1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

94

μᾶλλον γνωριμωτέ ροις. εἰώθασι δέ τινες καὶ οἰκέταις ἐγκαλοῦντες καὶ μαθηταῖς λέγειν· ἐτύ φλωσεν ὁ Θεὸς τὴν καρδίαν σου, ἐκώφωσεν τὰ ὦτά σου. τοιοῦτόν τι καὶ ἐνταῦθα ὁ προφήτης πεποίηκε καὶ διὰ τῶν συνήθων λόγων τῆς ἀνοίας αὐτῶν κατηγόρησε. XXXVIII Πῶς νοητέον, " ἐάν τις ἀκούσῃ τὰ ῥήματα τῆς ἀρᾶς ταύτης καὶ ἐπιφημίσηται ἐν τῇ καρδίᾳ αὐτοῦ, λέγων· ὅσιά μοι γένοιτο, ὅτι ἐν τῇ ἀποπλανήσει τῆς καρδίας μου πορεύσομαι "; Τὸν κατὰ τῶν θείων θρασυνόμενον ἐντολῶν ὁ λόγος διέγραψε. πολλοὶ μὲν γὰρ διὰ ῥαθυμίαν τὸν θεῖον παραβαίνουσι νόμον. πολλοὶ δὲ δι' αὐ θάδειαν καὶ τῦφον καταφρονοῦσι τῶν ἐντολῶν. τοῦτον ἐνταῦθα δεδήλω κεν, ὡς τὴν ἐναντίαν ὁδὸν προαιρούμενον καὶ τὴν πλανῶσαν τῆς εὐθείας προκρίνοντα. τούτῳ τὸν ἔσχατον ἠπείλησεν ὄλεθρον, ὥστε καὶ τοῖς ὁρῶσι καὶ τοῖς ἀκούουσιν εὐσεβείας γενέσθαι παράδειγμα. διδάσκων δὲ αὐτοὺς ὡς οὐδὲν ἀγνοεῖ τῶν λάθρα γιγνομένων ἐπήγαγε· " τὰ κρυπτὰ Κυρίῳ τῷ Θεῷ ὑμῶν, τὰ δὲ φανερὰ ὑμῖν καὶ τοῖς τέκνοις ὑμῶν ". ὥσπερ ὑμεῖς φησί, γιγνώσκετε τὰ προφανῶς γιγνόμενα, οὕτως ἐμοὶ δῆλα καὶ αὐτὰ τῶν λογισμῶν τὰ κινήματα. εἰσάγει δὲ καὶ τὸν περὶ μετανοίας λόγον. ἐάν, γάρ φησι, τὰς θείας παραβεβηκὼς ἐντολὰς ταῖς ἀραῖς περιπέσῃς καὶ δορυάλωτος γενόμενος τὸν τῆς δου λείας δέξῃ ζυγόν, εἶτα σώφρονι χρησάμενος λογισμῷ, τὰς τῆς δουλείας 257 αἰτίας ἐπιζητήσῃς καὶ ἐξιλεώσῃ τὸν νομοθέτην, οἴκτῳ χρώμενος ἐπανάξει σε καὶ τὴν πατρῴαν ἀποδώσει σοι γῆν. καὶ τοῦτο πολλάκις γεγένηται καὶ διδάσκει σαφῶς καὶ τῶν Κριτῶν ἡ βίβλος καὶ τῶν Βασι λειῶν καὶ τῶν Παραλειπομένων αἱ ἱστορίαι. ὕστερον μέντοι κατὰ τοῦ σωτῆρος λυττήσαντες εἰς ἅπασαν μὲν γῆν καὶ θάλατταν διεσπάρησαν. τετρακοσίων δὲ διεληλυθότων ἐτῶν, οὐκ ἔτυχον ἀνακλήσεως. ἐπέδειξε δὲ καὶ τῆς τῶν νόμων φυλακῆς τὴν εὐκολίαν· " ἡ ἐντολή, γάρ φη σιν, αὕτη, ἣν ἐγὼ ἐντέλλομαί σοι σήμερον, οὐχ ὑπέρογκος οὐδὲ μακράν ἐστιν ἀπὸ σοῦ· οὐκ ἐν τῷ οὐρανῷ ἐστι, λέγων· τίς ἀναβήσεται εἰς τὸν οὐρανὸν καὶ λήψεται ἡμῖν αὐτὴν καὶ ἀκούσαντες αὐτὴν ποιήσομεν; οὐδὲ πέραν τῆς θαλάσσης λέ γων· τίς διαπεράσει εἰς τὸ πέραν τῆς θαλάσσης καὶ λήψεται ἡμῖν αὐτὴν καὶ ἀκουστὴν ἡμῖν ποιή σει αὐτὴν καὶ ποιήσομεν "; οὔτε πτερῶν σοι, φησί, χρεία εἰς πτῆσιν, οὔτε πλοίων εἰς ἀποδημίαν, ἵνα διδαχθῇς τὸ πρακτέον· " ἀλλ' ἐγγύς σου τὸ ῥῆμα σφόδρα ἐν τῷ στόματί σου καὶ ἐν τῇ καρδίᾳ σου καὶ ἐν ταῖς χερσί σου ποιεῖν αὐτό ". δηλοῖ δὲ διὰ μὲν τοῦ στόματος, τὴν τῶν θείων λο γίων μελέτην, διὰ δὲ τῆς καρδίας, τὴν τῆς ψυχῆς προθυμίαν· διὰ δὲ τῶν χειρῶν, τὴν πρᾶξιν τῶν ἐντολῶν. ταύτῃ τῇ μαρτυρίᾳ καὶ ὁ θεῖος ἐχρή σατο Παῦλος· " ἐάν, γάρ φησιν, ὁμολογήσῃς ἐν τῷ στό ματί σου Κύριον Ἰησοῦν, καὶ πιστεύσῃς ἐν τῇ καρδίᾳ σου, ὅτι ὁ Θεὸς αὐτὸν ἤγειρεν ἐκ νεκρῶν σωθήσῃ. καρδίᾳ γὰρ πιστεύεται εἰς δικαιοσύ νην· στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν ". τέθεικε δὲ καὶ τῆς τῶν νόμων φυλακῆς καὶ τῆς παραβάσεως τὰ ἆθλα, τὴν ζωὴν καὶ τὸν θάνατον. 258 XXXIX Τί δήποτε μετὰ ἑπτὰ ἔτη προσέταξεν ὁ νομοθέτης ταύτην αὐτοῖς ἀναγ νωσθῆναι τὴν βίβλον; Οὐκ ἦγον σχολὴν πολεμοῦντες καὶ τὰς πόλεις πολιορκοῦντες· καὶ μέντοι καὶ μετὰ τὴν νίκην, κατὰ φυλὰς τὴν γῆν μεριζόμενοι καὶ κατὰ δήμους καὶ κατὰ πατριὰς καὶ καθ' ἕνα. εἶτα οἰκοδομοῦντες καὶ γεωργοῦντες καὶ τἄλλα ποιοῦντες, ὅσα πράττειν ἀνάγκη τοὺς ξένης γῆς τὴν δεσποτείαν παρει ληφότας. τούτου χάριν τῷ ἑβδόμῳ ἔτει μετὰ τὴν τούτων ἀπαλλαγήν, γε νέσθαι προσέταξε τὴν ἀνάγνωσιν. XL ∆ιὰ τί τὸν οὐρανὸν καὶ τὴν γῆν διαμαρτύρασθαι προσέταξεν; Οὐκ ἐπειδὴ ἔμψυχα ταῦτα καὶ λογικά, ἀλλ' ὅτι πάντων ἐστὶ τῶν κτισ μάτων περιεκτικά. τοῦτο καὶ Ἠσαΐας ὁ προφήτης πεποίηκεν· " ἄκουε, γάρ φησιν, οὐρανέ, καὶ ἐνωτίζου, γῆ, ὅτι Κύριος ἐλάλησε ". τοῦτο καὶ ὁ θεῖος Ἱερεμίας· " ἐξέστη, γάρ φησιν, ὁ οὐρανὸς ἐπὶ τούτῳ καὶ ἔφριξεν ἐπιπλεῖον ἡ γῆ, λέγει Κύριος ". ἐπειδὴ γὰρ εἰς μαρτυρίαν αὐτὰ τῆς ἀπειλῆς ὁ νομοθέτης ἐκάλεσεν, εἰκότως μετὰ τὴν τῶν νόμων παράβασιν καὶ φρίξαι λέγεται, καὶ ἐκστῆναι. οὕτω καὶ ὁ Ἰακὼβ καὶ ὁ Λάβαν τὸν βουνὸν ὠνό μασαν " βουνὸν τῆς