1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

93

ἀνδραποδισμοὺς καὶ τὸ πάντων χαλεπώτατον· "ὁ προσήλυ τος, φησίν, ὅστις ἔστι σοι, ἀναβήσεται ἐπὶ σὲ ἄνω, σὺ δὲ καταβήσῃ κάτω". αἰνίττεται δὲ διὰ τούτων τῶν ἐθνῶν τὴν εὐσέβειαν, καὶ τὴν αὐτῶν ἀπιστίαν προεῖπεν αὐτοῖς, καὶ τὴν ὑπ' ἀσσυρίων καὶ βαβυλωνίων καὶ μακεδόνων καὶ τὸ τελευταῖον τὴν ὑπὸ ῥωμαίων γεγενημένην πολιορκίαν καὶ τῆς πολιορκίας τὰς συμφοράς. " φάγῃ, γὰρ ἔφη, τὰ ἔγγονα τῆς κοιλίας σου, κρέα υἱῶν σου καὶ θυγατέρων σου, ὅσα ἔδωκέ σοι Κύ ριος ὁ Θεός σου, ἐν τῇ στενοχωρίᾳ σου καὶ ἐν τῇ θλίψει σου ᾗ θλίψει σε ὁ ἐχθρός σου ", καὶ τὰ ἄλλα ὅσα μετὰ τὴν πεῖραν ὁ προφήτης Ἱερεμίας ἔφη τοὺς θρήνους συγγράφων. ἠπείλησε δὲ οὐ μόνον ταύτας, ἀλλὰ καὶ ἑτέρας πολλαπλασίας ἐποίσειν αὐτοῖς τιμωρίας, τὰς θείας παραβαίνουσιν ἐντολάς. ἠπείλησεν αὐτοῖς καὶ τὴν αἰγυπτίων δουλείαν ἧς πεῖραν λαβόντες ἔναυλον εἶχον τὴν μνή μην. οἱ γὰρ ἐξανδραποδίζοντές σε, φησίν, ἐκεῖνοί σε ἀποδώσον ται. XXXV Ταύτας τὰς ἀρὰς καὶ τὰς εὐλογίας τοῖς τούτων οὐκ ἐδεδώκει πατράσιν. ἔχει τοίνυν ἡ βίβλος αὕτη καινήν τινα παρὰ τὰς ἄλλας διδασκαλίαν. 254 Ἐπεσημήνατο τοῦτο καὶ ὁ προφήτης. πεπληρωκὼς γὰρ τὸν περὶ τῶν ἀρῶν καὶ τῶν εὐλογιῶν λόγον, ἐπήγαγεν· " οὗτοι οἱ λόγοι τῆς διαθήκης, ὅσα ἐνετείλατο Κύριος τῷ Μωϋσῇ στῆ σαι τοῖς υἱοῖς Ἰσραὴλ ἐν γῇ Μωάβ, πλὴν τῆς διαθήκης ἧς διέθετο αὐτοῖς ἐν Χωρήβ ". ἐπειδὴ γὰρ ἔμελλεν αὐτοὺς εἰσάξειν εἰς ἣν ἐπηγγείλατο γῆν, ἀναγκαίως καὶ ταῖς τῶν ἀγαθῶν ἐπαγγελίαις προτρέπει, καὶ ταῖς τῶν τιμωριῶν ἀπειλαῖς κατα πλήττει, καὶ πάντα κινεῖ πόρον εἰς τὴν τῶν ψυχῶν αὐτῶν ἰατρείαν. XXXVI Τί δήποτε πλείους τῶν εὐλογιῶν αἱ ἀραί; Τοὺς πονηροὺς οἰκέτας οὐ τοσοῦτον ὠφελοῦσιν αἱ τῆς ἐλευθερίας ἐπαγ γελίαι, ὅσον τῶν μαστίγων αἱ ἀπειλαί. XXXVII Πῶς νοητέον τό, " οὐκ ἔδωκε Κύριος ὁ Θεὸς ὑμῖν καρ δίαν εἰδέναι καὶ ὀφθαλμοὺς βλέπειν καὶ ὦτα ἀκούειν, ἕως τῆς ἡμέρας ταύτης "; Ὡς τό, " παρέδωκεν αὐτοὺς εἰς ἀδόκιμον νοῦν ", καί, " παρέδωκεν αὐτοὺς εἰς πάθη ἀτιμίας ", καί, " ἐσκλήρυνε Κύριος τὴν καρδίαν Φαραώ ". ἀγαθῶν γὰρ αἴτιος ὁ Θεός, κακῶν δὲ ἀναίτιος. ἐπιδείκνυσι γὰρ τὸ πρακτέον, ἀπο τρέπει δὲ τῶν ἐναντίων, οὐ βιάζεται δὲ τῶν ἀνθρώπων τὴν γνώμην, ἀλλὰ τῷ αὐτεξουσίῳ παραχωρεῖ. ἐπειδὴ δὲ συγχωρεῖ γενέσθαι τἀναντία 255 κωλῦσαι δυνάμενος, οὐκ ἀνέχεται δὲ κωλύειν, ἵνα μὴ βίᾳ καὶ ἀνάγκῃ γέ νηται τὸ πραττόμενον-τὸ γὰρ ἐθελούσιον τῆς ἀρετῆς ἀξιέπαινον-τὴν συγχώρησιν αἰτίαν ἐκάλεσε. τούτῳ ἔοικε τὸ ἐν τοῖς θείοις εἰρημένον εὐαγ γελίοις· " τετύφλωκεν αὐτῶν τοὺς ὀφθαλμοὺς καὶ πεπώρωκεν αὐτῶν τὴν καρδίαν ". καὶ μὴν πάντα πόρον κεκίνηκεν, ὥστε αὐτοὺς ἀπολαῦσαι τῆς σωτηρίας· θαυματουργῶν τὰ πεπηρωμένα μέλη θεραπεύων, ἐν ἐρήμῳ τρέφων, τοῖς στοιχείοις κελεύων, οὐ τοίνυν αὐτὸς τῆς ἐκείνων αἴτιος ἀπιστίας. τί δήποτε τοίνυν ὁ εὐαγ γελιστὴς τὴν προφητικὴν τέθεικε μαρτυρίαν; ἵνα δείξῃ ὡς οὐδὲν τούτων ἠγνόησεν ὁ δεσπότης Θεός, ἀλλὰ πόρρωθεν αὐτὰ προηγόρευσεν. " ἀκοῇ, γάρ φησιν, ἀκούσετε καὶ οὐ μὴ συνῆτε καὶ βλέπον τες βλέψετε καὶ οὐ μὴ ἴδητε ". οὕτω νοητέον καὶ τὸ ἐν ταῦθα κείμενον· " οὐκ ἔδωκε Κύριος ὑμῖν καρδίαν εἰδέ ναι. καὶ ὀφθαλμοὺς βλέπειν καὶ ὦτα ἀκούειν, ἕως τῆς ἡμέρας ταύτης ". εἰ δὲ αὐτὸς οὐκ ἔδωκε τὸ βλέπειν καὶ τὸ ἀκούειν καὶ τὸ λογίζεσθαι, τί δήποτε καὶ ἐπαρᾶται καὶ τιμωρεῖται τοὺς οὐχ ἑκόντας παρανομήσαντας; ἀλλὰ περιττὸν οἶμαι περὶ τούτου μηκύ νειν. δῆλον γὰρ καὶ τοῖς ἄγαν ἀνοήτοις, ὡς ὁ τοσαύτην διδασκαλίαν προσενεγκών, οὐκ ἀφαιρεῖται τὸ βλέπειν ἀλλὰ ποδηγεῖ καὶ φωτίζει καὶ τὴν εὐθεῖαν ὁδὸν ἐπιδείκνυσι. διδάσκει δὲ τοῦτο καὶ τὰ ἑξῆς· " οὐχ ὑμῖν, γάρ φησιν, μόνοις ἐγὼ διατίθεμαι τὴν διαθή κην ταύτην καὶ τὴν ἀρὰν ταύτην, ἀλλὰ καὶ τοῖς ὁδεύουσι μεθ' ὑμῶν σήμερον ἔναντι Κυρίου τοῦ Θεοῦ ὑμῶν, καὶ τοῖς μὴ οὖσιν μεθ' ὑμῶν ὧδε σή μερον ". ὁ δὲ καὶ τῶν μελλόντων ἔσεσθαι προμηθούμενος, πῶς ἂν τῶν 256 παρόντων καὶ δεχομένων τὸν νόμον ἠμέλησε; τί δήποτε δὲ καὶ ἐνομο θέτει τοῖς συνιέναι μὴ δυναμένοις; ἰστέον δὲ καὶ τοῦτο, ὡς καὶ τοῖς ἀνθρω πίνοις πολλάκις οἱ προφῆται κέχρηνται λόγοις, ὡς