1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

95

μαρτυρίας "· καὶ Ἀβραὰμ ὁ πατριάρχης, καὶ Ἀβιμέλεχ τῶν γεράρων ὁ βασιλεύς, " φρέαρ τοῦ ὅρκου ", ὡς ἐκεῖ μεθ' ὅρκου ποιησάμενοι τὰς συνθήκας. XLI Πῶς νοητέον τό, " ἐγὼ παραζηλώσω ὑμᾶς ἐπ' οὐκ 259 ἔθνει, ἐπ' ἔθνει ἀσυνέτῳ παροργιῶ ὑμᾶς "; Οὐκ ἔθνος ἓν οἱ τῷ σωτῆρι Χριστῷ πεπιστευκότες, ἀλλὰ μυρία. καὶ ταῦτα δέ ποτε ἀσύνετα ἦν καὶ ἀνόητα, ᾗ φησιν ὁ μακάριος Παῦλος· " ἦμεν γάρ ποτε καὶ ἡμεῖς ἀνόητοι, ἀπειθεῖς, πλανώ μενοι, δουλεύοντες ἐπιθυμίαις καὶ ἡδοναῖς ποι κίλαις ", καὶ τὰ ἑξῆς. ὥσπερ τοίνυν, φησίν, ὑμεῖς τὸν ἕνα καταλι πόντες Θεόν, πολλοὺς ψευδωνύμους προτετιμήκατε, οὕτως ἐγὼ τὸν ἕνα λαὸν ἀπορρίψας, πᾶσι τοῖς ἔθνεσι παρέξω τὴν σωτηρίαν. ἀλλ' οἱ μὲν τοὺς οὐκ ὄντας τετιμηκότες θεοὺς οὐκ ἀπεφήνατε θεούς. ἐγὼ δὲ τὰ ἀσύ νετα ἔθνη θείας ἐμπλήσω σοφίας· ὑμεῖς δὲ ὁρῶντες τῷ φθόνῳ τακήσεσθε. XLII Πῶς νοητέον τό, " εὐφράνθητε, ἔθνη, μετὰ τοῦ λαοῦ αὐτοῦ, καὶ ἐνισχυσάτωσαν αὐτῷ πάντες ἄγγε λοι Θεοῦ "; Καὶ ἐξ ἰουδαίων πολλαὶ μυριάδες ἐπίστευσαν τῷ δεσπότῃ Χριστῷ, καὶ τὸ πλεῖστον τῶν κατὰ τὴν οἰκουμένην ἐθνῶν· ἀλλὰ τοῖς ἔθνεσι τὴν διδασ καλίαν οἱ ἐξ ἰουδαίων πεπιστευκότες προσήνεγκαν. ἐξ ἰουδαίων γὰρ οἱ θεῖοι ἀπόστολοι. ταῦτα τοίνυν προθεσπίζων ὁ προφήτης ἔφη· " εὐ φράνθητε ἔθνη μετὰ τοῦ λαοῦ αὐτοῦ ", τουτέστι τῶν ἐξ ἰουδαίων πεπιστευκότων· " καὶ ἐνισχυσάτωσαν αὐτοὺς πάντες ἄγγελοι Θεοῦ ", τοὺς εἰς αὐτὸν πεπιστευκότας. καὶ γὰρ τοῦ σωτῆρος ἡμῶν γεννηθέντος, χορὸς ἀγγέλων ὑμνεῖ τὴν θείαν φιλανθρωπίαν, βοῶν· " δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία ". καὶ τὰς ἀσπάρ τους δὲ καὶ ἀλοχεύτους ἐκείνας ὠδῖνας Γαβριὴλ προείρηκεν ὁ ἀρχάγγελος. κἀν τῷ πρὸς τὸν διάβολον ἀγῶνι παρῆσαν τῶν ἀγγέλων οἱ δῆμοι. " προσελθόντες, γάρ φησιν, ἄγγελοι διηκόνουν αὐ 260 τῷ". καὶ τῷ πάθει παρῆσαν, καὶ μετὰ τὴν ἀνάστασιν τῷ τάφῳ προσ ήδρευον καὶ ταῖς γυναιξὶν ἔλεγον· " τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν "; καὶ μετὰ τὴν εἰς οὐρανοὺς ἄνοδον τοῖς ἱεροῖς ἔφασαν ἀποστόλοις· " τί ἑστήκατε ἐμβλέποντες εἰς τὸν οὐρανόν; οὗτος ὁ Ἰησοῦς ὁ ἀναληφθεὶς ἀφ' ὑμῶν εἰς τὸν οὐρανόν, οὕτως ἐλεύσεται, ὃν τρόπον ἐθεάσασθε αὐτὸν πορευόμενον εἰς τὸν οὐρανόν ". καὶ τῷ Κορνηλίῳ ἄγγελος τὰ κατὰ τὸν μέγαν Πέτρον ἐμήνυσε. καὶ ὁ θεῖος ἀπόστολος ἐν τῷ πλοίῳ τοῖς συμπλέουσιν ἔφη· " ὤφθη μοι ἄγ γελος τοῦ Θεοῦ οὗ εἰμι ". καὶ πολλὰ δὲ τοιαῦτα εὕροι τις ἂν ἐθελήσας. ταῦτα μέντοι περὶ τῶν πεπιστευκότων εἰπὼν ὁ προφήτης, προλέγει καὶ τῶν ἀπίστων τὰς τιμωρίας, καὶ δήλας τούτων τὰς αἰτίας ποιεῖ. ἔφη γὰρ οὕτως· " ὅτι τὸ αἷμα τῶν υἱῶν αὐτοῦ ἐκ δικεῖται καὶ ἐκδικήσει καὶ ἀνταποδώσει δίκην τοῖς ἐχθροῖς αὐτοῦ καὶ τοῖς μισοῦσιν αὐτὸν ἀν ταποδώσει· καὶ ἐκκαθαριεῖ Κύριος τὴν γῆν τοῦ λαοῦ αὐτοῦ ". υἱοὺς δὲ τοῦ Θεοῦ κέκληκε τοὺς ἁγίους, οὓς ἀνεῖλον οἱ μιαιφόνοι. ἵνα γὰρ τῶν προφητῶν τὰς σφαγὰς καταλίπω καὶ τοῦ δεσ πότου τὸ σωτήριον πάθος, τὸν μὲν καλλίνικον κατέλευσαν Στέφανον, ξύλῳ δὲ τὸν μέγαν ἀνεῖλον Ἰάκωβον· εἰς θεραπείαν δὲ αὐτῶν καὶ τὸν ἕτε ρον Ἰάκωβον Ἡρώδης ἀπετυμπάνισε καὶ πολλὰς δὲ ἄλλας μιαιφονίας ἐτόλμησαν· καὶ τῶν τῷ Κυρίῳ πεπιστευκότων τὰς οἰκίας ἐξεπόρθησαν. καὶ τοῦτο δεδήλωκεν ὁ θεῖος ἀπόστολος ἐν τῇ πρὸς Ἑβραίους ἐπιστολῇ· " καὶ τὴν ἁρπαγήν, φησίν, τῶν ὑπαρχόντων ὑμῶν μεθ' ἡδονῆς προσεδέξασθε ". καὶ θεσσαλονικεῦσι, δὲ ἐπισ τέλλων οὕτως ἔφη· " μιμηταὶ γὰρ ἐγένεσθε τῶν ἁγίων 261 τῶν ἐν τῇ Ἰουδαίᾳ. τὰ γὰρ αὐτὰ καὶ ὑμεῖς ἐπά θετε ὑπὸ τῶν ἰδίων συμφυλετῶν, καθάπερ ἐκεῖνοι ὑπὸ τῶν ἰουδαίων τῶν καὶ τὸν Κύριον ἀποκτει νάντων Ἰησοῦν, καὶ τοὺς ἰδίους προφήτας, καὶ ἡμᾶς ἐκδιωξάντων καὶ Θεῷ μὴ ἀρεσκόντων καὶ πᾶσιν ἀνθρώποις ἐναντίων ". ταῦτα καὶ ὁ Κύριος αὐτῶν κατηγόρησεν ἐν τῇ τοῦ ἀμπελῶνος παραβολῇ, ὅτι τῶν δούλων " ὃν μὲν ἔδειραν, ὃν δὲ ἀπέκτειναν, ὃν δὲ ἐλιθοβόλησαν "· τούτου χάριν αὐτοὺς εἰς πᾶσαν τὴν οἰκουμένην διέσπειρεν. XLIII Τί δήποτε διὰ σμικρὰν πλημμέλειαν πόρρωθεν ἰδεῖν ὁ Μωϋσῆς προσετάχ θη τὴν γῆν, εἰσαγαγεῖν δὲ τὸν λαὸν ἐκωλύθη; ∆ιδάσκει διὰ