1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

88

λειτουργίας ἐπιτελοῦντες, οὐκ ἐν ἑνὶ μέντοι τόπῳ ταύτας ἐπετέλουν, ἀλλ' 239 ἐν ἑκάστῳ σταθμῷ. συνεχῶς γὰρ μετέβαινον. ἅτε δὴ τεσσαρακοντούτην χρόνον ἐν τῇ ἐρήμῳ καταναλώσαντες. ἀπαγορεύει τοίνυν ἐν τῇ γῇ τῆς ἐπαγγελίας τὰ παραπλήσια δρᾶν, ἵνα μὴ πρόφασιν λάβωσι τοῖς ψευδω νύμοις θύειν θεοῖς. παρεγγυᾷ δὲ ἐν ἐκείνῳ μόνῳ τῷ τόπῳ τὰς θείας ἐπι τελεῖν λειτουργίας, ὃν ἂν ἐκλέξηται Κύριος ὁ Θεός. ἐν ἐκείνῳ τῷ τόπῳ καὶ θύειν καὶ εὐωχεῖσθαι παρακελεύεται· " ἔσται, γάρ φησιν, ὁ τό πος, ὃν ἂν ἐκλέξηται Κύριος ὁ Θεὸς ὑμῶν, ἐπι κληθῆναι ἐκεῖ τὸ ὄνομα αὐτοῦ, ἐκεῖ οἴσετε πάντα ὅσα ἐγὼ ἐντέλλομαι ὑμῖν σήμερον, τὰ ὁλοκαυ τώματα ὑμῶν, καὶ τὰ θυσιάσματα ὑμῶν, τὰ ἐπι δέκατα ὑμῶν καὶ τὰς ἀπαρχὰς τῶν χειρῶν ὑμῶν ", καὶ τὰ ἑξῆς. τὰ δὲ δόματα οἱ λοιποὶ " τὰ ἑκούσια " ἡρμήνευσαν, του τέστιν, ὅσα ἂν ἑκόντες προσενεγκεῖν ἐθελήσητε. εἶτα ἀπαγορεύσας τὸ ἐν παν τὶ τόπῳ τὰς θυσίας προσφέρειν, εἰ κρεῶν μεταλαβεῖν ἐπιθυμήσαιεν, μετα λαβεῖν συνεχώρησεν, ἐν αἷς κατοικοῦσι πόλεσι, τοῦ μὲν ἱερέως θύοντος, τοῦ δὲ αἵματος εἰς τὴν γῆν ἐκχεομένου. ἐκέλευσε δὲ καὶ τὸν ἀκάθαρτον σὺν τῷ καθαρῷ τῶν τοιούτων ἀδιαφόρως ἀπολαῦσαι κρεῶν, διδάσκων ὡς τὰ τοιαῦτα θύματα κοινά ἐστι, καὶ οὐ θεῖα. τῶν γὰρ δὴ θυσιῶν οὐκ ἐξὸν ἦν τοῖς ἀκαθάρτοις μεταλαμβάνειν, ὅθεν εἰκότως ἐπήγαγεν· " φάγετε αὐτὸ ὡς δορκάδα ἢ ἔλαφον ". ταῦτα δὲ καθαρὰ μὲν ἦν, εἰς δὲ θυσίαν οὐ προσεφέρετο. X Τὰς δεκάτας τοῖς ἱερεῦσι προσφέρειν νομοθετήσας, πῶς ἔφη, " οὐ δυ νήσῃ φαγεῖν ἐν ταῖς πόλεσί σου τὰ ἐπιδέκατα 240 τοῦ σίτου σου, καὶ τοῦ οἴνου σου καὶ τοῦ ἐλαίου σου "; ∆ύο δεκάτας ἀφιεροῦσθαι τῶν ὄντων προσέταξε· καὶ τὴν μὲν τοῖς λευΐταις προσφέρεσθαι, τὴν δὲ ἄλλην διαπιπράσκεσθαι, καὶ τὴν ταύτης τιμὴν εἰς τὴν αὐτῶν εὐωχίαν καὶ τὴν τῶν χηρῶν καὶ τῶν ὀρφανῶν, καὶ τῶν προ σηλύτων ἀναλίσκεσθαι θεραπείαν. εὐωχεῖσθαι δὲ αὐτοὺς ἐκέλευσε παρὰ τὸν θεῖον νεών. ταῦτα δὲ ὁ πάνσοφος νενομοθέτηκε Κύριος, τῆς τῶν ψευ δωνύμων αὐτοὺς θεῶν πλάνης ἐλευθερῶν. ἐπειδὴ γὰρ ὁ τῆς ἀσεβείας διδάσκαλος διὰ γαστριμαργίας καὶ φιληδονίας ἐξανδραποδίζων τῶν ἀνθρώπων τὸ γένος, ταῖς τῶν δαιμόνων ἑορταῖς πολλὰς ἀνέμιξε παιγ νίας, ἐκείνης τὸν Ἰσραὴλ ἀπαλλάττων τῆς πλάνης ὁ εὐμήχανος Κύριος καὶ τὰ περὶ τῶν ἑορτῶν ἐνομοθέτησε, καὶ τὰς θυσίας συνεχώρησε, καὶ τῶν μουσικῶν ὀργάνων ἠνέσχετο, καὶ εὐωχεῖσθαι προσέταξε ταῖς τοιαύ ταις ψυχαγωγίαις τὴν τῶν εἰδώλων ἐκκόπτων ἀσέβειαν. XI Τί δήποτε συνεχῶς ἀπαγορεύει τὴν τοῦ αἵματος βρῶσιν; Ἔφη μὲν καὶ αὐτὸς ὁ νομοθέτης, ὅτι τὸ αἷμα αὐτοῦ ψυχὴ αὐτοῦ ἐστι. πλὴν οἶμαι τὸν νόμον καὶ ἕτερον πραγματεύεσθαι. τὴν μιαιφόνον γὰρ αὐτῶν ἰατρεύει γνώμην, εἰ γὰρ τὸ τῶν ἀλόγων αἷμα φαγεῖν, ψυχήν ἐστι φαγεῖν, πολλῷ μᾶλλον ἀνόσιον τὸ τὴν λογικὴν ψυχὴν χωρίσαι τοῦ σώματος. XII Ἐκ ποίας δυνάμεως ὁ τἀναντία διδάσκων προφήτης θαυματουργεῖ; Τοῦ Θεοῦ συγχωροῦντος ἐνεργοῦσιν οἱ δαίμονες. οὕτω καὶ τοῦ Φαραὼ οἱ φαρμακοὶ καὶ τὸ τῆς ῥάβδου καὶ τὸ τοῦ ποταμοῦ καὶ τὸ τῶν βατρά χων εἰργάσαντο· ἐνδεδωκότος τοῦ πανσόφου Θεοῦ διὰ τὴν τοῦ προσ τάττοντος ἄνοιαν. ἐπιτείνειν γὰρ αὐτοῖς ἐκέλευσε τὰς θεηλάτους πληγάς, λύειν μέντοι τὰς τιμωρίας οὐκ ἴσχυον, οὔτε μὴν τὸν σκνῖπα ἐξαγαγεῖν 241 ἠδυνήθησαν. ἃ γὰρ συνεχώρησεν ὁ Θεὸς εἰργάσαντο μόνα· τοῦτο καὶ ἐνταῦθα δεδήλωκεν. εἰρηκὼς γάρ, " ἐὰν ἀναστῇ ἐν σοὶ προ φήτης ἐνυπνιαζόμενος ἐνύπνιον, καὶ δώσει ση μεῖον ἢ τέρας, καὶ ἔλθῃ τὸ σημεῖον ἢ τὸ τέρας, ὃ ἐλάλησε πρὸς σέ· καὶ εἴπῃ, πορευθῶμεν καὶ λατρεύσωμεν θεοῖς ἑτέροις οἷς οὐκ οἴδατε· οὐκ εἰσακούσεσθε τοῦ προφήτου ἐκείνου ἢ τοῦ ἐνυπ νιαζομένου τὸ ἐνύπνιον ἐκεῖνο, ὅτι πειράζει Κύ ριος ὁ Θεὸς ὑμῶν, εἰ ἀγαπᾶτε Κύριον τὸν Θεὸν ὑμῶν ἐξ ὅλης τῆς καρδίας ὑμῶν, καὶ ἐκ ὅλης τῆς διανοίας ὑμῶν ". τοιγάρτοι τοῦ Θεοῦ συγχωροῦντος ὁ ψευδοπρο φήτης τερατουργεῖ. διδασκόμεθα δὲ μὴ προσέχειν σημείοις, ὅτ' ἂν ὁ ταῦτα δρῶν ἐναντία τῇ εὐσεβείᾳ διδάσκει. ἐκέλευσε δὲ καὶ τὸν ψευδοπροφήτην ἀποκτανθῆναι, καὶ τὸν λαὸν τῆς πονηρᾶς διδασκαλίας ἀπαλλαγῆναι. " ἀφανιεῖτε,