωσε, γάρ φησι, καὶ ἐλιμαγχόνησέ σε καὶ ἐψώμισέ σε τὸ μάννα, ἵνα ἀναγγείλῃ σοι, ὅτι οὐκ ἐπ' ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος, ἀλλ' ἐπὶ παντὶ ῥήματι ἐκπορευομένῳ διὰ στόματος Θεοῦ ". διὰ μέντοι τούτων καὶ ἡμεῖς παιδευόμεθα μὴ δυσχεραίνειν δυσκολίαις τισὶ περιπεσόντες, ἀλλὰ στέργειν τὰς θείας οἰκονομίας, καὶ προσμένειν τὴν λύσιν τῶν πειρασμῶν, ἐπιδείκνυσι δὲ καὶ τὰς ἄλλας εὐεργεσίας· " τὰ ἱμάτιά σου οὐ κατετρίβη ἀπὸ σοῦ, οἱ πόδες σου οὐκ ἐτυλώθησαν, ἰδοὺ τεσσαράκοντα ἔτη. καὶ γνώσῃ τῇ καρδίᾳ σου, ὅτι ὡς εἴ τις παιδεύσαι ἄνθρωπος τὸν υἱὸν αὐτοῦ, οὕτως Κύριος ὁ Θεός σου παιδεύσει σε καὶ φυλάξῃ τὰς ἐντολὰς Κυρίου 236 τοῦ Θεοῦ σου, πορεύεσθαι ἐν ταῖς ὁδοῖς αὐτοῦ καὶ φοβεῖσθαι αὐτόν ". μετὰ τὸν πειρασμὸν ἡ παράκλησις· μετὰ τῆς παιδείας ἡ ψυχαγωγία· λιμὸς καὶ τρυφή, ὁδοιπορίας πόνος καὶ