89
γάρ φησι, τὸν πονηρὸν ἐξ ὑμῶν αὐτῶν ". ἐπειδὴ δὲ συνέβαινεν ἢ ἀδελφὸν ἢ φίλον ἢ συγγενῆ τῇ πλάνῃ δεδουλευ κότα πειραθῆναι φενακίσαι καὶ ἄλλους, ἀναγκαίως καὶ περὶ τούτου νενο μοθέτηκε, καὶ προσέταξε δῆλον ἀποφανθῆναι τὸν τῆς ἀσεβείας διδάσκαλον, καὶ πρῶτον ἀφεῖναι λίθον τὸν τῶν τοιούτων ὑπακούσαντα λόγων· εἶθ' οὕτως πάντα τὸν λαὸν καταλεῦσαι τὸν ἀλιτήριον, καὶ τῇ τούτου τιμω ρίᾳ σωφρονισθῆναι τοὺς ἄλλους. XIII Τί ἐστιν, " οὐ φοιβήσετε καὶ οὐκ ἐπιθήσετε φαλά κρωμα ἀνὰ μέσον τῶν ὀφθαλμῶν ὑμῶν ἐπὶ νεκρῷ "; Τῶν δυσσεβῶν ἐθνῶν ἀπαγορεύει τὰ ἔθη· καὶ διὰ μὲν τοῦ, " οὐ φοι 242 βήσετε ", τὰς μαντείας ἐξέβαλε. φοῖβον γὰρ τὸν ψευδόμαντιν ἐκάλουν τὸν Πύθιον. διὰ δὲ τοῦ, " οὐ ποιήσετε φαλάκρωμα ἀνὰ μέσον τῶν ὀφθαλμῶν ὑμῶν ἐπὶ νεκρῷ ", τὴν τοῦ πέν θους ἀπηγόρευσεν ἀμετρίαν. τινὲς μὲν γὰρ τῶν ἀλλοφύλων ἐθνῶν τὰς τῆς κεφαλῆς ἀπεκείροντο τρίχας καὶ ταύτας προσέφερον τοῖς νεκροῖς· τινὲς δὲ τὰς τῶν γενείων, ἄλλοι τὰς τῶν ὀφρύων. ταῦτα γίνεσθαι ὁ θεῖος ἀπηγόρευσε νόμος. ὅτι δὲ δύο δεκάτας ἀφορίζεσθαι πάντων προσέταξε, σαφῶς ἐνταῦθα δεδήλωκε ὅτι δύο δεκάτας προσάγειν νενομοθέτηκε τῷ λαῷ, μίαν τοῖς λευΐταις καὶ μίαν εἰς λόγον δοχῆς καὶ εὐωχίας. " δεκά την, γάρ φησιν, ἀποδεκατώσεις παντὸς γενήματος τοῦ σπέρματός σου· τὸ γένημα τοῦ ἀγροῦ σου ἐνιαυτὸν κατ' ἐνιαυτόν· καὶ φάγῃ αὐτὸ ἐναντίον Κυρίου τοῦ Θεοῦ σου, ἐν τῷ τόπῳ ᾧ ἂν ἐκλέξη ται Κύριος ὁ Θεός σου ἐπικληθῆναι τὸ ὄνομα αὐ τοῦ ἐκεῖ ". εἰ δὲ μία δεκάτη ἦν, πῶς οἷόν τε καὶ τοὺς λευΐτας λαμβά νειν καὶ τοὺς προσκομίζοντας εὐωχεῖσθαι; ἀλλὰ δῆλον ὡς τοῖς μὲν λευΐ ταις μίαν δεκάτην ἀπένειμεν, ταῖς δὲ τῶν προσφερόντων εὐωχίαις ἑτέραν. τοῦτο δὲ δηλοῖ καὶ τὰ ἐπαγόμενα. " ἐάν, γάρ φησιν, ἡ ὁδὸς μα κρὰν εἴη ἀπὸ σοῦ, διαπώλησον καὶ λαβὼν τὴν τι μήν, εἰς ἐκεῖνον ἴθι τὸν τόπον ὃν ἂν ἐκλέξηται Κύριος ὁ Θεός σου καὶ δὸς τὸ ἀργύριον εἰς πᾶν ὃ ἐπιθυμεῖ ἡ ψυχή σου, ἐπὶ βουσίν, ἢ ἐπὶ προ βάτοις, ἢ ἐπὶ οἴνῳ, ἢ ἐπὶ σίκερᾳ, ἢ ἐπὶ παντὸς οὗ ἂν ἐπιθυμεῖ ἡ ψυχή σου· καὶ φαγῇ ἐκεῖ ἐναν τίον Κυρίου τοῦ Θεοῦ σου, σὺ καὶ ὁ οἶκός σου, καὶ ὁ λευΐτης ὁ ἐν ταῖς πόλεσί σου, ὅτι οὐκ ἔστιν 243 αὐτῷ μερὶς μετὰ σοῦ οὐδὲ κλῆρος ". εἶτα περὶ τῶν ὀφει λόντων δοθῆναι τοῖς λευΐταις νομοθετεῖ. " μετὰ τρία ἔτη ἐξοί σεις πᾶν τὸ ἐπιδέκατον τῶν γενημάτων σου ἐν τῷ ἐνιαυτῷ ἐκείνῳ· καὶ θήσεις αὐτὸ ἐν ταῖς πό λεσί σου, καὶ ἐλεύσεται ὁ λευΐτης, ὅτι οὐκ ἔστιν αὐτῷ μερὶς οὐδὲ κλῆρος μετὰ σοῦ· καὶ ὁ προσή λυτος καὶ ὁ ὀρφανὸς καὶ ἡ χήρα, οἱ ἐν ταῖς πό λεσί σου, καὶ φάγονται καὶ ἐμπλησθήσονται, ἵνα εὐλογήσῃ σε Κύριος ὁ Θεός σου ἐν πᾶσι τοῖς ἔργοις σου οἷς ἂν ποιῇς ". ἰστέον δέ, ὡς Ἰώσηππος, ἐντεῦ θεν λαβὼν ἀφορμήν, μᾶλλον δὲ καὶ τὸ ἰουδαίων ἐπιστάμενος ἔθος ὡς ἰου δαῖος, τρεῖς ἔφη δεκάτας προστεταχέναι τὸν νόμον προσφέρεσθαι, τὴν μὲν τοῖς λευΐταις, τὴν δὲ τοῖς ὀρφανοῖς καὶ ταῖς χήραις, τὴν δὲ ἄλλην ταῖς τῶν προσφερόντων εὐωχίαις. XIV ∆ιὰ τί τὸ πεπηρωμένον πρωτότοκον ἀπαγορεύει προσφέρειν; ∆ιὰ τῶν ἀλόγων παιδεύων τοὺς λογικούς, ἄρτιον ἔχειν τὸ φρόνημα πρὸς πᾶν ἔργον ἀγαθὸν ἐξηρτισμένον. XV Τίς ὁ τῶν ἀζύμων λόγος; Ὁ νόμος ἡμᾶς ἐδίδαξεν. ἔφη γάρ, " ἐπτὰ ἡμέρας φάγῃ ἄρτον κακώσεως, ὅτι ἐν σπουδῇ ἐξήλθετε ἐξ Αἰγύπ του ". ἀποχρῶντος δὲ καὶ περὶ τούτου εἰρήκαμεν ἤδη τὴν Ἔξοδον ἑρμηνεύοντες. 244 XVI Τί ἐστι, " δικαίως τὸ δίκαιον διώξετε "; Κατὰ τὸν τοῦ δικαίου, φησί, σκοπὸν μὴ διὰ δόξαν κενήν, μὴ διὰ θεραπείαν ἀνθρωπίνην, ἀλλὰ δι' αὐτὸ τὸ ἀγαθόν. εἰσὶ γάρ τινες γνώμῃ μὲν οὐ τι μῶντες τὸ δίκαιον, διὰ δὲ τοὺς ἀληθῶς τιμῶντας τὸ δίκαιον, ὑποκρινό μενοι τιμᾶν τὸ δίκαιον. XVII Τί ἐστιν, " ἐὰν ἀδυνατήσῃ ἀπὸ σοῦ ῥῆμα ἐν κρίσει ἀνὰ μέσον αἵματος, καὶ ἀνὰ μέσον κρίσεως, καὶ ἀνὰ μέσον ἁφῆς ", καὶ τὰ ἑξῆς; Ἐὰν φησί, μὴ δυνηθῇς εὑρεῖν τἀληθὲς δικάζων, ἢ τὸ σῶμα τὸ λεπρὸν δο κιμάζων· τοῦτο γὰρ ἁφὴν καλεῖ· μηδὲ διαγνῷς εἴτε ἀλφός ἐστιν, εἴτε λέπρα· μήτε κρίνῃς, μήτε δικάσῃς ἐξ ὑποψίας, ἀλλ' εἰς τὸν θεῖον νεὼν ἄπιθι καὶ