1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

87

σώματος εὐπάθεια, σπάνις ἀναγκαίων καὶ τῶν εὐφθάρτων ἱματίων καὶ ὑποδημάτων τὸ διαρκές. εἶτα παραινεῖ νικῶντας μὴ τῇ οἰκείᾳ ῥώμῃ τὴν νίκην ἐπιγράφειν, ἀλλὰ τῷ ἐπικούρῳ καὶ προμάχῳ Θεῷ. VII Τίνας λέγει υἱοὺς Ἐνάκ; Ἀπόγονοι γιγάντων ἦσαν, ὡς ἡ ἱστορία διδάσκει. τοῦτο γὰρ ἔφη· " λαὸν πολὺν καὶ εὐμήκη, υἱοὺς Ἐνάκ, οὓς σὺ οἶσθα καὶ σὺ ἀκήκοας· τίς ἀντιστήσεται κατὰ πρόσωπον υἱῶν Ἐνάκ "; τὸ δέ, " σὺ οἶσθα καὶ ἀκή κοας ", τέθεικε, τῶν λόγων ἀναμιμνῄσκων τῶν ἐκείνην κατασκο πησάντων τὴν γῆν. ἐκεῖνοι γὰρ ἔλεγον, ὅτι " ἦμεν ἐνώπιον αὐ τῶν ὡσεὶ ἀκρίδες ". οὕτω τὸν ἐπὶ τῇ ῥώμῃ καταστείλας τύ φον, διδάσκει αὐτοὺς μηδὲ ἐπὶ τοῖς τῆς ψυχῆς κατορθώμασι μέγα φρο νεῖν. " μὴ εἴπῃς, γάρ φησιν, ἐν τῇ καρδίᾳ σου, ὅτι διὰ τὰς δικαιοσύνας μου εἰσήγαγέ με Κύριος κλη ρονομῆσαι τὴν γῆν τὴν ἀγαθὴν ταύτην. διὰ γὰρ τὴν ἀσέβειαν τῶν ἐθνῶν τούτων, Κύριος ἐξολο θρεύσει αὐτοὺς ἀπὸ προσώπου σου, οὐχὶ διὰ τὴν δικαιοσύνην σου, οὐδὲ διὰ τὴν ὁσιότητα τῆς καρδίας σου σὺ εἰσπορεύῃ κληρονομῆσαι τὴν γῆν ". ταῦτα δὲ ἔφη, δύο κατὰ ταὐτὸν πραγματευόμενος, καὶ μετριά ζειν διδάσκων αὐτοὺς καὶ τῇ τοῦ Θεοῦ βοηθείᾳ τὸ πᾶν ἐπιγράφειν· καὶ προλέγων, ὡς τὰ παραπλήσια πείσονται τοῖς ἔθνεσιν ἐκείνοις, εἰ τὰ ὅμοια δράσαιεν. εἰς καιρὸν δὲ καὶ τῶν ἐν τῇ ἐρήμῳ παρανομηθέντων ἀνέμνησε, 237 τὸν λόγον ἐκεῖνον κρατύνων, ὡς οὐ διὰ τὰς δικαιοσύνας αὐτῶν κληρονο μήσουσι τὴν γῆν· " μνήσθητι, γὰρ ἔφη, καὶ μὴ ἐπιλάθῃ ὅσα παρώξυνας Κύριον τὸν Θεόν σου ἐν τῇ ἐρή μῳ ". ἤγαγε δὲ εἰς μέσον καὶ τὴν τοῦ μόσχου λατρείαν, καὶ ὅτι διὰ τὴν ἐκείνων ἀσέβειαν τὰς θεοσδότους συνέτριψε πλάκας· καὶ ὡς σπουδαίαν ἱκετείαν προσενεγκὼν ἱλεώσατο τὸν Θεὸν μάλα καὶ αὐτοῖς καὶ τῷ Ἀαρὼν ὀργιζόμενον· " καὶ ἐπὶ Ἀαρών, γάρ φησιν, ἐθυμώθη Κύ ριος σφόδρα ἐξολοθρεῦσαι αὐτὸν καὶ ηὐξάμην καὶ περὶ Ἀαρὼν ἐν τῷ καίρῳ ἐκείνῳ ". οὕτω καὶ τὰ ἄλλα γεγενημένα διεξελθών φησι· " καὶ νῦν, Ἰσραήλ, τί Κύ ριος ὁ Θεὸς αἰτεῖ παρὰ σοῦ, ἀλλ' ἢ φοβεῖσθαι Κύ ριον τὸν Θεόν σου, καὶ πορεύεσθαι ἐν πάσαις ταῖς ἐντολαῖς αὐτοῦ, λατρεύειν Κυρίῳ τῷ Θεῷ σου ἐξ ὅλης τῆς καρδίας σοῦ "; καὶ ἵνα μὴ τοπάσωσι τὸν Θεὸν ταῦτα νομοθετεῖν, ὡς θυμάτων δεόμενον, ἐπήγαγεν· " ἰδοὺ Κυρίου τοῦ Θεοῦ σου ὁ οὐρανός, καὶ ὁ οὐρανὸς τοῦ οὐρανοῦ, ἡ γῆ καὶ πάντα ὅσα ἐστὶν ἐν αὐτοῖς· πλὴν τοὺς πατέρας ὑμῶν προείλετο Κύριος ἀγαπᾶν αὐτούς· καὶ ἐξελέξατο τὸ σπέρμα αὐτῶν μετ' αὐτοὺς ὑμᾶς παρὰ πάντα τὰ ἔθνη ". διδασκόμεθα δὲ διὰ τούτων, ὡς ἀπο λαύουσι παῖδες ἀγαθῶν διὰ τὴν τῶν προγόνων εὐσέβειαν. ἐδίδαξε δὲ καὶ ποία περιτομὴ τῷ Θεῷ προσφιλής· " περιτεμεῖσθε, γὰρ ἔφη, τὴν σκληροκαρδίαν ὑμῶν καὶ τὸν τράχηλον ὑμῶν οὐ σκληρυνεῖτε ἔτι ", καὶ ταῦτα ἐλέγετο τοῖς μηδέπω τὴν ἀκροβυστίαν περιτμηθεῖσιν. Ἰησοῦς γὰρ ὁ τοῦ Ναυῆ μετὰ τὸ διαβῆναι τὸν Ἰορδάνην ἐν Γαλγάλοις αὐτοὺς περιέτεμεν. ἀλλ' ὅμως καὶ ἀπεριτμή τοις οὖσιν οὐκ ἐκέλευσε τὴν ἀκροβυστίαν περιτμηθῆναι, ἀλλὰ τὴν σκλη 238 ροκαρδίαν καὶ τὸν τράχηλον τὸν σκληρόν. τοιγάρτοι τιμιωτέρα ἡ τῆς καρδίας περιτομή. ταύτην δὲ αὐτῶν τὴν κατηγορίαν καὶ διὰ Ἱερεμίου τοῦ προφήτου ὁ δεσπότης Θεὸς ἐποιήσατο· " πάντα, γὰρ ἔφη, τὰ ἔθνη ἀπερίτμητα σαρκί, ὁ δὲ οἶκος Ἰσραήλ, ἀπε ρίτμητοι καρδίαις αὐτῶν ". VIII Πῶς νοητέον, " ὁ γὰρ Κύριος ὁ Θεὸς ὑμῶν, οὗτος Θεὸς τῶν θεῶν καὶ Κύριος τῶν κυρίων "; Θεοὺς τοὺς κριτὰς ὀνομάζει· " θεοὺς, γάρ φησιν, οὐ κακολο γήσεις, καὶ ἄρχοντα τοῦ λαοῦ σου οὐκ ἐρεῖς κακῶς ". καὶ ἔνθα δὲ εἶπον οἱ ἑβδομήκοντα, " ἄξεις αὐτὸν εἰς τὸ κριτήριον ", οἱ δὲ περὶ τὸν Ἀκύλαν καὶ τὸν Σύμμαχον " ἄξεις αὐτὸν πρὸς τοὺς θεοὺς " ἡρμήνευσαν, θεοὺς τοὺς κριτὰς ὀνομάσαντες· τούτων αὐτὸν εἶπε Θεὸν θεῶν οὐ γάρτοι τῶν ψευδωνύμων. καὶ ἤδη δὲ διὰ πλειόνων ἡρμηνεύσαμεν ταῦτα. IX Πῶς νοητέον, " οὐ ποιήσετε πάντα ἃ ἡμεῖς ποιοῦμεν ὧδε σήμερον, ἕκαστος τὸ ἀρεστὸν ἐναντίον αὐ τοῦ "; Ἐν ἅπασιν οἷς κατεσκήνωσαν τόποις, θυσίας προσήνεγκαν τῷ δεσπότῃ Θεῷ, πρὶν μὲν τὴν σκηνὴν κατασκευάσαι, ἐκ λίθων αὐτοφυῶν οἰκοδομοῦν τες θυσιαστήρια. μετὰ δὲ τὴν ταύτης κατασκευήν, ἐν ταύτῃ τὰς θείας 239