1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

96

τούτων ἡμᾶς ὁ δεσπότης, ὡς τοὺς ἐν ἀρετῇ τελείους τὴν ἄκραν ἀρετὴν ἀπαιτεῖ καὶ τοῖς ἄλλοις ἀνθρώποις μεγάλα παρανομοῦσι μακροθυμῶν, τοῖς ἁγίοις ταύτης οὐ μεταδίδωσι τῆς συγγνώμης. τοῦτο καὶ σοφός τις ἔφη· " ὁ μὲν γὰρ ἐλάχιστος συγγνωστός ἐστιν ἐλέους, δυνατοὶ δὲ δυνατῶς ἐτασθήσον ται ". καὶ ὁ Κύριος ἐν τοῖς ἱεροῖς εὐαγγελίοις· " ᾧ μὲν γὰρ ὀλίγον δοθήσεται, ὀλίγον καὶ ἀπαιτήσουσι παρ' αὐτοῦ, ᾧ δὲ πολὺ δοθήσεται, πολὺ ἀπαιτήσουσι παρ' αὐτοῦ ". ἰστέον μέντοι καὶ τοῦτο, ὡς ἕτερα δι' ἑτέρων ὁ δεσπότης οἰκονομεῖ. ὥσπερ ἀμέλει καὶ τουτονὶ τὸν μέγαν προφήτην οὐκ εἴασεν εἰς τὴν γῆν τῆς ἐπαγγελίας εἰσαγα γεῖν τὸν λαόν, ἵνα μὴ ὡς Θεὸν αὐτὸν σεβασθῶσιν οἱ ἰσραηλῖται· οἱ γὰρ τὰ ἄψυχα θεοποιήσαντες καὶ μόσχου εἰκόνα θεὸν ὀνομάσαντες, 262 δῆλον ὅτι πολλῷ μᾶλλον ὡς θεὸν ἂν ἐσεβάσθησαν τὸν τοσούτων αὐτοῖς ἀγαθῶν γεγενημένον διάκονον· τούτου χάριν αὐτοῦ καὶ τὸν τάφον ἄδη λον πεποίηκεν ὁ σοφῶς τὰ καθ' ἡμᾶς πρυτανεύων Θεός. εἰδέναι δὲ καὶ τοῦτο προσήκει, ὡς Μωϋσῆς τύπον ἐπέχει τοῦ νόμου, διὸ καὶ Μωϋσῆς τὴν προσηγορίαν ὁ νόμος ἔχει· " ἔχουσι, γάρ φησι, Μωϋσέα καὶ τοὺς προφήτας ". καί, " ἕως σήμερον ἡνίκα ἀνα γινώσκεται Μωϋσῆς ". καί· " ἐβασίλευσεν ὁ θάνα τος ἀπὸ Ἀδὰμ μέχρι Μωϋσέως ". ὥσπερ γὰρ Ἠσαΐαν καλοῦμεν οὐ τὸν προφήτην μόνον ἀλλὰ καὶ τὸ ἐκείνου βιβλίον, καὶ Ἱερε μίαν καὶ Ἰεζεκιὴλ οὐ τοὺς ἄνδρας μόνον, ἀλλὰ καὶ τὰ ἐκείνων βιβλία· καὶ τὸν ἀπόστολον οὐ μόνον αὐτὸν τῆς ἀληθείας τὸν κήρυκα, ἀλλὰ καὶ τὸ ἐκείνου βιβλίον, οὕτω καὶ Μωϋσῆς ὁ νόμος ὠνόμασται, Ἰησοῦς δὲ ὁ τοῦ Ναυῆ, τύπος τοῦ σωτῆρος τῆς οἰκουμένης. ὥσπερ τοίνυν Μωϋσῆς μὲν ἐξήγαγε τὸν λαὸν ἐξ Αἰγύπτου, Ἰησοῦς δὲ αὐτὸν εἰς τὴν ἐπηγγελμένην εἰσήγαγε γῆν, οὕτως ὁ νόμος μὲν τῆς ἀσεβείας ἀπαλλάττει τοὺς πειθο μένους, ἡ δὲ τῶν εὐαγγελίων χάρις εἰς τὴν βασιλείαν εἰσάγει τῶν οὐ ρανῶν. XLIV Πῶς νοητέον τὰς τῶν φυλῶν εὐλογίας; Πρῶτον ἀνέμνησεν ὁ προφήτης τῆς θείας ἐπιφανείας τῆς ἐν τῷ Σινᾷ ὄρει γεγενημένης. " Κύριος, γάρ φησιν, ἐκ Σινᾷ ἥξει καὶ ἐπέ φανεν ἡμῖν ἐκ Σιείρ, καὶ κατέπαυσεν ἐξ ὄρους Φαρὰν σὺν μυριάσι Κάδης· ἐκ δεξιῶν αὐτοῦ ἄγ γελοι μετ' αὐτοῦ ". καὶ ἐν τῇ ἐρήμῳ τῇ Φαράν, καὶ ἐν τῷ Σιεὶρ τῆς θείας κηδεμονίας ἀπήλαυσαν. Κάδης δὲ ἐνταῦθα οὐ τὴν ἔρημον λέγει, ἀλλὰ τὴν τοῦ ὀνόματος ἑρμηνείαν. τὸ γὰρ Κάδης τῇ ἑβραίων φωνῇ τὸν 263 ἅγιον δηλοῖ. ἔφη τοίνυν, ὅτι πολλαὶ μυριάδες ἁγίων ἀγγέλων τῷ δεσ 263 πότῃ συνῆσαν, τῆς οἰκείας αὐτοὺς ἀξιοῦντι κηδεμονίας. ἀναγκαίως δὲ προστέθεικε· " καὶ πάντες ἡγιασμένοι ὑπὸ τὰς χεῖρας αὐτοῦ καὶ οὗτοι ὑπὸ σέ εἰσιν ". εἰ γὰρ καὶ ἀόρατον ἔχου σι φύσιν, ἀλλ' ὑπὸ τὴν σὴν δεσποτείαν τελοῦσι· σὲ γὰρ ἔχουσι ποιητήν. προλέγει δὲ ὅτι ὁ νῦν τὸν Ἰσραὴλ ἐκλεξάμενος, μικρὸν ὕστερον καὶ πάντα καλέσει τὰ ἔθνη καὶ τούτων κἀκείνων αὐτὸς ἔσται ἄρχων καὶ βασιλεύς. " ἔσται, γάρ φησιν, ἐν τῷ ἠγαπημένῳ ἄρχων, συναχ θέντων λαῶν ἅμα φυλαῖς Ἰσραήλ ". Ταῦτα εἰπών, πρῶτον εὐλογεῖ τὸν Ῥουβήν, καὶ λύει τὴν πατρῴαν ἀρὰν ἀντιτάξας τὴν φιλαδελφίαν τῇ περὶ τὸν πατέρα παρανομίᾳ. ἐξῆν δὲ ὡς νομοθέτῃ εἰς εὐλογίαν τὴν ἀρὰν μεταθεῖναι. " ζήτω Ῥουβὴν καὶ μὴ ἀποθανέτω, καὶ ἔσται πολὺς ἐν ἀριθμῷ ". ἐπειδὴ γὰρ ὁ πατὴρ εἶπεν· " ὡς ὕδωρ μὴ ἐκζέσῃς ", τουτέστι μὴ θερ μανθῇς εἰς πολυγονίαν, εἰκότως αὐτῷ τῶν ἀπογόνων τὸ πλῆθος ἐπηύ ξατο. εἶτα τὴν τάξιν ὑπερβάς, τῷ Ἰούδα τὴν εὐλογίαν προσφέρει, διὰ τὸν ἐκεῖθεν κατὰ σάρκα βεβλαστηκότα δεσπότην. " πρόδηλον, γάρ φησιν ὁ θεῖος ἀπόστολος, ὅτι ἐξ Ἰούδα ἀνατέταλκεν ὁ Κύριος ἡμῶν ". προλέγει δὲ καὶ τὴν δαβιτικὴν βασιλείαν. " εἰ σάκουσον, γάρ φησι, Κύριε, φωνῆς Ἰούδα, καὶ εἰς τὸν λαὸν αὐτοῦ ἔλθοι. αἱ χεῖρες αὐτοῦ διακρι νοῦσιν αὐτῷ καὶ βοηθὸς ἐκ τῶν ἐχθρῶν αὐτοῦ ἔσῃ ". οὕτω τὴν βασιλικὴν εὐλογήσας φυλὴν εἰς τὴν ἱερατικὴν μετα βαίνει· " δότε Λευῒ δήλους αὐτῷ καὶ ἀλήθειαν αὐ τοῦ τῷ ἀνδρὶ τῷ ὁσίῳ ". τῷ στέρνῳ τοῦ ἱερέως τὸ λόγιον ἐπέκειτο· εἶχε δὲ τοῦτο τὴν δήλωσιν καὶ τὴν ἀλήθειαν· πολλὰ γὰρ ἐκεῖ θεν προεδηλοῦτο· συνῆπται δὲ τοῖς δήλοις ἡ ἀλήθεια, διὰ τὸ ἀψευδὲς τῶν δηλουμένων. " ὃν ἐπείρασαν